Orationes 41
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
Αὐτοκράτορι Καίσαρι Μάρκῳ Αὐρηλίῳ Ἀντωνίνῳ σεβαστῷ καὶ αὐτοκράτορι Καίσαρι Λουκίῳ Αὐρηλίῳ Κομόδῳ σεβαστῷ Αἴλιος Ἀριστείδης χαίρειν.
πρότερον μὲν, ὦ μέγιστοι βασιλεῖς, ἀγωνίσματα καὶ λόγους ἐκ διατριβῶν καὶ τοιαῦθʼ ὑμῖν ἀπέστελλον, νυνὶ δὲ ἑτέραν ὁ δαίμων ἔδωκεν ὑπόθεσιν. κεῖται Σμύρνα τὸ τῆς Ἀσίας ἄγαλμα, τῆς δὲ ὑμετέρας ἡγεμονίας ἐγκαλλώπισμα, πυρὶ καὶ σεισμοῖς ἐκτριβεῖσα. ὀρέξατε πρὸς θεῶν χεῖρα, ὀρέξατε, ὅσην ὑμῖν πρέπει. Σμύρνα τοι μέγιστα δὴ τῆς νῦν Ἑλλάδος εὐτυχήσασα καὶ πρὸς θεῶν καὶ πρὸς ὑμῶν, τῶν τε ἀεὶ βασιλέων καὶ τοῦ συνεδρίου κοινῇ, μέγιστα δὴ καὶ πέπονθε τῶν μνημονευομένων. ἓν δὲ ὅμως αὐτῇ κἀν τούτοις ἐφυλάχθη παρὰ τοῦ δαίμονος ὡσπερεὶ σύμβολον σωτηρίας· εἴδετε τὴν πόλιν, ἴστε τὴν ζημίαν. ἀναμνήσθητε
ὧν ἐπὶ τῆς πορείας ἐφθέγξασθε ὁρῶντες εἰς αὐτὴν, ἀναμνήσθητε ὧν εἴσω παρελθόντες, ὡς διετέθητε, ὡς διεθήκατε. οἱ μὲν Θεοξένια ἦγον, ὑμεῖς δὲ ὡς ἐν τοῖς ἡμερωτάτοις ὧν κέκτησθε ἀνεπαύεσθε. ποία προσβολὴ τῆς ὄψεως οὐχ ἡδίους ὑμᾶς ἐποίησε; τί τῶν πάντωνἐθεάσασθε σιγῇ καὶ οὐ μετὰ τῆς πρεπούσης ὑμῖν εὐφημίας; ὧν οὐδὲ ἀπελθόντες ἠμνημονήσατε. ἃ νῦν πάντα ἐν κόνει. μέμυκε μὲν ἐκεῖνος λιμὴν, οἴχεται δὲ ἀγορᾶς κάλλη, κόσμοι δὲ ὁδῶν ἀφανεῖς, γυμνάσια δὲ αὐτοῖς ἀνδράσι καὶ παισὶ διέφθαρται· ναοὶ δὲ οἱ μὲν κεῖνται, οἱ δὲ κατέδυσαν· ἡ δὲ πρὸς θέαν ὡραιοτάτη πόλεων καὶ τοῦ κάλλους ἐπώνυμος ἀνθρώποις ἅπασιν ἀωρότατον θεαμάτων ἀποπέφανται, κολωνὸς ἐρειπίων καὶ νεκρῶν. ζέφυροι δὲ ἐρήμην ἐπιπνέουσι. τὸ δὲ λειπόμενον πᾶν εἰς ὑμᾶς βλέπει, συναποβλέπει δὲ καὶ ἡ ἄλλη πᾶσα Ἀσία, ὑμῖν μὲν τἀγαθὰ νῦν τε καὶ ἀεὶ συνευχομένη, τῇ Σμύρνῃ δʼ ἔλεον παρʼ ὑμῶν, εἰ δὴ Σμύρνα γε τοὔδαφος. παράδοξον μὲν οὖν οἶδα ἐρῶν λόγον, οὐ μὴν ἀνόητόν γε, ὡς οἶμαι. εἰ γὰρ καὶ ἀβούλητος ὑμῖν ἡ ὑπόθεσις, τῆς γε ἀγαθῆς τύχης ὑμῖν γέγονε, δούσης ἀφορμὴν ἐφʼ ἧς κάλλιστα δὴ καὶ φανερώτατα τῇ φύσει χρήσεσθε ἐπὶ πολλοῖς καὶ μεγάλοις οἷς πρότερον ἐπεδείξασθε. μὴ γάρ μοι Λυσίμαχον ἔτι, μηδὲ Ἀλέξανδρον αὐτὸν, μηδὲ Θησέα καὶ μύθους, ἀλλʼ ὑμεῖς οἰκισταὶ τῆς πόλεως γένεσθε, ὑμεῖς νέαν ἐξ ἀρχῆς ἀποδείξατε, ὑμῶν γενέσθω πᾶσα καὶ διʼ ἁπάντων ἡ πόλις, εἴτε ὡς καλύπτραν βασιλίδων εἴτε ὡς βασιλέων διάδημα εἴθʼ ὅπως βούλεσθε λογίσασθε, οὕτω σώσατε τὴν πόλιν.
τίνας οἰκιστὰς, ποίους βασιλέας οὐκ ἀποκρύψετε; ποίους οὐχ ὑπερβαλεῖσθε ὅρους μεγαλοψυχίας, ἃ χρόνῳ καὶ καθʼ ἕκαστον ἐκτήθη τῇ πόλει, ταῦθʼ ἑνὸς οἰκισμοῦ ποιήσαντες γενέσθαι; καὶ ταῦτα οὐχ ὡς συμβουλεύων εἶπον, οὐδʼ ὡς ἀγνοοῦντας διδάσκων, οὐχ οὕτως ἔκφρων γέγονα ὑπὸ τῆς συμφορᾶς, ἀλλά τοι καὶ εὔχεσθαι οὕτω νομίζουσιν ἄνθρωποι, Δὸς νίκην Αἴαντι, καὶ νῦν αὖτέ με φῖλαιἈθήνη. ἐν ᾧ τοίνυν τρόπῳ τοῖς θεοῖς διαλεγόμεθα, ἐν τούτῳ καὶ ὑμῖν ἐπιστέλλειν ἀνεπίφθονον. καὶ μὴν τοῖς μὲν θεοῖς εὐχόμεθα ὑπὲρ τούτων, ὑμῶν δὲ τῶν θειοτάτων ἀρχόντων δεόμεθα. καλὸν δέ που καὶ πρὸς θεῶν καὶ πρὸς ἀνθρώπων δεῖσθαι τὰ τοιαῦτα.
ὅπως δὲ αὐτὸς ἐξέφυγον ποθεῖτε ἴσως ἀκοῦσαι. ἡμέραις τισὶ πρότερον τῶν συμβάντων ἐκίνησέ με ὁ θεὸς καὶ κατέστησεν εἰς χωρίον τι, καὶ προσέταξε κατὰ χώραν μένειν, οὗ δὴ καὶ διατρίβων τὰ συμβάντα ἐπυθόμην. πυθόμενος δὲ οὐκ εἶχον ὅπως ἡσυχάζοιμι ἐλείπετο δὲ ἄλλο μὲν οὐδὲν, οἶμαι, θεοὺς δὲ καὶ ὑμᾶς καλεῖν. διὰ ταῦτα οὔτε πρεσβείαν κοινὴν ἀνέμεινα οὔτʼ εἰς ἕτερον βλέπειν ἠξίουν ὅ τι πράξειεν, ἀλλʼ ἡγούμενος εἴ τινι τῶν πάντων κἀμοὶ διαλέγεσθαι τὸ πρᾶγμα, ἐμαυτὸν ἔταξα διάκονον, ἀξιόχρεων εἶναι νομίσας εἰ μή τι ἄλλο, ἀλλʼ ἀνακλαύσασθαι τὰς τῆς πόλεως συμφοράς. ἕτεροι μὲν οὖν παρὰ βασιλεῦσιν ἰσχύσαντες δωρεὰς εὕροντο ἑαυτῶν πατρίσιν εὖ πραττούσαις, ἐγὼ δʼ εἴ τι καὶ τοὐμόν ἐστι παρʼ ὑμῖν, αἰτῶ καὶ δέομαι ταύτην γενέσθαι τῇ πόλει τὴν χάριν, μὴ
καθάπερ σκεῦος συντριβὲν ἐκριφῆναι καταγνωσθὲν ἀχρηστίαν, ἀλλʼ ἀναβιῶναι διʼ ὑμῶν. εἰσῄει δέ μοι καὶ τὸ τοῦ Σόλωνος, ὅν φασι τῆς πολιτείας καταλυθείσης λαβόντα ἀσπίδα καὶ δόρυ καθῆσθαι πρὸ τῆς οἰκίας, βοηθεῖν μὲν οὐκ ἔχοντα, οἶμαι, ἐνδεικνύμενον δὲ ὡς ἔχει γνώμης. τὸ δʼ ἐμὸν καὶ πλέον. εἰ γὰρ καὶ μηδὲν ἔργῳ συντελεῖν εἶχον, τό γε τὴν ὑμετέραν φιλανθρωπίαν παρακαλεῖν εἰς ἔργον ᾔδειν μοι καθιστάμενον, ὥστʼ οὐχὶ μάταια σπουδάσασθαι. καὶ μὴν ὅσα μὲν ἔξω πυλῶν οὐ πάνυ θράττει με, ἐπεὶ οὐδὲ τοῖς προστάταις συνέχαιρον, ἡνίκα περιειργάζοντο· δείσθω δʼ ὑπὲρ αὐτῶν ὁ βουλόμενος, οὐδὲν τό γε ἐμὸν κωλύει· ὅσα δʼ εἴσω περιβόλου καὶ παλαιὰ καὶ καινὰ τῆς τε εἰς ὑμᾶς τιμῆς καὶ ἅμα τῆς παρʼ ὑμῶν ὑπομνήματα καὶ τῇ πόλει φιλοτιμίαν ἔχοντα πρός τε τοὺς ὁμοτίμουςκαὶ τῶν ξένων τοὺς εἰσαφικνουμένους, ἔτι δὲ τοῖς ξένοις ἁπάσης τύχης ἀφορμὴν καὶ παραμυθίαν, ἡδέως ἂν εἰς ἐκείνην τὴν ἡμέραν ἀφικοίμην, ἐν ᾗ ταῦτα ἑστῶτα θεάσομαι. ὅταν γε μὴν ἐνθυμηθῶ κατʼ ἐμαυτὸν ὅτι τῶν πάλαι τις αὐτοκρατόρων οὐ τῆς ὑμετέρας οἰκίας, μηδὲ γὰρ εἴη τοῦτό γε, οὐδὲ γένοιτʼ ἂν ὑφʼ ὑμῶν οὐδενὸς, ἀλλά τις τῶν πρότερον πεττεύων, ὡς λέγεται, μεταξὺ παρεφθέγξατο, μὴ βούλεσθαι Νασαμῶνας εἶναι, ἔπειτα ἀπώλοντο οἱ Νασαμῶνες, οἶμαι περί γε ὑμῶν εἰκότως ἂν ἐλπίζειν ὅτι σπουδάζοντες καὶ τοῖς ὑμετέροις αὐτῶν ἤθεσι χρώμενοι, καὶ τοσοῦτον μόνον εἰπόντες καὶ προδείξαντες ὅτι βούλεσθε Σμύρναν εἶναι, ταχέως ἅπασιν ἡμῖν ὃ
ποθοῦμεν δείξετε. ἔτι δὲ οὐκ ἀλλοτρίοις χρῶμαι παραδείγμασιν, ἀλλʼ ὑμῶν αὐτῶν, ὅσην τῶν ἐν Ἰταλίᾳ πόλεων ἐπιμέλειαν. ἐποιήσασθε, ὥστε ἀναλαβεῖν αὐτὰς τοῖς ἅπασιν. ἐκείνας μὲν τοίνυν πάλαι κεκμηκυίας ἀνεκτήσασθε, Σμύρναν δὲ ἀρτίως μὲν ἀνθοῦσαν, ἀρτίως δὲ καταρρυεῖσαν, εἰς πόλεων ἀριθμὸν αὖθις καταστήσατε, πρότερον μὲν τὰ ἱερὰ κοσμήσαντες αὐτῆς, νυνὶ δὲ τὸ πᾶν σχῆμα σώσαντες. ἀξία δὲ οὐ μόνον τῆς ὄψεως χάριν ἡ πόλις σωθῆναι, ἀλλὰ καὶ τῆς εὐνοίας ἣν παρὰ πάντα τὸν χρόνον εἰς ὑμᾶς παρέσχετο, συναραμένη μὲν τοῦ πρὸς Ἀντίοχον πολέμου, συναραμένη δὲ τοῦ πρὸς Ἀριστόνικον, πολιορκίας τε ὑπομείνασα καὶ μάχας οὐ φαύλας ἀγωνισαμένη, ὧν ἔτι νῦν ἐν πύλαις ἦν αὐτῇ τὰ ὑπομνήματα. ἔτι δὲ ἐσθῆτος δεῆσαν ὑμετέρῳ στρατοπέδῳ καὶ τοῦ στρατηγοῦ διεφθαρμένου τὸν μὲν στρατηγὸν κομίσαντες εἰς τὴν πόλιν θάπτουσιν εἴσω τῶν νῦν πυλῶν, πρὸς δὲ τοὺς στρατιώτας τοὺς χιτῶνας ἐνείμαντο ἀνὴρ ἀνδρὶ δούς. τοιοῦτοι μὲν τὰ πρὸς τοὺς ἄρχοντας ὑμᾶς· πρὸς δὲ τοὺς ὁμοφύλους τίνες; πάντα μὲν οὐ μικρὸν ἔργον ἂν εἴη γράφειν. ἀλλὰ σεισμῶν ποτε καὶ λιμῶν συνεχῶν συμβάντων περὶ τὸν κάτω τόποντοῦτον τῆς Ἀσίας, καί τινων καὶ χάσμασι διεφθαρμένων καὶ συμφορᾶς πολυτρόπου κατεχούσης τὰς πόλεις, καὶ σίτῳ καὶ χρήμασι καὶ τῷ μηδὲν προθυμίας ἐλλείπειν ἔστιν ἃς τῶν πόλεων διεσώσαντο, Χίους, Ἐρυθραίους, Τηίους, Ἁλικαρνασσέας. εἰς ἃ τοίνυν τότε τοῖς ἄλλοις ἐπήρκει μία δὴ πόλις οὐδʼ ἡτισοῦν αὐτῇ νῦν ἀξιόχρεως βοηθῆσαι. ἡ
δὲ παρʼ ὑμῶν ἐλπὶς λείπεται. καὶ μὴν πρότερον μὲν ἀριστεῖα τῶν ἔργων ἐφέρετο, χώραν καὶ πανοπλίας καὶ λάφυρα, οἷς αὐτὴν ὑμεῖς ἐτιμᾶτε, νῦν δὲ πρεσβεῖα συμφορῶν ἀνῄρηται παρὰ τοῦ δαίμονος, ὧν ὑμῖν ἡ λύσις. ὃ δʼ ἁπάντων μάλιστα ἄξιον εἰπεῖν καὶ θαυμάσαι, τῆς τύχης τὴν μεταβολήν. τοῦ γὰρ νεὼ τοῦ νῦν καταδύντος οὕτω λαμπροῦ λέγεται τυχεῖν ὥστʼ ἀγῶνος γενομένου τὴν μὲν Ἀσίαν τῶν ἄλλων ἐθνῶν προκριθῆναι, τῶν δʼ ἐν τῇ Ἀσίᾳ πόλεων τὴν Σμύρναν τοσοῦτον ὥστε τὴν μὲν ἄλλην Ἀσίαν ἑπτὰ μόνας ψήφους μεταλαβεῖν, τῇ δὲ πόλει τετρακοσίας γενέσθαι μόνῃ. τοῦτο μὲν οὖν καὶ διὰ τῆς Ἀσίας κομίσαιτʼ ἂν ἴσως, ἂν ὑμῖν δοκῇ, ἡ δὲ τῶν ὅλων ἐπανόρθωσις μόνων ὑμῶν, οἷς οἱ θεοὶ τὰ τηλικαῦτα ἀπέδοσαν. ὅταν μὲν οὖν εἰς τὸ τῆς συμφορᾶς μέγεθος ἀποβλέψω, οὐδείς μοι δοκεῖ λόγος ἀρκεῖν, ἀλλὰ πάντʼ ἐλλείπειν τοῦ μετρίου, ὅταν δὲ εἰς τὴν ὑμετέραν ἀρετὴν καὶ φύσιν καὶ τὸ πρόχειρον πρὸς τὰς εὐεργεσίας, ἐπέρχεταί μοι δεδιέναι μὴ πλείω τῶν ἱκανῶν διειλέχθαι δοκῶ. οἶμαι μὲν οὖν οὐχ οὕτω τοῦτʼ ἔχειν· εἰ δʼ ἄρα, συγγνώσεσθε οἶδʼ ὅτι. πολλά τοι καὶ παρὰ τὴν αὑτοῦ σφίσιν ἄνθρωπος φθέγγεται συμφορᾷ ληφθεὶς, ἄλλως τε καὶ ἣν οὐδεπώποτʼ ἂν ἤλπισεν.