Orationes 35
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
μεθʼ ὑμῶν, ὦ Ἀθηναῖοι, σκεψόμενος παρῆλθον ποτέροις δεῖ με συνειπεῖν. ἡγοῦμαι δὲ καὶ ὑμᾶς ὀρθῶς ἄν τι ποιεῖν, εἰ μὴ τοῖς πάλαι κεκρικόσι μηδὲ τοῖς ἐφʼ ἑαυτῶν προσέχοιτε, ἀλλὰ τοῖς τὰ συμβησόμενα ἐκ τῶν λογισμῶν ἀναμένουσι. τὸ γὰρ ταυτὰ συμβουλεύειν ὑμῖν τε καὶ αὑτῷ, τοῦτʼ εἶναί μοι δοκεῖ σκοπεῖν ἐν κοινῷ περὶ τῶν πραγμάτων, μὴ προκατειλημμένον. οὐκοῦν Λακεδαιμόνιοι μὲν, ὡς ὑμεῖς τε ἠκούσατε κἀγώ φημι, παρεσπόνδησαν τὴν Καδμείαν κατασχόντες, καὶ πλεονεξίας ἐπίδειγμα ἐποιήσαντο οὐχ ἧττον ἢ Θηβαῖοι παρελθόντες εἰς Πλαταιάς ποτε· Θηβαῖοι δʼ οὕτως ἰσχυροὶ γεγόνασιν ὡς συνενηνοχέναι αὐτοῖς ἀδικηθεῖσιν. ἐχόντων δὲ οὕτω τούτων ἡ κατηγορία μὲν ἐν Λακεδαιμονίοις, φόβος δʼ ἐν Θηβαίοις ἐστίν. εἰ μὲν οὖν δικάζομεν αὐτοῖς, ἠδικηκέναι τοὺς Λακεδαιμονίους ψηφιζόμεθα καὶ δικαίως ἃ πεπόνθασι πεπονθέναι· εἰ δὲ μέμικταί τι βουλῆς καὶ ὑπὲρ ἡμῶν αὐτῶν ἡμῖν, οὐκ αὐξήσομεν τοὺς Θηβαίους οὐδὲ τῆς Λακεδαιμονίων ἀγνωμοσύνης κληρονόμους ποιήσομεν. οὐ γὰρ εἰ δικαίως ἐκείνους ἀναιρήσουσι, τοῦτο σκεψόμεθα, ἀλλʼ εἰ ταυτὸν τοῦτο καὶ ἡμᾶς ἀδίκως ποιῆσαι δυνήσονται, τοῦτο φοβησόμεθα· καὶ τὸ παράδειγμα ὃ νῦν ἡμᾶς πεποίηκε τοῖς Θηβαίοις συναλγεῖν οὐ βουλησόμεθα ἐλθεῖν ἐφʼ ἡμᾶς, τῶν νῦν
ἀνθελκόντων ἐκποδὼν γενομένων. ἐγκλήματα δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πολλὰ μὲν ὑμῖν ὑπάρχει πρὸς Θηβαίους, πολλὰ δὲ πρὸς Λακεδαιμονίους, πρὸς ὁποτέρους δὲ πλείω καὶ μείζω οὐ διαφέρομαι, πλὴν οἶδʼ ὅτι εἰ ἓν ὧν ἐπεχείρησαν Θηβαῖοι κατώρθωσαν, οὐκ ἂν νῦν ἐβουλευόμεθα. ἀλλʼ ἐάσω τό γε μηδʼ ἔργῳ συμβὰν θεῶν τινος μεγάλῃ προνοίᾳ· πάλιν δέ με ὕπεισιν ὡς οὐδʼ αὐτοῦ τούτου παντάπασινἀναίτιοι Λακεδαιμόνιοι. τὸ γὰρ εἰς τοῦτο ἀγαγεῖν τὴν πόλιν ὥστʼ ἔχειν Θηβαίους ταῦτʼ ἀποφήνασθαι περὶ αὐτῆς ὑπάγει δικαίως αὐτοὺς τῆς μέμψεως τῇ κοινωνίᾳ. ἀλλὰ τοῦ μὲν εἰς τοῦτʼ ἀγαγεῖν ἡμᾶς μέτεστι καὶ Θηβαίοις τοῖς συμπολεμήσασιν αὐτοῖς, τοῦ δὲ φείσασθαι τὸ λοιπὸν οὐκέτʼ ἔχουσι Λακεδαιμόνιοι τούσδε κοινωνούς. καὶ μὴν οὐδʼ ἐκεῖνό γε προσδέξομαι ὅτι Θηβαίων εἷς εἶπε ταῦτα. ἃ γὰρ Πλαταιὰς πρότερον διέθεσαν, τοιαύτην ἀναχώρησιν οὐκ ἀπολείποντʼ αὐτοῖς οὐδὲ σκῆψιν, οὐδὲ τοιοῦτον τὸν ὑπὲρ τῆς περὶ ἡμῶν ψήφου λόγον δείκνυσιν ὄντα. εἴποιεν δʼ ἂν καὶ περὶ τῆς παλαιᾶς αἰτίας ὡς οὐκ ἀπὸ πάντων ἦν, ἀλλʼ οἱ προεστηκότες αὐτῶν ἐμήδιζον· εἰ δʼ ὑπὲρ ὧν μὲν προὔδοσαν τοὺς Ἕλληνας καὶ ὑπὲρ ὧν τοὺς δεῖνας ἀνεῖλον καὶ ὑπὲρ ὧν ἡμᾶς ἐμέλλησαν, τοῖς πρώτοις ἐκείνοις ἀκόλουθα ποιοῦντες, καὶ εἴ τι ὅλως ἠγνωμονήκασιν, ὑπὲρ μὲν τούτων τοὺς προεστηκότας προβαλοῦνται, ὅταν δέ τις τοῦ Πειραιῶς μόνον μνησθῇ, πάντες ἥξουσι περὶ ὧν δή που καὶ εἷς τις καὶ δεύτερος εἶπε, μάτην πάντες εὐήθεις κέκληνται τὰ κράτιστα ὄντες σοφοί. ἄλογον δέ μοι φαίνεται, πρὸς ἀμφοτέρους ὄντων ἐγκλημάτων ἡμῖν, Λακεδαιμονίοις μὲν ἐπεξεληλυθέναι καὶ δίκην
ἐζητηκέναι λαβεῖν, Θηβαίους δὲ ἀφεῖναι καθάπαξ, καὶ τοσοῦτον ὑπερβαλεῖν ἐκείνοις ὀργιζομένους ὥστʼ ἀδικήσειν ἡγεῖσθαι, εἰ μὴ μέχρι παντὸς τοῖσδε συνεστήξομεν. ἐγὼ μὲν γὰρ οἶμαι δεῖν μέχρι τούτου τιμωρεῖσθαι Λακεδαιμονίους μέχρι οὗ μὴ τοὺς Θηβαίους ἀθώους παντάπασιν ἀφήσομεν. φοβοῦμαι δὲ μὴ Θηβαίοις γιγνόμενοι σύμμαχοι τοὺς ὑπάρχοντας ἡμῖν αὐτοῖς ἀπολέσωμεν. σκοπῶν γὰρ τὰς παλαιὰς αἰτίας, ἃς ἡμῖν ἐπήνεγκαν οἱ Ἕλληνες, ἄλλο μὲν οὐδὲν ἐχούσας εὑρίσκω, τοῦτο δὲ, μὴ μετρίως ἡμᾶς χρῆσθαί τισιν αὐτῶν.ἔστι τοίνυν ἅπαντα ἅ τις ἂν τόθʼ ἡμῶν ἐξήτασεν, ἂν εἰς ταυτὸν συνθῇ τις, οὐδʼ ἐγγὺς τῆς νῦν ἐγχειρήσεως. τὸ γὰρ Λακεδαιμονίους ἀνελεῖν ἐθέλοντας φανῆναι τίς ἂν εἴποι πάντων τῶν πρὸς τοὺς ὑπηκόους τότʼ ἀηδῶν
μὴ οὐ πολὺ μεῖζον καὶ χαλεπώτερον εἶναι; ὥστε πῶς ἡμῖν ἀκολουθήσουσιν οἱ τότʼ ἐκεῖνα δυσχεράναντες οὐ δύναμαι συνιδεῖν ἔγωγε. καὶ γὰρ εἴ τινες αὐτῶν μισοῦσι Λακεδαιμονίους, ὡς εἶεν ἅπαντες τοῦτο πεπονθότες, καὶ νὴ Δίʼ ἴσως εἰσὶν οἱ πλείους διὰ τοὺς ἁρμοστὰς καὶ τὴν ἀπὸ Λυσάνδρου τότʼ ἐπήρειαν· μέχρι μὲν τοῦ μὴ τὴν τοῦ ταὐτὰ ποιεῖν ἔχειν δύναμιν μισοῦσιν ἴσως αὐτοὺς τῆς αὐτῶν ἕνεκʼ ἀσφαλείας ἕκαστοι, ὥστε δὲ καὶ ἀπολωλότας καθάπαξ ἰδεῖν, οὔ μοι δοκοῦσιν, εἰδότες ὡς ἔχει τι σχῆμα
τῇ Ἑλλάδι εἶναι τὴν Λακεδαιμονίων πόλιν. καὶ μὴν οὐδὲ ἐπʼ ἴσης Θηβαίοις τε καὶ ὑμῖν βουλευτέον ἐστὶ περὶ τούτων. πολὺ γὰρ μᾶλλον ἐκείνοις μικρῶν ἕνεκα αἰτιῶν τὴν ἐσχάτην δίκην ἁρμόττει λαβεῖν ἢ ὑμῖν τῶν μεγίστων μετρίαν. ἐὰν γάρ τις τὸ ἑκατέρων ἦθος προσλογίζηται τῇ πράξει, τὴν μὲν ἐκείνων μετρίαν, κἂν ᾖ χαλεπωτάτη, τὴν δʼ ὑμετέραν μεγίστην, κἂν μετρίως ἔχῃ, κρινεῖ· τοσοῦτον ὑμῖν μὲν φιλανθρωπίας, ἐκείνοις δὲ ὠμότητος περίεστιν. εἶτα κἀκείνοις μὲν ἀρχαῖόν ἐστι, μηδὲν τοῦ κοινοῦ τῆς Ἑλλάδος φροντίζειν, ἀλλʼ ὁπόθεν τι πλέον σχήσουσι, τοῦτο μόνον καθορᾶν, ὑμῖν δὲ προστάταις τῶν κοινῶν δικαίων οὖσι καὶ ὑπειλημμένοις οὐκ ἔνεστι παρορᾶν τὰ τοιαῦτα ὀργῆς ἰδίας ἕνεκα ἢ μέμψεως. πρὸς δὲ τὸ ἐρώτημα ἐκεῖνο, πότερον τοῖς ἐκ Πειραιῶς ἢ τοῖς ἐξ ἄστεος προσήκει σῶσαι Λακεδαιμονίους, ἀπεκρινάμην ἂν ἔγωγε ὅτι ἀμφοτέροις, εἴπερ εἰσὶν Ἀθηναῖοι. καὶ γὰρ οὐδʼ ἐκεῖνο ἔχει λόγον, αὐτοὺς μὲν ἡμᾶς ὀμωμοκέναι καὶ πίστεσιν ἰσχυραῖς διωρίσθαι ἦ μὴν ταὐτὰ φρονήσειν καὶ μὴ μνησικακήσειν ἀλλήλοις, Λακεδαιμονίους δʼ ὥστʼ ἀνελεῖν ἀνακινεῖν τὴν τούτων μνήμην, ἃ συγκρύψειν συνεθέμεθα, καὶ μὴ λογίζεσθαι μηδὲ σκοπεῖν ὅτι ὁ ταῦτʼ ἐξετάζων ἀκριβῶς τὸ πιστὸν τῶν συνθηκῶν ἀναιρεῖ. καὶ μὴν οὐδὲ οἱ δεδοικότες μὴ Θηβαῖοι τῶν παρʼ ἡμῶν ἁμαρτόντες βασιλέα καλέσωσι νοῦν ἔχοντα φόβον δεδίασιν. ἀλλʼ ἐμοὶ μὲν καὶ ἄτοπα δοκοῦσι πεπονθέναι, φοβούμενοι μὲν μή τινων εὐπορήσωσι συμμάχων, ὑμᾶς δὲ πείθοντες γενέσθαι τούτοις αὐτοὺς,καὶ μὴ λογιζόμενοι τοῦτο, ὅτι βελτίους ἂν ἦσαν, εἰ δεινὸν ἐνόμιζον ταύτῃ προσγενέσθαι τινὰ Θηβαίοις ὠφέλειαν, κωλύοντες μᾶλλον ἢ πορίζοντες. νῦν δὲ ὥσπερ οὓς ἂν φοβῆταί τις μὴ ποιήσῃ τις εὖ, τούτους αἱρεῖσθαι δέον, οὐχ οἷς ἄν τις καὶ ἄλλους προσγενέσθαι συνεύξαιτο, οὕτω ταῦτα παραινοῦσι. καίτοι εἰ βασιλέα μὴ δύνανται κωλῦσαι βοηθεῖν, ἀλλʼ ὑμᾶς μὴ παρακαλεῖν ἠδύναντο. ἐγὼ δʼ οὐχ οὕτως ἀναισθήτους οὐδʼ ἔκφρονας εἶναι νομίζω Θηβαίους ὥσθʼ ὑπὲρ ἀρχῆς Λακεδαιμονίοις πολεμοῦντας βασιλεῖ περὶ δουλείας συμβαίνειν. καὶ γὰρ γελοῖον τούτους μὲν ζητεῖν ἀνελεῖν, ἵνα μὴ ἐμποδὼν αὐτοῖς ὦσιν, ἐκεῖνον δὲ καλεῖν ἐπὶ τοῖς ** ὃν ἴσασι δεσπότην ἕξοντες. τοσούτῳ γὰρ ἄμεινον περὶ ἡμῶν καὶ Λακεδαιμονίων βουλεύσονται, καλοῦντες βασιλέα σύμμαχον, ἤπερ αὐτοὶ περὶ αὑτῶν, ὅσῳ ἡμῖν μὲν τὸ ἀμύνασθαι γοῦν αὐτὸν καταλείψουσιν, αὐτοὶ δʼ οὐδʼ ὅπλα ἀνταράμενοι παραχρῆμα ὑποκύψουσιν αὐτῷ καὶ ἡμᾶς μὲν, ἐὰν ἄρα κρατήσῃ, διʼ αὐτοῦ κεκρατηκὼς ἔσται, ἐκείνους δὲ διʼ αὑτῶν ἔχων προτέρους· ταῦτα δὲ μαίνοιντʼ ἂν εἰ βούλοιντο.
καὶ μὴν εἴ τις θαρρεῖν αὐτοὺς τῇ παλαιᾷ φιλίᾳ καὶ συμμαχίᾳ πρὸς τὸν βάρβαρον ἡγεῖται, ταῦτα μάλιστα φοβήσονται. ἐπίστανται γὰρ τότε καὶ πάντων ἀγαθῶν ἀνόνητοι γενόμενοι, καὶ παραχωρήσαντες ὧν εἶχον ἐκείνῳ, πρότερον μὲν αὐτὸν τὸν βασιλέα, μετὰ ταῦτα δὲ Μαρδόνιον δεξάμενοι τὸν ὕπαρχον αὐτοῦ, ὃς ἐγκαθήμενος μετὰ τῆς ἵππου καὶ στρατιᾶς ἀπείρου τὰ μὲν φθείρων, τὰ δὲ
καρπούμενος αὐτῶν διετέλει τὴν χώραν, τῇ πόλει δʼ ἐχρῆτο στρατοπέδῳ, παρρησίας δʼ οὐδʼ ὁτιοῦν οὐδενὶ μετεδίδου· ὥστʼ εἶναι μηδὲν ἀθλιώτερον ἐν τῷ τότε καιρῷ Θηβαίων, ὄνειδος μὲν ἐν τοῖς Ἕλλησιν ἐχόντων, ἐπιτριβομένων δὲ κακῶς ὑπὸ τῶν βαρβάρων. οὔκουν βουλήσονται τοιαύτης κακοδαιμονίας πάλιν ἐλθεῖν εἰς πεῖραν, οὐδὲ δεηθῆναι βασιλέως καταπέμψαι σφίσιν ἄνδρα, ὃς ἐγκαθίσας εἰς τὴν Βοιωτίαν καὶ ἡγεμὼν τοῦ πολέμου γενόμενος γρύζειν οὐκ ἐάσει σφᾶς. εἶτα καὶ νενικηκότες νίκηντοιαύτην καὶ λαμπροὶ γεγονότες φύγοιεν ἂν, οἶμαι, ταπεινὸν οὕτω σχῆμα λαβεῖν, ὥστʼ ἐπὶ τὸν βάρβαρον καὶ κηλῖδα παλαιὰν ἐπανελθεῖν. ὅλως δʼ οὐκ ἔχει λόγον ἡ ὑπόνοια αὕτη. ὅπου γάρ ἐστι δυοῖν θάτερον, ἢ κρατήσαντας αὐτοὺς ἄλλῳ κεκρατηκέναι καὶ καθʼ αὑτῶν, ἢ κρατηθέντας, ὅπερ καὶ πρότερον συνέβη, καταλειφθῆναι καὶ ἐφʼ ἡμῖν εἶναι, πρὸς πότερον τούτων δέοιντʼ ἂν βασιλέως; καὶ μὴν νῦν μὲν ἐὰν πληγῶσι, προσδοκίαν τινὰ ἕξουσι διʼ ἡμῶν πάλιν σωθήσεσθαι, ὥσπερ αὐτούς τε ἔμπροσθεν καὶ νῦν τοὺς Λακεδαιμονίους τοῦτο πεπονθότας εἰδότες. ἔσονται· ἐὰν δὲ τὸν βάρβαρον καλέσαντες ἀποτύχωσιν, ἀπολούμενοι καθαρῶς ἐπίστανται. πῶς οὖν οὐχ ὃ τὴν μὲν νίκην καθαρὰν, τὴν δὲ συμφορὰν εὔελπιν αὐτοῖς παρίστησιν, αἱρήσονται καθʼ αὑτοὺς ἀγωνίζεσθαι μᾶλλον ἢ ὃ τὴν εὐτυχίαν ἀνόνητον ποιοῦν ἀνήκεστον ἕξει τὸ πρᾶγμα, τὸν βασιλέα κοινωνὸν παραλαβεῖν; εἶτα καὶ εἰς ἀνάγκην κατακέκλεινται τοῦ μηδʼ ἂν βούλωνται παραφρονῆσαι. οἱ γὰρ νῦν μετʼ αὐτῶν ὄντες Ἠλεῖοι καὶ Ἀρκάδες, ἂν
ἐπαγομένους αὐτοὺς τὸν βάρβαρον αἴσθωνται, εὔδηλόν ἐστιν ὡς οὐ μενοῦσιν, ἀλλʼ ὑπόψονται καὶ φυλάξονται, τοῦτο μὲν τὸν κίνδυνον εἰδότες ἔσχατον ἥξοντα αὐτοῖς, τοῦτο δὲ τὴν ἀδοξίαν, εἰ πρὸς ὃν πρότερον μετὰ τῶν τὰ δίκαια φρονούντων Ἑλλήνων παρετάττοντο, τοῦτον νῦν Θηβαίοις συνεπασκήσουσιν αὐτοί. μᾶλλον δή μοι δοκοῦσι Θηβαῖοι διὰ τοὺς ὑπάρχοντας νῦν συμμάχους ἀμελήσειν βασιλέως ἢ διʼ ἐκεῖνον τούτους παρόψεσθαι. ὅλως δὲ, ὦ Ἀθηναῖοι, εἰ νῦν σώων ὄντων Λακεδαιμονίων δεδοίκαμεν μὴ τῷ βασιλεῖ προσθῶνται Θηβαῖοι, τί ποιήσομεν ἡνίκʼ ἂν μηδὲ τούτους ἔτι κοινωνοὺς ἔχωμεν, ἀλλὰ μόνοι μεταξὺ Θηβαίων καὶ τῶν βαρβάρων ἀπολειφθῶμεν; εἰ μὲν γάρ ἐστί τις ὑμῖν ἐγγυητὴς ἰσχυρὸς, ὡς ἂν Θηβαῖοι Λακεδαιμονίους ἀνέλωσιν, οὐχ ὑμεῖς εὐθέως αὐτοῖς ὑποκείσεσθε, οὐδʼ ἐπὶ τὴν πόλιν ἥξουσι ταύτην· δεινὸν μὲν νὴ τὸν Δία τὸν ἐλευθέριον τὸν Πλαταιᾶσι καὶ τὰ μνήματα τῶν ἐκεῖ πεσόντων κοινῶν ἀμφοτέροις προγόνων περιιδεῖν τὴν Λακεδαιμονίων πόλιν ἐκπεσοῦσαν ἐκ τῆς Ἑλλάδος, καὶ ταῦθʼ ὑπὸ Θηβαίων, οὐ μὴν ἀλλʼ ἔμοιγε τετολμήσθω τοῦτο τὸἀσέβημα τῷ λόγῳ, προώμεθα, ὦ Ἀθηναῖοι, καὶ περιίδωμεν μηδένα ὑπόλογον θέμενοι, βούλεσθε εἴπω καὶ συνεξέλωμεν; ἢ τοῦτο μὲν οὐδαμῶς; εἰ δʼ οὐδέπω τοσαύτην οἰκειότητα καὶ συνήθειαν ἔχει τὰ πρὸς ἡμᾶς πεπραγμένα Θηβαίοις, ὥστʼ εἶναι μείζω καὶ πλείω τῶν πρότερον πρὸς Λακεδαιμονίους αὐτοῖς ὑπαρχόντων, ὧν νῦν εἰσι πόρρω τοῦ μεμνῆσθαι, εὐτυχίας δὲ οὐδεὶς κόρος ἐστὶν ἀνθρώποις, ἀλλʼ οἱ τὰ μέγιστα κατορθώσαντες μεγίστων γλίχονται, δυναστείας τε ἐπιθυμοῦντας πολὺ μᾶλλον τὴν ἡμετέραν
πόλιν ἢ τὴν Λακεδαιμονίων εἰκός ἐστιν αὐτοὺς δεδιέναι καὶ διὰ φρόνημα καὶ διʼ ἐμπειρίαν πραγμάτων καὶ διʼ ὀξύτητα καὶ τὴν ἐπὶ πᾶσι παρουσίαν ἄοκνον, τοῦτο δʼ ὑπειληφότας ἐκποδὼν ποιῆσαι ζητεῖν ἕπεται, ἐφʼ ἅπασί τε πίστις ἀκριβὴς οὐχ ἡ μὴ βουλήσεσθαί τινα ἀδικήσειν, ἀλλʼ ἡ μηδʼ ἂν βούλωνται δυνήσεσθαι παριστᾶσα· εἰ ταῦθʼ οὕτω φαίνεται, τί κωλύει Λακεδαιμονίους ὁμοῦ σώζειν καὶ τὴν πόλιν διʼ ἀσφαλείας ποιεῖσθαι καὶ δόξαν φιλανθρωπίας, μεγαλοψυχίας, ἀνδρείας προσλαβεῖν; ἐν γὰρ τῷ σῶσαι μὴ μνησικακήσαντας τρία ταῦτʼ ἐστὶν εἰς φιλοτιμίαν τείνοντα.πρὸς τοίνυν τὸ μὴ παρεῖναι Λακεδαιμονίους ὑπὸ τὴν αὐτὴν τύχην ἡμῖν, καὶ τῇ μὲν ψήφῳ δεῖν σῶσαι, τοῖς δὲ ὅπλοις ἀπολέσαι, καὶ πρὸς ταύτην τὴν ἀκριβολογίαν, μᾶλλον δʼ ἀπορίαν, ὀκνῶ γὰρ εἰπεῖν ἀποπληξίαν, οὐ χαλεπὸν εὑρεῖν ἁπλοῦν καὶ σαφῆ λόγον. εἰ μὲν ἦν, ὦ Ἀθηναῖοι, ταμιεύσασθαι, καὶ μέχρι τούτου κακῶς διαθεῖναι παρὰ τὸν πόλεμον αὐτοὺς, μέχρι τοῦ πρὸς σύμβασιν ἐγχωρεῖν διατηρῆσαι, τάχα ἂν ταῦτά τις ἤκουσεν· οὐκ ὄντος δʼ ἐφʼ ἡμῖν οὕτω τὸν πόλεμον τεμεῖν, τί ποιήσομεν, ἐὰν ἅπαξ ὑπερβάλωμεν; ἢ μεταγνωσόμεθα; καὶ τί πλέον τοῦ καιροῦ παρελθόντος; ἐπεὶ καὶ νῦν μία δή που μάχη πάντʼ αὐτοὺς ἀφῄρηται, τοὺς συμμάχους, τοὺς εἵλωτας, τὴν παρὰ τῶν περιοίκων πίστιν, ἁπλῶς τὴν
τάξιν ἐφʼ ἧς βεβηκότες ἦσαν. τὸ δὲ προσπταῖσαι τοῖς σαθροῖς ῥᾳδίαν ποιεῖ τὴν αἴσθησιν. ἂν οὖν πάλιν ἄλλην μάχην μίαν κρατηθῶσιν οἱ λοιποὶ, τί κωλύει μιᾶς ἡμέραςμέρει μικρῷ πάντα τἀκείνων ἐξεληλέγχθαι, καὶ τοὺς μὲν ἐν ἡλικίᾳ τεθνάναι πάντας, τὴν πόλιν δὲ εἰλῆφθαι, καὶ ταῦτα ἀτείχιστον οὖσαν, παῖδάς τε καὶ γυναῖκας ἄγεσθαι, διαπεπρᾶχθαι δὲ, ὡς εἰπεῖν, τὸ πρᾶγμα πρὶν ἐλθεῖν εἰς βουλὴν καὶ λόγον; ἐπεὶ καὶ νῦν ἐπὶ τοῦτʼ αὐτὸ δή που καλοῦσιν ὑμᾶς Θηβαῖοι, ὥστε συνανελεῖν αὐτούς. ἐπὶ τί γὰρ καὶ φῇ τις ἕτερον, ὅπου περὶ τῆς πόλεως αὐτῆς ὁ λόγος γέγονε; δεῖ τοίνυν ἤδη βεβουλεῦσθαι καὶ μὴ περιμένειν τὰ μηδαμοῦ γενησόμενα. νὴ Δίʼ ἄπιστοι γὰρ Θηβαίοις δόξομεν εἶναι μὴ βοηθήσαντες. πολὺ δέ γε μᾶλλον, ἂν βοηθήσαντες μὴ ποιῶμεν ἐφʼ οἷς παρελήφθημεν. τί οὖν κωλύει, ταῦτα ἂν ἐκείνοις δοκῇ, συναινεῖν; οἷόν τι λέγω, κατασκάπτειν τὴν πόλιν, ἀνδραποδίζεσθαι, παῖδας καὶ γυναῖκας ἀποκτιννύναι πάντας. ἐπὶ γὰρ ταῦτα καλοῦσι. θήσω τοίνυν ἐγὼ καὶ μενεῖν ἡμᾶς τὸ πρᾶγμα καὶ μὴ φθάσειν προδιαφθαρέντας ἐκείνους, καὶ ψῆφον προτεθήσεσθαι, ὥσπερ ἀναγκαίᾳ τινὶ περιόδῳ τοῦτο ὀφειλόμενον τοῖς πολεμίοις ἅπασιν· ἂν οὖν ἡμῶν σώζειν τοὺς Λακεδαιμονίους τιθεμένων ψῆφον μὴ πείθωνται, μηδὲ συγχωρῶσιν οἱ Θηβαῖοι, τοῦτο δʼ οὐδὲ ἀποδείξεως δεῖται, ἆρα ἄλλο τι λοιπὸν ἔσται ἢ διεστάναι καὶ δυσχερῶς ἔχειν; οὐκοῦν ἀρχὴ πολέμου καὶ πραγμάτων αὕτη, Λακεδαιμόνιοι δʼ ἢ προαπολώλασιν, ἐὰν τὰ Θηβαίων νικᾷ, ἢ μενοῦσι τὴν τοῦ πολέμου κρίσιν, ἂν ἐξελέσθαι δυνηθῶμεν αὐτούς.
ἀνάγκη γὰρ ἢ παθόντων τι παρὰ γνώμην τὴν ἡμετέραν ἡμᾶς ἐπὶ τοὺς Θηβαίους ἔρχεσθαι, ἢ διατηρηθέντων ὑφʼ ἡμῶν, τούτους ἐφʼ ἡμᾶς ὑπʼ ὀργῆς ἰέναι. πότερʼ οὖν βέλτιον ὑπὲρ τῆς σκιᾶς τῆς Λακεδαιμονίων ὕστερον πολεμεῖν Θηβαίοις ἢ κοινωνεῖν ἡμῖν μὴ δυναμένων, ἢ παντελῶς ἀπολωλότων, ἢ τὸν ὀρθὸν καὶ γενναῖον πόλεμον πολεμεῖν ὑπὲρ αὐτῶν, ἕως εἰσὶν ἔτι σῶοι; ἐγὼ μὲν οἶμαι τοῦτο. εἰ δὲ μὴ τῆς αὐτῆς τύχης ἧσπερ ἡμεῖς πεπείρανται, τοῦτο καὶ μάλιστα ὑπὲρ ὑμῶν ἐστιν. ὅτι μὲν γὰρ εἰς πολὺ χείρω βουληθέντων ὑμῶν ἥξουσιν ἅπασι δέδεικται·κωλύσαντες δὲ ὑμεῖς τὴν μὲν τιμωρίαν εἰληφέναι τῷ βουληθέντες ἂν δυνηθῆναι ῥᾳδίως, τὴν μεγαλοψυχίαν δὲ ἐνδεδεῖχθαι τῷ μὴ δεδεῆσθαι δόξετε· ὥστʼ ἀνθʼ ἑνὸς ἀμφότερʼ ἕξετε, καὶ τὴν τιμωρίαν καὶ τὸ πρᾶοι δοκεῖν εἶναι, τοῦτο δὴ τὸ ἐξ ἀρχῆς ὑμέτερον.
καὶ μὴν ὅτι γε, ὦ Ἀθηναῖοι, καὶ πολλῷ δεινότερά εἰσι πεπονθότες ὧν ὑμᾶς εἰργάσαντο αὐτοί ποτε ῥᾳδίως δείξω. ἡμεῖς μέν γε ποιοῦντες καὶ πάσχοντες ὡς εἰπεῖν διεγενόμεθα ἐν πολλοῖς ἀγῶσι καὶ μάχαις κακῶς ἀλλήλους, οἱ δὲ μιᾷ κρατηθέντες πάντων ἀφεστᾶσι. δῆλον τοίνυν κἀκεῖθεν· ἡμᾶς μὲν γὰρ τῆς κατὰ θάλατταν ἡγεμονίας ἀπεστέρησαν, αὐτοὶ δʼ ἀμφότερα σχόντες προεῖνται νῦν. ὥστʼ εἰ τὸ πλειόνων στέρεσθαι μείζονός ἐστι συμφορᾶς δεῖγμα, μείζων ἐστὶν ἡ νῦν Λακεδαιμονίων τῆς πρότερον ἡμᾶς περιστάσης. οὐ τοίνυν οὐδὲ τὴν τάξιν τῆς συμμαχίας τῆς πρὸς τοὺς Θηβαίους ἐπινοῶ. προεστᾶσι μὲν γὰρ, ὡς ὁρᾶτε, αὐτοὶ τοῦ πολέμου, δέονται δʼ ὑμῶν ἐν προσθήκης μέρει. τὸ μὲν τοίνυν ἐκείνοις συγχωρεῖν ἡγεῖσθαι αὐτοὶ κρίνατε ὁποῖόν τί ποτʼ ἐστὶν ὑμῖν, μνημονεύοντες τοῦ τροπαίου, ὅ ποτʼ ἐστήσατε ἐν Οἰνοφύτοις·
τὸ δʼ αὐτοὺς ἀξιοῦν προΐστασθαι μὴ ἀγνωμοσύνη σαφὴς ᾖ. τὸ γὰρ κληθέντας ὑπʼ ἐκείνων, κἀκείνων τῶν τὰ μέγιστα ἐξειργασμένων ὄντων ἀμφισβητεῖν περὶ τῆς προστασίας οὐκ ἔξω ταύτης τῆς αἰτίας εἶναι δόξει. τοὺς δʼ ἐπειγομένους καταπολεμῆσαι τοὺς Λακεδαιμονίους καὶ μὴ δεῖν ἀνεῖναι λέγοντας τοῦτʼ ἐρωτῆσαι βούλομαι, ἂν μὴ διδῶσι τὴν ἡγεμονίαν ἡμῖν οἱ Θηβαῖοι, κελεύετε συμμαχεῖν αὐτοῖς ἐν ὑπηκόων τάξει; νὴ Δίʼ ἀλλὰ δώσουσιν. οὐχ οὗτοί γε, ἕως ἂν ὁρῶσι τὰς Λακεδαιμονίων ἀσπίδας παρʼ αὑτοῖς κρεμαμένας. εἰ δʼ ἐπʼ ἀμφότερα ἔστʼ εἰκάσαι, πόθεν καὶ πῶς τἀκριβὲς εἰσόμεθα; διδόντων μὲν γὰρ ὡς οὐδὲν μᾶλλον χρὴ τούτοις πολεμεῖν ἔστʼ εἰπεῖν, οὐ συγχωρούντων δὲ τίς ἂν φαίη δεῖν ἀνέχεσθαι; ἂν οὖν ἡμῖν συμβῇ κρῖναι μὲν τοῖς Θηβαίοις προσθέσθαι, γενομένης δʼ ἧς λέγω διαφορᾶς διαστῆναι, ἆρα ἄλλο τι συμβεβηκὸς ἔσται ἢ καὶ τούτους περιεορακέναι, καὶ πρὸς ἐκείνους ἐν προσκρούσμασι καὶ μέμψεσιν εἶναι, καὶ μήτʼ ἐπὶ τούτουςἐπανελθεῖν εἶναι μήθʼ ὅ τι χρὴ ποιεῖν ἔχειν εὑρεῖν; ἂν δὲ δὴ τοῦτο νικήσῃ πᾶσι συνδόξαν, ἑκάστους ἐκ περιτροπῆς ἡγεῖσθαι, οἷον Θηβαίους, Ἀργείους, Ἠλείους, Ἀρκάδας, ὑμᾶς, καλόν γε ὄντας Ἀθηναίους διαλαγχάνειν πρὸς τοὺς πάντας ἀνθρώπους περὶ τῆς ἡγεμονίας, καὶ ἄρχειν τῶν Ἑλλήνων ἐκ περιτροπῆς, ὥσπερ ἄλλην τινὰ μοῖραν ἢ ἔρανον διῃρημένους. καὶ πότερον βέλτιον τὸ πέμπτον μέρος μεταλαμβάνειν, ἂν οὕτω τύχῃ, τῆς προστασίας, τὰ δʼ ἄλλα πάντα ἀρχομένους διατελεῖν ὑφʼ ὧν εἶπον, ἢ Λακεδαιμονίους ἐφʼ ἡμισείᾳ προσδέξασθαι καὶ δύʼ εἶναι μέρη
προεστηκότα, εἰς ἅπερ ἐξ ἀρχῆς ἡ Ἑλλὰς διῄρηται; οὐ γὰρ μὴ Φλιάσιοί γε ὑμῖν ἀμφισβητήσωσι δέδιτε, καὶ οὔπω λέγω δεῖν ἐπὶ τούτῳ δέξασθαι τοὺς Λακεδαιμονίους· οὐχ ὁρίζω τοῦτο, ἀλλὰ μάλιστα μὲν οἶμαι καὶ καθάπαξ αὐτοὺς παραχωρήσειν· καὶ νὴ Δίʼ ἔγωγε κελεύω, εἴπερ ὡς ἀληθῶς ἡμῶν δέονται καὶ τῆς σεμνότητος καθυφείκασί τι, ἢ φήσαιμʼ ἂν τοῖς πρέσβεσιν αὐτῶν τοὺς Θηβαίους αἱρήσεσθαι, ἐὰν ἐκεῖνοι ταῦθʼ ὑπακούωσιν, εἰ δὲ μὴ, μετριώτερον, ὦ Ἀθηναῖοι, Λακεδαιμονίους ἐξ ἴσου δέξασθαι ἢ τοιαύτην ἀκρισίαν κοινωνίας ὑποστῆναι Θηβαίοις. οἶμαι τοίνυν κἀκεῖνο προσήκειν ὑμῖν σκοπεῖν, ὅπως μὴ εἰς τὰς αὐτὰς αἰτίας Λακεδαιμονίοις ἔλθητε, μηδʼ ἃ μέμφεσθε δικαίως, ταῦτα μιμήσεσθε. ἔστι τοίνυν τούτων οὐ μικρὸν κατηγόρημα, ὅτι Θηβαίοις τουτοισὶ συνεξεῖλον Πλαταιὰς καὶ παρέδοσαν, καὶ πάλιν τὸ τελευταῖον, ὅτι τοὺς Ἴωνας ἐκδότους ἐποίησαν ἐν ταύταις ταῖς συνθήκαις ταῖς πρὸς βασιλέα. μὴ τοίνυν ὑμῖν τὸ τὴν Σπάρτην Θηβαίοις συνεξελεῖν καλὸν οἴεσθε λόγον σχήσειν, μηδὲ Λακεδαιμονίοις ἐγκαλοῦντες, ἐπειδήπερ τοὺς ἀποίκους ὑμῶν ἐξέδοσαν τῷ βασιλεῖ, αὐτοὶ Θηβαίοις ἐκδῶτε ὑμᾶς αὐτούς· ἐκδώσετε δὲ, ἂν πρὸς οὓς ἄσχολοι νῦν εἰσι Λακεδαιμονίους, τούτους ἐκποδὼν αὐτοῖς θήσετε. μικρὸν δʼ ἔτι προσθήσω· εἰ μὲν εὐπορήσουσιν ἑτέρων Λακεδαιμόνιοι συμμάχων ὑμῶν ἁμαρτόντες, τις ἂν μείζων αἰσχύνη γένοιτο τῶν πασῶν ἢ τὸ πρῶτον μὲν ἐζητηκέναι τινὰς ἄλλους, εἶτα καὶ ἀνευρηκέναι τοὺς συνδιατηρήσοντας τὴν Σπάρτην αὐτὴν, ὄντων Ἀθηναίων, εἰ δʼ οὐδένων ἑτέρωντεύξονται βοηθῶν, ὑμῖν οὐκ ἀμελητέον, οὓς ἔχουσι μόνους. εὔχομαι δʼ αὐτοῖς, εἰ μὲν ὑμεῖς συναγωνιεῖσθε,
σωτηρίαν καὶ κράτος· εἰ δʼ ἐγκαταλείψετε, ἀπολεῖσθαι μᾶλλον ἢ διʼ ἑτέρων ἀνενεγκεῖν, ἵνα καὶ ἁπλοῦν ἡμῖν τοὔνειδος ᾖ. ἐμοὶ μὲν ταῦτʼ ἔδοξεν ἀμφότερα ἐξετάζοντι· ἔτι δὲ, ὦ Ἀθηναῖοι, καὶ ὑμῖν δεικνύοιτʼ ἂν ἤδη τό γʼ ἐμὸν μέρος.