Orationes 34
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
αὐτοῖς, τί ἐποίησαν ὁρῶντες φεύγοντας ἡμᾶς πεζοὺς καὶ τραυματίας οὐκ ὀλίγους ἀπολελοιπότας; ἆρʼ ἐβοήθησαν, ἢ μετετάξαντο; οὐ μὲν οὖν ἀπέστησαν πρὶν παρέδωκαν οἱ στρατηγοὶ σφᾶς αὐτοὺς καὶ τὸ στράτευμα αὐτοῖς. τηνικαῦτα δὲ τοὺς μὲν ἀπέκτειναν, τοὺς δʼ ὅπως αὐτοῖς ἔδοξεν οὕτω μετεχειρίσαντο, καὶ οὐ προσέθηκα ὅτι σπονδῶν οὐσῶν πρὸς ἡμᾶς αὐτοῖς, ἃς ὅτε τοὺς αἰχμαλώτους ἐκομίζοντο ἐποιήσαντο. οὐκοῦν ὅταν καὶ νῦν ἡμῖν μετὰ Θηβαίων ἐπιοῦσι παραδῶσιν ἑαυτοὺς ἐν τῷ μέρει καὶ εἰς ἃ τότʼ ἤγαγον Νικίαν ἀφίκωνται, τότε μὴ μιμησώμεθα αὐτοὺς, ἀλλʼ ὑπερβαλώμεθα τῇ μεγαλοψυχίᾳ διατηρήσαντες· πρότερον δὲ μὴ κατεπειγώμεθα, μὴ μεταγνῶμεν. οἶμαι τοίνυν κἀκεῖνο δεῖν προσκοπεῖν, ὅπως μὴ τρέψομεν, ὦ Ἀθηναῖοι, Θηβαίους πρὸς ὃν οὐ βουλόμεθα· εἴπω σαφῶς; βασιλέα. οὐ γὰρ ἔσθʼ ὅπως ἡσυχάσουσιν ἁμαρτόντες ἡμῶν, ἀλλʼ ἐπʼ ἄλλον τινὰ ἥξουσιν· οὗτος δʼ ἐκεῖνος γένοιτʼ ἂν αὐτοῖς. ὅπου γὰρ νῦν ἐπὶ Λακεδαιμονίους ὑμῶν δέονται, πῶς οὐκ ἐφʼ ὑμᾶς γε ὁμοῦ καὶ Λακεδαιμονίους βασιλέως δεήσονται; ἀλλὰ μὴν εἰ τοῦτʼ ἔσται, πῶς καλῶς ἢ δικαίως περὶ τῶν Ἑλλήνων βεβουλεῦσθαι φήσομεν, σαφῶς οὕτως τὸν βάρβαρον αὐτοῖς ἐπενηνοχότες; εἶτα Λακεδαιμόνιοι μὲν ἐν μυχῷ τῆς Πελοποννήσου καὶ δεινοὶ τὸ κατὰ σφᾶς ἀεὶ ζητεῖν, ἡ δʼ Ἀττικὴ πρόκειται ἔνθεν μὲν Θηβαίοις, ἐκ θαλάττης δὲ τῷ βασιλεῖ· καὶ κατὰ τὴν παλαιὰν στρατείαν ἐνταῦθα ὁ πᾶς πόνος καὶ ἡ τριβὴ συνηνέχθη. μὴ τοίνυν
Λακεδαιμονίους παρὰ καιρὸν οἰκτείροντες ἄκαιρον πόλεμον τῇ πόλει μηδὲ τοῖς Ἕλλησι περιστήσωμεν, ἀλλʼ ὑπομείνωμεν προστάται μᾶλλον τοῦ πρὸς Λακεδαιμονίους πολέμου γενέσθαι ἢ ʼκείνους ἀπαλλάξαντες αὐτοὶ πράγμασι καὶ κακοῖς ἀνυποστάτοις συνέχεσθαι. ἐμοὶ μὲν ταυτὶ περὶ τούτων δοκεῖ· γενοίμην δʼ ἐπὶ Λακεδαιμονίοις, εἴ τι τῇ Θηβαίων εἶπον εὐνοίᾳ καὶ μὴ καθαρῶς ὑπὲρ ὑμῶν ἅπαντα.