Orationes 34
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
λαμβάνειν τοῖς ἡττωμένοις αὑτὸν προσνείμειεν ἐξαίφνης. ἄνθρωπε, ῥιπτεῖς ἔχων; ναὶ, φησίν. ἀλλὰ Θηβαῖοι τῆς δόξης κληρονομήσουσι νὴ Δίʼ, ἐάν γε ἡμεῖς ἀπολειφθῶμεν. ἀλλʼ ἐκεῖνοι τὸν πόλεμον ἀνειλήφασιν. οὐκοῦν ἐν προσθήκῃ γενέσθων, ἡμεῖς δὲ ἀναδεξώμεθα τὴν προστασίαν.
καὶ μὴν οὐδʼ ἀδοξότερον δή που τὸ βοηθεῖν τοῖς καλέσασιν ἢ τὸ καλεῖν τοὺς βοηθήσοντας. οὐ γὰρ οἱ μείζους ἐπὶ τοὺς ἐλάττους καταφεύγουσιν, ἀλλὰ τῶν μειζόνων οἱ φαυλότεροι δέονται. διὸ τῶν ἐκβάντων κατὰ τούτους ἡ δόξα νικᾷ. θαυμάζω δʼ εἴ τις τὸ μὲν τῆς νίκης καὶ τῶν κατορθωμάτων κοινωνεῖν τὴν πόλιν αἰσχρὸν ἡγεῖται, τὸ δὲ τὴν τῶν ἀτυχημάτων καὶ τῆς ἥττης τάξιν λαβεῖν ἔντιμον νομίζει, καὶ σὺν ἄλλοις μὲν κρατῶν αἰσχύνεται, κληρονομῶν δὲ τῆς ἑτέρων συμφορᾶς καλοῦ καὶ λαμπροῦ σχήματος ἡγεῖται μερίτης ἔσεσθαι. εἰ δʼ ὅτι Θηβαίοις ἤδη τὰ μείζω προεξείργασται, διὰ τοῦτʼ ἀποκνήσομεν, τοὐναντίον οὗ δεῖ πεισόμεθα. νυνὶ γὰρ ὥσπερ ὕλην ἐκκόψαντες ἐκεῖνοι καὶ προκαθήραντες εὔπορον τὴν ὁδὸν ἡμῖν καὶ ῥᾳδίαν πεποιήκασι καὶ τῶν πραγμάτων καὶ τῶν δυσχερῶν καθʼ αὑτοὺς ἀπολαύσαντες τὴν ἐπὶ τῷ τέλει δόξαν ἡμῖν τετηρήκασιν· οὗ σπανιώτερον οὐδέν ἐστιν εὐτύχημα, ἢ διὰ τῶν ἑτέροις πεπονημένων εὐδοξίαν οἰκείαν πορίσασθαι δικαίως. μόνοις δʼ οὐχὶ νομίζω τοῖς ἀπέχειν τὴν δίκην ἡμᾶς τὴν παρὰ Λακεδαιμονίων φάσκουσιν εἶναι ταῦτα λέγειν. εἰ γὰρ Θηβαίων τοὔργον ποιοῦνται καὶ οὐδὲν εἶναι ταῦτα πρὸς ἡμᾶς φασι, πῶς λέγουσιν εἰληφέναι τὴν δίκην ἡμᾶς; δῆλον γὰρ ὅτι Θηβαίοις μὲν ἂν δεδωκότες εἶεν, ἡμῖν δʼ ὀφείλουσιν. οὐκοῦν εἰ μὲν αὐτοὶ διʼ ἡμῶν αὐτῶν τετιμωρήμεθα αὐτοὺς, κἂν ἀποχρῆν εἶπέ τις· Θηβαίων δὲ τῶν κεκρατηκότων ὄντων οὐκ ἔνεστιν εἰς τὸ φάσκειν ἐξαρκεῖν καταφεύγειν. αὐτὸ γὰρ ἂν τοῦτο καὶ πάνδεινον εἴη, εἰ Θηβαῖοι μὲν εἰς ἔχθραν αὐτοῖς ἐλθόντες δίκην ἠδυνήθησαν λαβεῖν ὑπόγυιον, ἡμεῖς δʼ ὄντες οἵπερ ἐσμὲν ταυτὸν τοῦτʼ οὐχὶ ποιήσομεν ἐκ πολλοῦ προοφειλόμενον αὐτοῖς. ὅλως δὲ μήτοι νομίσητε, ἂν νικᾷ τις Ὀλυμπίασι τὸν ὑπʼ ἄλλου του συγκοπέντα ἥττω φιλοτιμίαν ἔχειν