Orationes 34

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

διʼ ὃν τῆς μὲν χρείας ἀεὶ δούλους εἶναι, τῶν δʼ εὐεργετῶν δεσπότας, ἂν τύχωσι, γίγνεσθαι δοκεῖ μοί τις αὐτοὺς ἂν εἰπεῖν ὀρθῶς. ἆρʼ οὖν οὐδὲ Θηβαίους ἔστʼ εἰκὸς ἡμῖν χάριν εἴσεσθαι, ἂν μετὰ τούτων ἐπʼ ἐκείνους ἔλθωμεν; ἀλλὰ μάλιστα μὲν εἰ καὶ γίγνοιτό τις ἀγνωμοσύνη καὶ διενεχθῆναι δέοι ψευσθέντας δόξης, Θηβαίους ἔγωγʼ ἂν ἑλοίμην τὸ ἐμαυτοῦ μέρος πολὺ μᾶλλον, οὓς καὶ πρότερον Μυρωνίδης τοὺς πρεσβυτάτους τῶν πολιτῶν ἐξαγαγὼν μετὰ πάντων Βοιωτῶν παρεστήσατο ῥᾳδίως, ἢ Λακεδαιμονίους, ὑφʼ ὧν ἃ πεπόνθαμεν ἴσμεν. χωρὶς γὰρ τῶν ἄλλων Θηβαίοις μὲν, ἐὰν ἀγνωμονῶσί τι πρὸς ἡμᾶς, πολλοὺς ἔσεσθαι τοὺς οὐκ ἐπιτρέψοντας ἡγοῦμαι, μάλιστα δʼ οἷς νῦν χρῶνται τοὺς Ἀρκάδας καὶ τοὺς Ἀργείους καὶ τοὺς ἄλλους, οἳ τοῦτον τὸν τρόπον ἂν ἴδωσιν αὐτοὺς προσφερομένους τοῖς συμμάχοις, ἀδίκημα κοινὸν ποιήσονται καὶ μιᾷ γνώμῃ πάντες ὡς ἡμᾶς μεταστήσονται. Λακεδαιμόνιοι δʼ ἂν αὐξηθῶσι διʼ ἡμῶν καὶ μὴ δικαίως μηδʼ ἁπλῶς ἡμῖν προσφέρωνται, πῶς ἀπαντήσομεν αὐτοῖς, ἢ τί ποιήσομεν; μεμψόμεθα ἐν τοῖς Ἕλλησιν; ἢ διʼ αὐτοὺς

καὶ βοήθειαν αἰτήσομεν; ἢ τί ποιήσομεν ἰσχυροτέρους αὐτοὺς φάσκοντες εἶναι; ἀλλʼ ὁ πρὸς τοῦτʼ ἂν λόγος ἐλθὼν σαφὴς καὶ γνώριμος. ὑμεῖς, ὦ καλῶς φρονεῖν φάσκοντες, τούτους τοὺς ἀνθρώπους ἐξὸν ὑμῖν εἰς πᾶν ἀσθενείας ἀγαγεῖν καὶ χρῆσθαι κοσμίοις, οὐ μόνον οὐκ αὐτοὶ τοῦτʼ ἐποιήσατε, ἀλλὰ καὶ Θηβαίους διεκωλύσατε καὶ προὔδοτε συμμάχους ὄντας. τί οὖν νῦν καταιτιᾶσθε τὴν ἰσχὺν καὶ τὴν πλεονεξίαν οὓς αὐτοὶ καθʼ ὑμῶν αὐτῶν καὶ κατὰ τῶν ἄλλων ἠσκήσατε; ὅτι δὲ, ὦ Ἀθηναῖοι, καὶ ἀδεὲς καθαρῶς τὸ γοῦν τῶν Θηβαίων ἐστὶ δέος οἶμαι δείξειν. λογίζεσθε γάρ. Θηβαῖοι πρὶν παθεῖν ὁτιοῦν ὑφʼ ἡμῶν ἀγαθὸν, μᾶλλον δὲ ἐν χερσὶν ἔτι τῶν προσκρουσμάτων ὄντων, οὐ μόνον οὐκ ἦλθον εἰς Πειραιᾶ, κελευόντων Λακεδαιμονίων, ἀλλʼ ἔτι καὶ τῆς τυραννίδος καταστάσης, ἣ καὶ μικρὸν χρόνον εἰ προσδιήρκεσεν, οὐκέτʼ ἂν ἀντέσχεν ἡ πόλις, πάντων ἄριστοι περὶ ἡμᾶς ἐγένοντο. παρασχόντες γὰρ οἰκείαν καὶ φίλην τὴν σφετέραν αὐτῶν πόλιν, ἀζήμιον καὶ ἄλυπον τὸ μετοικεῖν ἀπέφηναν,