Orationes 34
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἀποδύρασθαι; τί δὲ τῆς ψήφου τῆς ἐκείνων ἀναμιμνήσκειν, ἣν ὅτε τοῖς ὅπλοις οὐκ ἐχρώμεθα ἡμεῖς, τότʼ ἤνεγκαν, οὐ πρότερον; εἶθʼ οὓς καὶ αὐτοὶ ψήφῳ σώσαιμεν ἂν, κατὰ τούτων τοῖς ὅπλοις χρησόμεθα; νὴ Δίʼ εἰκότως, ἵνα γε τῇ ψήφῳ σώσωμεν. δεῖ γὰρ αὐτοὺς εἰς τὴν αὐτὴν τύχην ἐλθεῖν, εἴπερ τὴν αὐτὴν ψῆφον ἀνταπολήψονται παρʼ ἡμῶν. ἔτι τοίνων καὶ ἐναντίος ἐστὶν οὗτος ὁ λόγος τῆς βοηθείας, ὑπὲρ ἧς οὗτοι λέγουσιν. ὥσπερ γὰρ εἰ μηδὲν ἦν ὑπόλοιπον, ἀλλὰ ψήφου μόνης καιρὸς ἦν, ἔδει σώζειν αὐτοὺς, ἐπειδήπερ ἀρκούντως ἐτετιμωρήμεθα, οὕτω νῦν καθαιρετέον καὶ καταγωνιστέον ἐστὶν, ἐπειδήπερ ἀντέχοντες ὁρῶνται. ταύτης μὲν οὖν τῆς φιλανθρωπίας συνεύχομαι τὸν καιρὸν ἐλθεῖν· τῶν δὲ παρόντων πραγμάτων οὔ φημι δεῖν ἐκκρουσθῆναι διὰ ῥημάτων εὐπρέπειαν, οὐδʼ ἀνεῖναι Λακεδαιμονίους βεβλημένους, οἵ γε, ὑμᾶς ἂν ἐκφεύγωσιν, ὕστερον οὐχὶ ληφθήσονται. πρὸς Διὸς, πόσου ποτʼ ἂν ἐπρίασθε, ὅτε ἤρχεσθε ὑπʼ αὐτῶν καὶ ὑβρίζεσθε ὑπὸ τῶν τυράννων, εἰς τοιοῦτον καιρὸν περιστῆναι τὰ πράγματα καὶ τοιαύτην λαβὴν ὑμῖν παραπεσεῖν; ἐγὼ μὲν κἂν τῆς σωτηρίας. εἰ δέ τις τὸ τῶν Λακεδαιμονίων ὄνομα
ἢ τὰ σεμνὰ τῆς χώρας ἐν αἰδοῖ ποιεῖται, καὶ δεινὸν αὐτῷ τι φαίνεται καὶ σχέτλιον τὴν ἐπʼ Εὐρώτᾳ γῆν πειραθῆναι πολεμίων ἐμβολῆς, οὐδὲν ἀτιμοτέρα τῶν παρʼ ἐκείνοις τόπων Ἐλευσὶς αὕτη, τὸ Θριάσιον, Ἀχαρναὶ, τὰ ἄλλα ὅσα μυριάκις κατατέτμηται. ταῦτʼ οὖν αὐτὸν παραμυθείσθω καὶ ῥᾷον οἴσει. οὐ γὰρ δή που τὸ μὲν δῃοῦν Λακεδαιμονίοις ἀποδώσομεν, τὸ δʼ ἡσυχάζειν πορθουμένους ἡμῖν ἀποκείσεται, ὥσπερ τῇ μὲν Ἀττικῇ σύνηθες ὂν τὸ φθείρεσθαι, τῇ δὲ ἐκείνων γέρας τι καὶ τιμὴν ἀνεῖσθαι τὸ μόνην ἐξαίρετον εἶναι τῶν τοῦ πολέμου κακῶν. ἀλλʼ εἴ γέ τινα ἔδει χώραν ἀπαθῆ τούτων εἶναι, τὴν ἡμετέραν ἔδει. καὶ γὰρ ἡ πρώτη καρποὺς ἐνεγκοῦσα καὶ μεταδοῦσα τοῖς Ἕλλησιν, οὐ μόνον Λακεδαιμονίοις, ἐστὶν αὕτη, καὶ ὁ θεὸς ταύτην μητρόπολιν τῶν καρπῶν εἴρηκεν, οὐ τὴν Λακεδαιμονίων, καὶ τἄλλα ὅσα θεῖα ταύτῃ παρὰ πάντων ἐπιφημίζεται, οὐ τῇ Λακεδαιμονίων· καὶ διὰ ταύτην καὶ τοὺς ταύτης ἐνοίκους ἀδῄωτος ἡ τῶν ἄλλων ἔμεινε γῆ.