Orationes 30
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
συνεύξασθαι μὲν, ὦ Ἀθηναῖοι, τῇ πόλει καὶ ταῦτα καὶ πόλλʼ ἕτερα ἐμοί τε ἥδιστον πάντων καὶ ὑμῖν οἶδʼ ὅτι πᾶσι πρόχειρον. ἐγὼ δὲ καὶ ὅτε πρῶτον περὶ τῶν Σικελικῶν τούτων ἐσκοπεῖσθε, βουλῆς ἀγαθῆς ᾤμην δεῖν καὶ νῦν ἔτι πλέονος· μιᾷ γὰρ ἡμέρᾳ τῇ αὐτῇ περί τε ἀρχῆς προσθήκης βουλευόμεθα καὶ περὶ σωτηρίας ἡμῶν αὐτῶν. καὶ τοὺς μὲν λόγους οὓς ἥδιστʼ ἂν ἀκούσαιτʼ οὐκ ἀγνοῶ, τὰ δὲ πράγματα ἐν τούτῳ καθέστηκεν ὥστε μηδὲ βουλομένῳ τὴν χρείαν εἶναι παρελθεῖν. πολὺ γὰρ βέλτιον αὐτὸν ὑμῖν, ἂν ἄρα συμβῇ, προσκροῦσαι πείθοντα καὶ διδάσκοντα ἢ περιιδεῖν ἡμᾶς περιπεσόντας ἡμῖν αὐτοῖς. παρασκευῆς μὲν οὖν οὕτως ἔχω καὶ γνώμης, ἀξιῶ δὲ γενέσθαι μοι μετὰ παρρησίας εἰπεῖν. εἰ μὲν γὰρ εὐθὺς ἀκούσαντας ἔδει παρὰ γνώμην τι πράττειν, καλῶς εἶχεν ἴσως φυλάττεσθαι· ἐπεὶ δὲ ἐφʼ ὑμῖν ἐστι σκεψαμένους ἑλέσθαι τῶν λεχθέντων ὁπότερʼ ἂν βούλησθε, οὐκ ὀρθῶς ἔχει φεύγειν τὴν αἵρεσιν, ἀλλὰ θέντας ἄμφω παρʼ ἄλληλα γενέσθαι τοῦ κρείττονος. χωρὶς δὲ τούτων εἰ μὲν ἦν ταῖς τῶν λόγων ἡδοναῖς προσάγειν τὰ πράγματα, δυστυχία μὴ
τοῦτον τὸν τρόπον αἱρεῖσθαι δημηγορεῖν· ἐπεὶ δʼ οὐχ ὅπως ἂν σχήματος οἱ λόγοι σχῶσι, τοιαῦτα ἀποβαίνει τὰ πράγματα, ἀλλʼ ὅπως ἂν ἐκεῖνα τύχῃ τέλους, οὕτως οἱ ῥηθέντες ἐν ἀρχῇ περὶ αὐτῶν ἔδοξαν ἔχειν λόγοι, δεῖ δέχεσθαι τοὺς ἐπʼ εὐνοίᾳ καὶ μὴ μικροῦ μέρους ἡμέρας τὸ μέλλον ἅπαν προΐεσθαι. ὅπου γὰρ οὐδὲ ἐν αὐτοῖς τοῖς πράγμασιν εὖ φρονούντων ἐστὶ τὰ μείζω τῶν ἐλαττόνων ἀποδίδοσθαι, ἦ που λόγου γε χάρις πρόσκαιρος οὐκ ἀντάξιον τῆς εἰς ὕστερον ἀσφαλείας τῶν ὅλων. πρῶτον μὲν οὖν πρὸς τὰ τελευταῖα τῶν εἰρημένων ἀποκρινοῦμαι· ἔπειτα καὶ τὴν τῶν ἄλλων ἐξέτασιν, ὡς ἂν οἷός τε ὦ, ποιήσασθαι πειράσομαι. φημὶ γὰρ ἀμφοτέρους ὀρθῶς γιγνώσκειν, ὦ Ἀθηναῖοι, ὅσοι τε ἐξ ἀρχῆς ταύτην ἔχοντες τὴνγνώμην ὡς οὐ χρὴ πλεῖν εἰς Σικελίαν τῶν αὐτῶν ἔχονται λόγων, ὅσοι τε σύμψηφοι τοῖς πολλοῖς ὄντες τότε νῦν τὴν ἑτέραν φέρουσιν. οἱ μὲν γὰρ ἐξ ἀρχῆς τὰ δέοντα ἐλογίζοντο, οἱ δὲ ἔργῳ δεικνύουσι προνοητικῶς ἔχοντες. ὅτε μὲν γὰρ ἐξῆν ἐφιέναι ταῖς ἐλπίσι, μεθʼ ὑμῶν ἦσαν, ὅτε δʼ ἡ πεῖρα τἀληθὲς εὑρίσκει, πρὸς τὸ φαινόμενον τίθενται ἦν δʼ οἶμαι φιλονεικούντων μὲν οἷς ἐξ ἀρχῆς προείλοντο ἐθέλειν ἐμμένειν, νοῦν δὲ ἐχόντων καὶ βουλομένων σώζεσθαι τὴν πόλιν μετὰ τῶν πραγμάτων γίγνεσθαι. οὐ γὰρ τὰ ψηφίσματα τὰς ἐν τοῖς ὅπλοις πράξεις κατορθοῖ, ἀλλʼ ὅπως ἂν ἔχῃ τὰ τῶν πολέμων πράγματα, τοιαῦτα δεῖ περὶ αὐτῶν γίγνεσθαι τὰ ψηφίσματα.
οὗτοι μὲν οὖν οὐδὲν ἄλλο λέγουσιν ἢ ὡς ἐπειδήπερ τὸ κατʼ ἀρχὰς προήχθημεν, διὰ τοῦτο καὶ νῦν ἐπεξαμαρτητέον, τὸ κακὸν τοῦ κακοῦ φάρμακον ποιουμένους. ἐγὼ δὲ ἐξ ὧν μεθʼ ὑμῶν ἀκούων εὑρίσκω, τοὐναντίον
ἡγοῦμαι βέλτιον ἂν ἡμῖν ἔχειν, ἐξ ἀρχῆς εἰ ταῦτʼ ἀπεψήφισθε. καὶ μὴν ἄριστον μὲν ἅπασιν ἀνθρώποις λογισμῷ τὸ μέλλον καταλαμβάνειν· δυοῖν γάρ ἐστι τοῖν καλλίστοιν σύμβολον, εὐτυχίας τε καὶ τοῦ καλῶς βουλεύεσθαι· εἰ δὲ τοῖς τοῦ βελτίστου διαμαρτοῦσι μὴ ἐξέσται τὰ δεύτερα ἐκ τῶν παρόντων μεταθέσθαι, ὃ πλεῖστόν ἐστι τῶν ἀνθρωπείων, τοῦτο ἀναιρήσεται, τὸ παιδεύεσθαι παρὰ τῶν πραγμάτων, ὥστʼ ἀπέραντον ἀνάγκη τὴν κακοπραγίαν εἶναι. καὶ μὴν εἴ τις ἔροιθʼ ὑμᾶς τίνι τῷ μεγίστῳ νόμον ἢ ψήφισμα εἶναι διαφέρει, τοῦτʼ ἂν εὕροιτε, ὅτι οἱ μὲν νόμοι τὸ δίκαιον εἰσάπαξ εὑρόντες κοινὸν ἔταξαν κατὰ παντὸς τοῦ χρόνου, τὰ δὲ ψηφίσματα ταῖς χρείαις ἀκολουθεῖ· καὶ τὸν αὐτὸν τρόπον ὅνπερ αἱ πράξεις ἄλλοτʼ ἄλλως ἐπὶ τῶν καιρῶν ἀπαντῶσιν, οὕτω τὰ ψηφίσματα καὶ τὰς γνώμας οἱ καιροὶ καὶ ποιοῦσι καὶ λύουσιν· εἰκότως. ἐν ἐκείνῳ μὲν γὰρ τῷ τρόπῳ τοῖς πολίταις διαλεγόμεθα, ὥστʼ ἀρκεῖ φθέγγεσθαι ταυτὸν διὰ τέλους, ταῦτα δὲ πρὸς τοὺς ἔξω καὶ πρὸς τὰς τοῦ πολέμου τύχας ἀνεύρηται. οὐδὲν οὖν αὐτῶν ἐστι βέβαιον οὐδʼ ἀκίνητον, οὐδʼ οἷον μὴ λῦσαί γε δεῖν ποτε. ἀλλὰ μὴν ὅπου καὶ τοὺςνόμους αὐτοὺς ἐξεῖναι λύειν, ἐάν τι βλάπτωσιν, ἐν αὐτοῖς εἴρηται τοῖς νόμοις, ἦ που ψήφισμά γε, καὶ τοῦτο ὑπὲρ πλοῦ καὶ στρατείας, ἀνεπίφθονον διορθώσασθαι. ἐγὼ δʼ οὐδὲ λύσειν ὑμᾶς φημι τῶν δεδογμένων οὐδέν. εἰ μὲν γὰρ ἔχει τις δεῖξαι καὶ τοῦτο ἡμᾶς προσεψηφισμένους,
μηδέποτʼ ἐξεῖναι δεῦρʼ ἐπαναπλεῦσαι αὖθις, ἄλλος ἂν εἴη λόγος· νῦν δὲ κἀκεῖνο πεπλήρωται καὶ τὰ δεύτερα μὴ κεκωλύσθω.φέρε γὰρ πρὸς θεῶν, εἴ τις εὐθὺς ἀπʼ ἀρχῆς ἠδυνήθη πᾶν ὑμῖν ἀκριβῶς τὸ μέλλον παραστῆσαι—ἦν δʼ ἂν οὗτος, ὡς ἔοικε, θεῶν τις· οὐ γὰρ ἀνθρώπων γε οὐδεὶς οἷος ἀντισχεῖν τοῖς τόθʼ ὑμᾶς ἀνάπτουσιν—ὡς τὰ πράγματα εἰς τοῦτο περιστήσεται ὥσθʼ ἡμῖν περὶ τῶν ἀπελθόντων πρότερον γενέσθαι τὸν λόγον ἢ περὶ τῆς Σικελίας, ἔσθʼ οὕτω τις ἄφρων ἢ δυστυχὴς ὅτῳ ταῦτα ἤδη ἀφικέσθαι παρέστη, ὥστε τὴν πόλιν τοσαύτῃ δαπάνῃ καὶ τοσούτοις κινδύνοις περιβαλεῖν; οὐκ ἂν ἔγωγε πειθοίμην. οὐκοῦν ἅ γε προγνόντες οὐκ ἂν ἐπέμψατε, ταῦτʼ ἐπιγνόντες μεταπέμποισθʼ ἂν ἐν καιρῷ τοὺς ἄνδρας, ἄλλως τε καὶ οὐκ ἐν ὁμοίοις, ὦ Ἀθηναῖοι, τοῖς ὅλοις πράγμασι καὶ καιροῖς τὴν τότε γνώμην ἔσχομεν καὶ τὴν νῦν μεταθησόμεθα, ἂν ἐμοὶ πείθησθε. τότε μὲν γὰρ καὶ σπονδῶν οὐσῶν πρὸς Λακεδαιμονίους καὶ τὸν οἴκοι πόλεμον νενικηκότες λαμπρῶς ἐν ἐρημίᾳ πολεμίων ὄντες εἰκότως ἐτρυφῶμεν, νῦν δὲ ὁρᾶτε μὲν δή που τοὺς πολεμίους ἀπὸ τοῦ τείχους, ἀντὶ δὲ ὀχληροῦ κἀκείνου καὶ βαρέος, τοῦ καθʼ ἕκαστον ἔτος ἐμβάλλειν εἰς τὴν χώραν, ἵδρυνται συνεχῶς ἐπὶ ταῖς πύλαις καὶ περιέστηκεν, εἰ δεῖ μὴ ληρεῖν, ἀκριβὴς πολιορκία· χρήματα δʼ ἡμῖν τὰ μὲν εἰς τὸν ἀπόστολον τὸν καλὸν ἐξανήλωται, τὰ δʼ ἐν τοῖς ἄνω καιροῖς κατεχρησάμεθα· οἰκέται δʼ αὐτομολοῦσιν ὁσημέραι, τοσούτοις δὲ τοῖς πᾶσιν ἐλάττους γεγόναμεν, ὅσοις ἱκανῶς ἡ μεγίστη μεθʼ ἡμᾶς πόλις κατεσκεύαστο. σκοπῶμεν οὖν εἰ δόξομεν ἢ ἡμᾶς αὐτοὺς γιγνώσκειν, ἢ τὴν πόλιν καλῶς θεραπεύειν, εἰ πολιορκούμενοι μὲν αὐτοὶ τοῦθʼ ἑτέρους
ποιεῖν ἐπιχειρήσομεν διαπόντιοι καὶ πρὶν ἐξελθεῖν ἔχεινἔξω τείχους πλευσούμεθα ἐπʼ ἄλλους, τὴν Ἀττικὴν ἀποκρύψαντες, τῶν δὲ οἰκείων ἄρχειν οὐχ οἷοί τε ὄντες τῶν ἐν Σικελίᾳ βουλησόμεθα Ἑλλήνων καὶ βαρβάρων ἅμα. ἀλλʼ οὐ τοῖς εἰς ἀνάγκας ἀφιγμένοις, ἀλλʼ οἷς περίεστι τὰ τοιαῦτα ἴσως ἀποδέδοται.
καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· τὰ δʼ ἐκεῖ ποῖʼ ἄττα; οὐδὲν ἀμείνω τούτων, εἰ μὴ πολλῷ φοβερώτερα, ὅσῳ γῆ τε ξένη καὶ πλείων ἡ τῶν ἀναγκαίων χρεία καὶ τοὺς κινδύνους ὀξυτέρους ἔχουσα. νῆες μὲν διάβροχοι, ναῦται δὲ ἀτακτοῦσι, χρήματα δʼ ἔρρει, τῶν δὲ ἐμπόρων οἱ πλείους μεθεστᾶσιν, οἰκέται δʼ αὐτομολοῦσιν, ἐφορμοῦσι δʼ οἱ πολέμιοι, μάχῃ δʼ ἡττήμεθα, τῶν δὲ ἐπιτηδείων ἡ κομιδὴ παρʼ αὐτὰς τὰς χεῖρας τῶν πολεμίων, ἀφέστηκε δʼ ἡ Σικελία, Γύλιππος δʼ οἴχεται δυνάμεις ἄξων ἑτέρας, πεπράγαμεν δʼ εὐχῆς τε ἔξω καὶ πέρα προσδοκίας, ὑπὸ μὲν γὰρ τῶν καταφρονούμεθα, πρὸς δὲ τοὺς διαβεβλήμεθα, οἱ δʼ ἀσθενέστατοι μόνοι λειπόμενοι φίλοι τοῦ μηδενὸς ἄξιοι τῇ χρείᾳ. τὰ δʼ Ἐγεσταίων χρήματα φροῦδα ὁμοῦ τῷ καπνῷ. Συρακοσίους δὲ οὐδὲν ἐπιχωρεῖν φασιν, εἰ μὴ δίκην προσλήψονται τῆς ἐπιβουλῆς ἀξίαν. εἶθʼ ἡμεῖς, ὦ Ἀθηναῖοι, ταῦτʼ ἀναμενοῦμεν καὶ τῶν πραγμάτων οὐκ ἀκολουθησάντων οἷς ἐψηφισάμεθα
αὐτοὶ τοῖς ἐψηφισμένοις ἀκολουθεῖν ἀξιώσομεν, ὥσπερ τοῦτʼ ἀρκέσον, ἂν μὴ παυσώμεθα μωραίνοντες, ἢ Συρακοσίους κατὰ τὰς ἡμετέρας ἐπιθυμίας τὸν ἀγῶνα τὸν πρὸς ἡμᾶς διοίσοντας; καὶ τριῶν μὲν ἐκπεμφθέντων στρατηγῶν ὁ μὲν τέθνηκεν, ὁ δʼ εἰς τοὺς πολεμίους οἴχεται, εἷς δὲ ὁ λειπόμενος ὃν ἄκοντα ἐνθένδε ἐξηλάσαμεν, τούτῳ δʼ αὖ νῦν ἑτέρους προσκαταστήσομεν; καὶ οὐδὲ τοῦτʼ αὐτὸ ποιησόμεθα ὡσπερεὶ σύμβολον τοῦ παντὸς, ὅτι οὐχ ἡμέτερα τἀκεῖ οὐδʼ ἴσα τῇ δυνάμει σπουδάζομεν, εἴ γε ὁ μὲν τὰς περὶ αὐτῶν ὑποθεὶς ἐλπίδας ἐν τοῖς πολεμίοις ἐστὶ νῦν, τῷ δʼ ἀπαγορεύοντι μάλιστα τούτῳ πάντων χρῆσθαι πρὸς αὐτὰ ἠναγκάσμεθα, ἀλλʼ ὥσπερ κακῶν ἐπιθήκην ζητοῦντες ἑτέρους στρατηγοὺς καὶ στρατιὰν ἄλλην ἐπιπέμψομεν καὶ φιλονεικήσομεν; τίνι θαρρήσαντες, ὦἈθηναῖοι; πότερον τῷ τὰ οἰκεῖα βεβαίως καρποῦσθαι; ἀλλʼ οὕτω γʼ εἴη τοῖς πολεμίοις. ἀλλὰ τῷ πλήθει τῶν ὁπλιτῶν καὶ ἱππέων; ἀλλὰ φοβοῦμαι μὲν εἰπεῖν, ἐξάγομαι δὲ, ἐξελύσαμεν, ὦ Ἀθηναῖοι, τὸν κατάλογον καὶ τὰς συντάξεις πέρα τοῦ καιροῦ διεσείσαμεν. ἃ γὰρ εἰς τὴν σωτηρίαν ὑπάρχειν ἀποκείμενα χρῆν τῇ πόλει, ταῦτʼ ἀπολέξαντες ὑπὲρ τῆς τῶν Ἐγεσταίων καὶ Λεοντίνων σκιᾶς εἰς τὰ πρὸς ἑσπέραν τῆς οἰκουμένης ἀπεστείλαμεν, καὶ τῆς παροιμίας οὐ πόρρω θέομεν τὰ νῦν· ἐπιθυμίᾳ γὰρ τῶν πλειόνων καὶ ἀπόντων—ἀλλʼ ἐάσω τὸ βλάσφημον—ἀλλʼ ὅπως γε μὴ στερηθῶμεν τῶν ὄντων, τοῦτο οὐκ ἂν ἁμαρτεῖν οἴομαι προσθείς. οὐ μιμησόμεθα, ὦ Ἀθηναῖοι, τοὺς ἰατροὺς, οἳ τὰ ἐν τοῖς σώμασι ῥεύματα οὐκ ἐῶσι περαιτέρω χωρεῖν, ἀλλὰ τὸ φλεγμαῖνον ἴσχουσι, πρὶν εἰς ἅπαντα
τὸν ὄγκον χυθῆναι· οὐ σωφρονιοῦμεν τὰς ἄγαν ὁρμὰς, ἀλλʼ ὁρωμένου τοῦ προτέρου κακοῦ τὰ δεύτερα προσθήσομεν καὶ βαρυνοῦμεν τὰ πράγματα ἑτέροις ἵπποις καὶ ἑτέροις ἀνδράσι καὶ χρήμασι, καὶ συμποριοῦμεν τροφὴν τῷ πολέμῳ κακὴν, ὥσπερ εἴ τινες πυρκαϊᾶς ἡμμένης ἀμελήσαντες σβεννύναι ξύλα καὶ φορυτὸν καὶ ὕλην συμφέροιεν, ὡς τούτῳ τὸ πῦρ ἐπισχήσοντες;μὴ ὑμεῖς γε, ὦ Ἀθηναῖοι, μηδὲν ἀβέλτερον πάθητε μηδὲ ἐξαπατήσητε ὑμᾶς αὐτοὺς, ὥσπερ οἱ τοὺς ὀφθαλμοὺς συγκλείοντες, ὅπως μὴ ὁρῶσιν ἃ μὴ θέλουσιν. ἀλλʼ ἰδόντες οἷ πρόεισι τὰ πράγματα, ἕως ἔτι καιρὸς καὶ κύριοι τῆς βουλῆς καθέστατε, ἐπίσχετε καὶ μὴ βούλεσθε δυοῖν ὁδοῖν τὴν μὲν καθʼ ὑμῶν ἰδεῖν, τὴν δὲ ὑπὲρ ὑμῶν ἀγνοεῖν. οὐδὲ γὰρ νῦν ἐνδείᾳ σωμάτων καὶ τῆς ἄλλης παρασκευῆς οὕτω διατέθειται τὰ πράγματα, ἵνʼ ὡς ἀγεννέστερον αὐτοῖς ἐγχειρήσαντας ἡμᾶς αὐτοὺς καταμεμφώμεθα, ἀλλʼ ἕνεκα μὲν στόλου λαμπρότητος καὶ περιουσίας ἅπαντα πέπρακται, τῇ τύχῃ δὲ ἐπταίκαμεν καὶ τῷ προεῖσθαι τὸ μέγιστον τῶν πλεονεκτημάτων, τοῦτο δʼ ἦν ὁ καιρὸς, καὶ τῷ μὴ ἐπιστῆναι ταῖς Συρακούσαις ἐν ἀκμῇ τοῦ φόβου, πρὸς ταῦτα καὶ Νικίου καὶ ὅτου τις βούλεται κατηγορείτω· οἱ δʼ οὖν καιροὶ προεῖνται, καὶ οὐχ οἷόν τε
ἀναλαβεῖν αὐτοὺς, οὐδʼ ἂν δὶς τοσούτους ἀποστείλωμεν. ὀφθέντες μὲν γὰρ ἐξαίφνης ἐκπλήττουσι καὶ ὀλίγοι πολλοὺς καὶ φαυλότεροι κρείττονας, ὅταν δʼ ἐφʼ ἡσυχίας διάθωνται τὸν πόλεμον οἱ τὰ δεινὰ προσδοκήσαντες πολλῷ ῥᾴους εἰσὶν ἀμύνασθαι τῶν ἐπελθόντων, τὴν μὲν ὀργὴν ἐξ ὧν ἐφοβήθησαν ἔχοντες, τὴν δʼ ἰσχὺν τῇ σχολῇ προσειληφότες. δοκεῖ δʼ ἔμοιγε Νικίας εἰς ταυτὸν ἀφῖχθαι κατὰ τὴν ἐπιστολὴν εἰς ὅπερ τότε δημηγορῶν. δημηγορῶν τε γὰρ, ὦ Ἀθηναῖοι, βουλόμενος τῆς στρατείας ὑμᾶς ἀποστρέψαι
πλῆθος ᾔτησε τοσοῦτον ὅσον ἥκιστʼ ἂν ὑμᾶς ᾠήθη δοῦναι, ἵνʼ ἐκ τούτου πρὸς τὴν ἀναγκαίαν ἡσυχίαν τράπησθε —ὃ καὶ σφόδρα δῆλόν ἐστιν ὡς οὐκ ἐνδείᾳ δυνάμεως εἰς ταῦτα ἐλήλυθε· πάντα γὰρ ὧν ἐμνήσθη λαβὼν ἐξέπλευσεν—ἐπιστέλλων τε ὑπὲρ τῶν ἐκεῖ νῦν πραγμάτων ἓν μὲν εὐθὺς καὶ σαφὲς αἰσχύνεσθαί μοι δοκεῖ δηλοῦν ὅτι ὑμῖν κλητέον ἐστὶν αὐτούς· προστίθησι δʼ ὥσπερ παραμυθούμενος αἵρεσιν εἶναι ἢ τοὺς ἐκεῖθεν καλεῖν, ἢ πέμπειν τοσαύτην βοήθειαν, ὅση τοῖς ἐκεῖ φόβοις ἀρκέσει. ἂν οὖν, ὦ Ἀθηναῖοι, καὶ νῦν ταυτὸν ὅπερ πρότερον συμβῇ καὶ ὑμεῖς μὲν πρὸς τὴν βοήθειαν καὶ τὸ πέμπειν ὁπόσους ἂν μάλιστα ἐθελήσειεν ὁρμήσητε, οἱ δὲ ταῖς αὐταῖς ἀπορίαις ἐμπέσωσι νὴ Δίʼ, οὐ γὰρ ἂν τοῦτο γένοιτο; μηδὲ γὰρ γένοιτο, ὦ Ζεῦ καὶ πάντες θεοὶ, οὐδὲ ἐγὼ βούλομαι μὴ ὅτι συμβῆναι, ἀλλʼ οὐδʼ αὐτὸ τοῦτο δεῖσαι μὴ γένηται. ἀλλʼ οἶμαι πάντες ἐπιστάμεθα ὅτι νῦν οὐ μόνον εὐξόμενοι συνήλθομεν ὥσπερ εἰς ἱερὸν, ἀλλὰ σκεψόμενοι περὶ τῶν ὅλων. δεῖ δὲ εὐχομένους μὲν τὰ μέγιστα καὶ τὰ ἥδιστα αἰτεῖν τοὺς θεοὺς, βουλευομένους δὲ τὰ ἀσφαλέστατα ἐκ τῶν παρόντων αἱρεῖσθαι τούς γε μήθʼ αὑτοῖς μήτε τοῖς θεοῖς μέλλοντας ὕστερον ἐγκαλεῖν.φρασάτω τις οὖν ἐμοὶ τίνα χρὴ λαβεῖν ἡμᾶς ἐγγυητὴν ἀξιόχρεων τῷ θαρρῆσαι θεῶν, οὐ γὰρ ἀνθρώπων γε οὐδενὶ, ὡς ἡ αὐτὴ ἀπιοῦσα δύναμις τἀκεῖ κατασχήσει καὶ
φόβον οὐδένα ἕτερον προσαγγελεῖ Νικίας ἡμῖν αὖθις; ὅτι νὴ Δίʼ αὐτὸς εἴρηκεν, ἢ καλεῖν αὐτοὺς, ἢ πέμπειν τοὺς βοηθήσοντας; ὁ δέ γε αὐτὸς οὗτος ἐκπλέων ἐνθένδε ᾔτησε τὰ καὶ τὰ, ὡς ἀρκέσοντα, καὶ ὅμως κατὰ τὴν αὐτοῦ νῦν ἐκείνου μαρτυρίαν οὐδὲν τούτων ἀποχρῆσαν φαίνεται. τί οὖν ἐὰν καὶ τὰ δεύτερα σφαλῆτε, ἢ καὶ μέσος ᾖ τοῦ τε τἀληθῆ λέγειν καὶ τοῦ θεραπεύειν τὴν ἡμετέραν
ἐπιθυμίαν; οὐχ αἱρησόμεθα, ὦ Ἀθηναῖοι, τὸ πρόδηλον καὶ ὁρώμενον πρὸ τοῦ ἀδήλου καὶ ἀπίστου καὶ τάχʼ ἂν ἡμᾶς αὖθις ταράξοντος; ἀλλʼ ὅμοιον πεισόμεθα ὥσπερ ἂν εἴ τινες σωμάτων ἐν νηὶ κινδυνευόντων ἀγωνιῶντες καὶ φοβούμενοι περὶ αὐτῶν, εἶθʼ ἑτέραν ναῦν προσπληροῦν ἀξιοῖεν τῆς αὐτῆς ταραχῆς ἕνεκα. ἀλλά τοι κἀν τοῖς τοιούτοις οἱ βοηθοῦντες τοὺς χειμαζομένους ἐκκομίζουσιν ἐκ τῆς θαλάττης, οὐκ αὐτοὶ μετʼ ἐκείνων πλέουσι. καὶ μὴν εἰ μὲν, ὦ Ἀθηναῖοι, τοσαύτην δύναμιν πέμψομεν ὅση τὴν ὠφέλειαν ἐπίδηλον ἐκείνοις ἕξει, εἰς λεπτὸν παντελῶς τὸ τῶν ἐνταῦθα καθίσταται, ὥσθʼ ἅμα τε ἐκείνοις τοῖς ἐκεῖ πέμψομεν τοὺς βοηθήσοντας καὶ τοῖς ἐνταῦθα δεήσει ζητεῖν. εἰ δὲ διαιρήσομεν ἀμφοτέρων ἐχόμενοι, τοῦ μηδʼ ἐκείνους προέσθαι δοκεῖν καὶ τἀνταῦθα δύνασθαι διασώζειν, δέδοικα μὴ τοὐναντίον οὗ βουλόμεθα ποιήσωμεν, διαρκῆ μὲν οὐδετέρῳ τῷ μέρει τὴν ὠφέλειαν, ἑκατέρῳ δὲ ἐνδεεστέραν διὰ θάτερον, εἶτα μέσοι δυοῖν καθιζώμεθα. ὡς ἐγὼ δέδοικα μὲν περὶ τῷ Πειραιεῖ, συνειδὼς καὶ πρότερον πειραθέντας Πελοποννησίους εἰσπλεῦσαι κατʼ ἀρχὰς ἔτι τοῦ πολέμου, πρίν τι καὶ μικρὸν ἡμῖν τοῦ ναυτικοῦ προσπταῖσαι· δέδοικα δὲ καὶ περὶ τῶν ἀπιόντων μὴ τῆς εὐφημίας χεῖρον πράξωσι καὶ βοηθῶν ἔχοντες τοῖς ἐκεῖ σχῆμα τῶν ἀμφοτέρους μελλόντων συνεκσώζειν προσδεηθῶσιν. εἰ γὰρ μίαν, ὦ Ἀθηναῖοι, μίαν ναυμαχίαν μόνον ἡττηθείημεν, οἱ θεοὶ δὲ πάντες τρέποιεν εἰς Συρακοσίων παῖδας καὶ τοὺς ἐκείνοις τὰ αὐτὰ φρονοῦντας, οὐκ ἔστιν ἔθʼ ἡμῖν μὴ ὅτι ἑλεῖν τἀκεῖ πράγματα, ἀλλʼ οὐδʼ ὅπως αὐτοὶ διαφευξόμεθα εὑρεῖν. κεκλείσεται γὰρ ὁ λιμὴν εὐθὺς καὶ μόνον οὐκ ἐν τοῖς κόλποις τῶν πολεμίων ἐνεξόμεθα. καὶ τί κελεύσουσι τότε ποιεῖν οἱ νῦν εὐχερεῖς οὗτοι;ἢ πέμπειν πάλιν ἀντʼ ἐπισιτισμοῦ Συρακοσίοις ὧν κύριοι καταστήσονται; νὴ Δίʼ ἀλλὰ φοβήσονται τὴν δευτέραν ἔφοδον ταυτηνί. μᾶλλον θαρρήσουσι συνειδότες ὡς καὶ τῆς προτέρας ἐκράτησαν. καὶ γὰρ ἂν παρʼ αὐτῶν ἡμῶν οὕτω γʼ ἔχειν ἤδη μαρτυρίαν ἡγοῖντο, ὡς ἀπέγνωμεν μηκέτʼ ἐν εὐπόρῳ τὰ πράγματα εἶναι. οὐ γὰρ ὡς θαρροῦντες, ἀλλʼ ὡς φοβούμενοι δή που πέμψαι τοὺς νυνὶ δόξομεν.
εἶεν. ἰδίᾳ μὲν δὴ καθʼ αὑτὸ ἑκάτερον τοσοῦτον ἔχει φόβον, τό τε τῆς ἐνταῦθα ἀφελεῖν δυνάμεως καὶ τὸ στρατεύειν ἐκεῖσε ὁποσοιστισινοῦν. ἀλλήλοις δὲ πῶς ὑπεναντία ταῦτα; ἐκ μὲν τοῦ τἀνταῦθα πονήρως ἔχειν, θάρσος τοῖς ἐκεῖ γίγνεται πολεμίοις, ὡς εἰ μικρὸν ἀντίσχοιεν, οὐ περαιτέρω κινδυνεύσοντας, ἐκ δʼ αὖ τοῦ παρὰ γνώμην ἐκεῖ πρᾶξαί τι τοῖς ἐνταῦθα πᾶσι συγκινδυνεύειν ἐστί. μὴ γὰρ ὅτι κρατηθέντος ἡμῶν τοῦ στόλου, ἢ τοῖς ὅλοις ἐκείνων ὑπερεχόντων, ἀλλʼ εἰ ψευδὴς μόνον φήμη καὶ δόξα ἀφίκοιτο, ὅτι ἐπταίκαμεν, πάντα ἀνακεχαίτισται καὶ μεθέστηκε, καὶ τῶν νῦν κατʼ ἀνάγκας ὑμῶν ἀκροωμένων οὐδείς ἐστιν ὅστις οὐ διὰ Λακεδαιμονίων εὐθὺς τὰ ἑαυτοῦ ποιήσεται. εἰ δὲ στερησόμεθα, ὦ Ἀθηναῖοι, τῶν συμμάχων καὶ τῶν προσόδων, τί τὸ λοιπὸν ὑμῖν; ἐγὼ μὲν οὐκ ἂν εἴποιμι, ὁρᾶται δὲ ὑπὸ πάντων. ἔπειτα ἀναμιμνήσκουσιν ἡμᾶς ὡς εὐθὺς ἀπʼ ἀρχῆς ἔδοξε μὴ μάχεσθαι Πελοποννησίοις περὶ τῆς χώρας, ἀλλʼ ἀποστόλοις καὶ περίπλοις πολεμεῖν. ὅτι δʼ αὐτὸς οὗτος ἀνὴρ Περικλῆς ὁ ταῦτα πείθων κἀκεῖνο συνέπειθεν, ἀρχὴν μὴ ἐπικτᾶσθαι
παρὰ τὸν πόλεμον, τοῦτο οὐ βούλονται μεμνῆσθαι, πάντων μάλιστα εἰκὸς ὄν. ἐγὼ γὰρ, ὦ Ἀθηναῖοι, τὴν πόλιν τὴν ἡμετέραν ἁπασῶν πόλεων τοσοῦτον προέχειν ὑπολαμβάνω ὥστε μὴ μόνον καθʼ ἑκάστην οἵαν τε εἶναι νικᾶν, ἀλλὰ καὶ κατὰ ἔθνη τινὰς αὐτῶν, οὐ μέντοι κρείττω γε τῆς ἀνθρωπείας φύσεως γενέσθαι ποτʼ ἂν, οὐδʼ εἰκὸς εἶναι ταῦτʼ ἀξιοῦν. οἷον Πελοποννησίων κρατεῖν ἂν ὑμᾶς φημι μόνους μόνων καὶ συμπάντων, καὶ πάλιν αὖ Σικελίαν οὐ χαλεπῶς ἂν λαβεῖν, εἰ πρὸς αὐτοὺς ὑμῖν εἴηΣικελιώτας ὁ πόλεμος. ταὐτὰ δὲ ταῦτα λέγω καὶ περὶ τῶν ἐν Ἰταλίᾳ πραγμάτων, ὡς οὐκ ἂν ὑμᾶς ἐκφύγοι σχολῆς ἀπὸ τῶν ἄλλων παραπεσούσης. εἰ μέντοι δεήσει κατὰ ταυτὸν καὶ Πελοποννησίοις καὶ τοῖς ἐν Σικελίᾳ καὶ Ἕλλησι καὶ βαρβάροις πολεμεῖν, καὶ πρὸς τούτοις ἔτι τοῖς ἀπὸ τῆς ἀντιπέρας ἠπείρου μετʼ ἐκείνων ἐσομένοις, οὐκέτι τοῦτʼ ἔχω θαρρεῖν, ἀλλὰ δέδοικα τὰς ἐλπίδας ἡμῶν μακρὰς οὔσας. ἡ γὰρ παρενθήκη τοῦ πολέμου κινδυνεύει μείζων τοῦ κεφαλαίου ἡμῖν καθίστασθαι, οἵτινες ἀξιοῦμεν Σικελίαν καὶ Ἰταλίαν καὶ Καρχηδόνα καὶ μικροῦ δεῖν πάντας ἀνθρώπους ὑποχειρίους ποιήσασθαι, ἵνʼ αὐτοὺς δεῦρο κομίσαντες τὴν Πελοπόννησον παριστῶμεν. ἐμοὶ δὲ, ὦ Ἀθηναῖοι, καὶ μηδεὶς ὑπολάβῃ δυσκόλως, τοὐναντίον δοκεῖ πρότερον ἐγχωρεῖν τε καὶ χρῆναι τὴν Πελοπόννησον ὑφʼ ἡμῖν αὐτοῖς ποιήσασθαι, ἵνα διὰ τούτων τῶν ἔξω τοσούτων κρατήσωμεν, καὶ δεῖν διὰ τούτων ἐκεῖνα προσκτήσασθαι μᾶλλον ἢ τοῖς ἐκεῖ τούτων ἕνεκα ἐγχειρεῖν ἐν ἀκαιρίᾳ.
ὅτι δʼ οὐκ ἐκείνῳ τῷ λόγῳ χρὴ πιστεύειν, ὡς ἡ πολλὴ
τῆς Συρακοσίων δυνάμεως πρὸς ἡμῶν ἐστιν, ἀκούσατε. οὐδεὶς, ὦ Ἀθηναῖοι, τῶν ἐν Σικελίᾳ οὔτε Ἑλλήνων λέγω οὔτε βαρβάρων ἐξ ἴσου Συρακοσίους τε μισεῖ καὶ ἡμῖν εὐνοϊκῶς ἔχει, ἀλλʼ ὥς μοι δοκοῦσι διακεῖσθαι φράσω. ἐκεῖνοι, μέχρι μὲν μηδεὶς ἀφῖκτο παρʼ ἡμῶν εἰς Σικελίαν, ἐδυσχέραινον Συρακοσίους, ὥσπερ ἡμᾶς πολλοὶ τῶν ἡμετέρων συμμάχων. οὐδεὶς γὰρ ἑκὼν οἶμαι δουλεύειν βούλεται. δυνάμεως δὲ τοσαύτης φανείσης, καὶ πάλιν ἄλλης πεμπομένης ὑφʼ ἡμῶν καὶ τῆς διανοίας οὔσης περιφανοῦς, οὐκέτʼ ἐκείνους μισοῦσι μᾶλλον ἢ ἡμᾶς δεδίασιν, ὥσθʼ ἡμεῖς διαλλακταὶ γιγνόμεθα αὐτοῖς. πολὺ γὰρ αὖ μᾶλλον αἱρήσονται τοὺς οἰκείους καὶ ὁμοίους, ἐὰν ἄρα καὶ παριδεῖν δέῃ μικρὸν ἐλαττουμένους αὐτῶν, ἢ τοὺς ἀλλοτρίους καὶ ἐπήλυδας. ταῦτʼ ἐστὶν ἃ δέδοικα καὶ πρὸς τούτοις, ὦ Ἀθηναῖοι, τὴν Λακεδαιμονίων ψευδολογίαν, ὑφʼ ἧς διαβεβλήμεθα, ὡς τῷ βιαίως ἄρχειν ἅπαντας ὑπερβεβληκότες. πάντων δʼ ἀτοπώτατον τῆς μὲν Ἀττικῆς αὐτῆς παραχωρῆσαι τοῦ μὴ μάχεσθαι μηδὲ κινδυνεύειν ἕνεκα, ὑπὲρ δὲτῶν ἐν Συρακούσαις αἱρεῖσθαι ὁτιοῦν καὶ παθεῖν; ἢ οὐκ ἀκούετε τῆς ἐπιστολῆς, ὡς εἰ μή τις αἱρήσει τὸ παρατείχισμα χειρὶ συχνῇ βιασάμενος, πέρας τἀν τῇ γῇ πράγματα ἔχει; οὐκοῦν ἄτοπον τοὺς αὐτοὺς κινδύνους ὑπὲρ μὲν τῆς οἰκείας καὶ τῶν ὄντων φεύγειν, ὑπὲρ δὲ τῆς ἀλλοτρίας καὶ τῶν μηδὲν προσηκόντων ὑφίστασθαι. καὶ μὴν ἐνταῦθα μὲν πρὸς Πελοποννησίους καὶ Βοιωτοὺς ἐγίγνετʼ ἂν ἡ μάχη, ἐκεῖ δὲ πρός τε τοὺς αὐτοὺς τούτους παρόντας καὶ πρὸς ἄλλους ἔτι πλείονας, τοὺς μὲν ἐξ αὐτῆς τῆς νήσου, τοὺς δʼ ὅθεν ἂν τύχῃ. καὶ μὴν οὐδʼ ὑπὲρ φυλακῆς γε τῆς χώρας εἰ λάβοιμεν οὐδὲν ἂν εἴποιμι· παντελῶς γὰρ ἂν ἀγνοοίην τὰ παρόντα. καίτοι πρός γε τὸ τῆς Κύπρου
παράδειγμα τοσοῦτον εἰπεῖν εἶχον, ὅτι βασιλεὺς μὲν ἄρχει Κύπρου διὰ πάσης συνεχοῦς ἀπὸ τῆς ἑαυτοῦ, ἡμῖν δὲ εὐθὺς πρὶν Μαλέαν περιπλεῦσαι πᾶν τὸ ἐν δεξιᾷ πολέμιον.ἀλλʼ ἐῶ ταῦτα. διδότω τις ἡμῖν θεῶν Σικελίαν καὶ τὸ λοιπὸν, εἰ βούλεσθε, ὁ πάντα ἐγὼ δεδιὼς ἐγγυῶμαι. ἀλλὰ τί δεῖ τοὺς πόρρωθεν φόβους καὶ κινδύνους δεδιέναι, ἀφέντα τοὺς ἐν ὀφθαλμοῖς; πρὸς ταῦτα λεγόντων ὡς ἡ Σικελία πολλὴ καὶ ἀγαθὴ καὶ πρὸς τὸν πόλεμον λυσιτελεστάτη· ἀλλʼ ὅπως μὴ μεταβάλῃ ποθʼ ἡμῖν τὰς ἐπωνυμίας, μηδὲ τὸ τοῦ Πέρσου πάθωμεν, ὃς ἀκούων Μαρδονίου περὶ τῆς Εὐρώπης ὅτι πολλὴ καὶ ἀγαθὴ καὶ οὐδὲν φαυλοτέρα τῆς Ἀσίας κεκτῆσθαι, ἀγαπητὸν κέρδος εὗρε τὴν σωτηρίαν. ὅτου γὰρ ἂν πράγματος μὴ τὸ δυνατὸν ἡγῆται, τό γε λοιπὸν ὕθλοι καὶ σκιαί. νὴ Δίʼ αἰσχρὸν γὰρ φυγεῖν ἐκ Σικελίας. πότερον εἰ κρατῆσαι παρὸν φεύγοιμεν, ἢ καὶ ὁπωσοῦν; εἰ μὲν γὰρ ἐὰν κρατῆσαι παρὸν, δειξάτω τις ὡς ἔξεστιν· εἰ δὲ καὶ ὁπωσοῦν, οὐδὲν ἄλλο ἢ τὸ σωθῆναι δεινὸν ἡγοῦνται. ἔτι τοίνυν ἡδέως ἂν ἐροίμην αὐτοὺς πότερον αὐτὸν τὸν κατάπλουν τῶν τριήρων καὶ στρατιωτῶν αἰσχρὸν νομίζουσιν. ἀλλὰ μὴν τοῦτό γε εὐξάμεθα ἐξ ἀρχῆς δή που, δέξασθαι σῶς αὐτούς. ἢ τοῦτο
μὲν οὐκ αἰσχύνονται, ἐκεῖνο δὲ, εἰ μὴ τυχόντες τῶν πραγμάτων ἐπανίασιν; εἰ γὰρ ἐνταῦθα τὸ αἰσχρόν ἐστι, τί μᾶλλον ἐάν γε μένωσι λύεται, ἕως ἂν τὸ τυχεῖν ἓν τῶν ἀδυνάτων; ἐμοὶ μὲν γὰρ τοὐναντίον, ὦ Ἀθηναῖοι,
φαίνεται, ἔτι μεῖζον ταύτῃ γε τὸ αἰσχρὸν καθίστασθαι. εἰ γὰρ ἐμμείναντες ὥς τι δράσοντες, εἶτα πείσονται πλείονα ἢ νυνὶ πεπόνθασι, πῶς οὐχ ὅπερ εἶπον συμβήσεται; ἀλλὰ μὴν ὅτε τοῦθʼ ἓν φαμὲν ἂν αἰσχύνεσθαι τὸ μηδὲν καταπρᾶξαι, οὐχ ἡ νῦν κλῆσις ἔχει τὸ αἰσχρόν· οὐδὲν γὰρ μᾶλλον αὐτὴ τά γε ἐκεῖ διέφθαρκεν, ἀλλʼ ἡ τότε ἔκπεμψις τῶν ἀδυνάτων ἡμᾶς ἐπιθυμοῦντας ἤλεγξεν. ὥστε τοῖς ἐκεῖνα πείσασιν ἐγκλητέον, οὐ τοῖς ταῦτα συμβουλεύουσι. διὰ γὰρ ἐκείνους φεύγειν ἠναγκάσμεθα, ὡς αὐτοὶ λέγουσι, ἐξὸν κατὰ χώρας ἐξ ἀρχῆς μένειν. ἐγὼ δʼ οὐδὲ φυγὴν εἴποιμʼ ἂν, ὦ Ἀθηναῖοι, τόν γε τοιοῦτον εἶναι· οὐδαμῶς. εἰ μὲν γὰρ ἐπιόντας αὐτοὺς μὴ ἐτολμῶμεν ὑφίστασθαι, εἰκότως ἄν τις ἔφη δειλίαν εἶναι· εἰ δὲ ἐπήλθομεν ἐκ περιουσίας, εἰ μὲν προὐχώρει, μὴ προαπελθεῖν, ἀντιπεσόντος δὲ ἀναχωρεῖν τῆς αὐτῆς ἐστι σωφροσύνης. οἱ γὰρ ὑπὲρ τοῦ πλείονος πόλεμοι τοῦτον ἔχουσι τὸν νοῦν, ἂν μὲν ἐξῇ λαβεῖν, τολμᾶν, εἰ δὲ μὴ, τό γε δεύτερον, μὴ χείρω τἀρχαῖα ποιῆσαι· ὥσπερ οἶμαι καὶ τοὺς ἀγαθοὺς χρηματιστὰς ὁρῶμεν οὐκ εἰ μὴ πλείω τὰ ὄντα ποιῆσαι δυνήσονται, καὶ τοῖς ἀρχαίοις ἑκόντας βλαπτομένους, ἀλλʼ ἐπιχειροῦντας μὲν ἐάν τι περιῇ, μὴ φιλονεικοῦντας δὲ ἐάν τι κωλύῃ. ἐπὶ τούτοις γε, ὦ Ἀθηναῖοι, τοῖς λόγοις οὐδὲ νῦν ἀπὸ τοῦ παρατειχίσματος χρῆν ἀναχωρῆσαι Νικίαν, οὐδʼ ὅσους ἀγῶνας ἠγωνίσαντο οἱ στρατιῶται, οὐκέτι χρῆν ἀναχωρεῖν, ὡς ἔοικεν, ἐπειδή γε ἅπαξ συνέστησαν. μωρία ταῦτα καὶ γέλως.ὅτι δʼ οὐδὲν ἔξω τῶν εἰωθότων οὐδʼ ἀπὸ τῆς ἀνθρωπείας φύσεως ποιήσομεν, ἂν μὴ τοῖς ἀνηνύτοις
προσκαθεζώμεθα, ὀλίγων ἅμα καὶ ἐναργῶν ἀναμνήσθητε. οἶδα μὲν γὰρ εἰς Θετταλίαν ποθʼ ἡμᾶς στρατεύσαντας ὑπὲρτῶν Ὀρέστου πραγμάτων, ὡς οὐ προὐχώρει, πάλιν μετʼ ἐκείνου δεῦρʼ ἀναστρέψαντας· οἶδα δὲ εἰς Οἰνιάδας Ἀκαρνάνων διαβάντας, ὡς οὐκ ἦν ἑλεῖν, ἀναχωρήσαντας, Περικλέους, οὐ Νικίου στρατηγοῦντος· οἶδα δὲ τὴν Βοιωτίαν οὐ μικροῦ σχόντας, ὥσπερ οὗτοι νῦν φασι τὰς Συρακούσας, ἀλλʼ ἑλόντας πᾶσαν καὶ πάλιν ἐκλιπόντας, ὡς ἐπλήγημεν, τὴν τῶν ληφθέντων ἐν τῇ μάχῃ σωτηρίαν πλείονος ἀξίαν κρίναντας. καὶ μὴν καὶ Ἀχαΐαν γε καὶ ἕτερα μέμνησθε ἀποδόντες Πελοποννησίοις ὑπὲρ εἰρήνης. καίτοι ὅτε τῶν ἐκ τοῦ πολέμου πλεονεξιῶν ἑκόντες ἀπηλλάττεσθʼ, ἵνʼ εἰρήνη γένοιτο, ἦ που ἐν αὐτοῖς γε τοῖς τοῦ πολέμου πράγμασι καὶ ταῖς ἀνάγκαις εἰκὸς μὴ διπλοῦς τοὺς κινδύνους ἐθέλειν προστίθεσθαι. οὗτοι δὲ καὶ διπλῶν πέρα καὶ οὐκ ἐλάττους ἢ τὸ θαρρεῖν ἀφαιρεῖσθαι. σκέψασθε δὴ καὶ τόδε, ὅτι Λακεδαιμόνιοι καθʼ ἕκαστον ἔτος ἐμβάλλοντες εἰς τὴν Ἀττικὴν οὐκ ᾐσχύνοντο ἀναχωροῦντες, τοσαῦτα ὅσα ἠδύναντο βλάψαντες· καὶ νὴ Δία γε ἐνέβαλλον μὲν ἕως αὐτοῖς περιῆν· ἐπεὶ δὲ ἔδεισαν ὑπὲρ τῆς χώρας, ἐπαύσαντο. νυνὶ δὲ πάλιν φρουροῦσιν ἐν Δεκελείᾳ, ἐπειδὴ περίεστι τῶν πραγμάτων αὐτοῖς. τοσοῦτόν ἐστιν ὁ καιρὸς καὶ τὸ ἐξεῖναι. οὐδεὶς γὰρ ἀνθρώπων ἐκ προρρήσεως ἅπαντα κατεργάζεται οὐδʼ οἱ πόλεμοι δουλεύουσι ταῖς ἐπιθυμίαις, ἀλλʼ ἡ τύχη τὰ πλείω διαιρεῖ, ἧς ὅσον δίδωσι μεταλαμβάνοντας εἰδέναι τι χρὴ καὶ παριδεῖν. χωρὶς δὲ τούτων ἐναντίος οὗτός ἐστιν ὁ λόγος
αὐτῶν τῷ σοφωτέρῳ, ὃς εἰ μηδὲν πράττοιεν οἱ νῦν ἀπελθόντες, ὡς ἐξέσται καὶ ἀμφοῖν ἀναπλεῖν ἐπαγγέλλεται. εἰ μὲν γὰρ αἰσχρὸν τὸ φεύγειν κἂν ὁτιοῦν ἐν τοῖς πράγμασιν, ἔτʼ αἴσχιον ἔσται τότε, ὅταν ἀμφοτέρους καταλαμβάνῃ τοὺς στόλους. εἰ δʼ ἰσχυρὸν ἡ ἀνάγκη, τί δεῖ τὰ πράγματα ἀφέντας φοβεῖν ὑμᾶς τοῖς ὀνόμασι; τοσούτῳ γὰρ βελτίων ἡ νῦν ἀναχώρησις, ὅσῳ μάχας τε νενικηκότες, ὦ Ἀθηναῖοι, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰς Συρακούσας αὐτὰς παρὰ μικρὸν ἐλθόντες ἔχειν, εἶτα ἀντιπεσούσης τῆς τύχης ἀναστρέψομεν, ἀμφοῖν σημεῖα πᾶσιν ἀνθρώποις καταλιπόντες, τῆς τε ἐπὶ τῶν ἀγώνων εὐψυχίαςκαὶ τῆς πρὸς τοὺς καιροὺς εὐαρμοστίας, καὶ οὔτε Συρακοσίων οὔτε Σελινουντίων οὔτʼ ἄλλος οὐδεὶς τῶν ἐκεῖ κομπάσεται καθʼ ἡμῶν οὐδʼ ὡς ἐξήλασεν ἕξει λέγειν. πάντες γὰρ ἄνθρωποι συνήσονται, ὅσον μὲν εἰς ἡμᾶς κἀκείνους ἧκεν, οὐδὲ μικρὸν αὐτοὺς ἀντᾶραι δυνηθέντας, Λακεδαιμονίων δὲ καὶ Κορινθίων ἐπελθόντων καὶ τῶν ἀρχαίων πολεμίων οὕτως ἡμᾶς δόντας λογισμὸν ἡμῖν αὐτοῖς πρὸς τὰ παρόντα. ὥστʼ οὐ μόνον ἀσφάλεια, ἀλλὰ καὶ δόξα ἀγαθὴ τῇ γνώμῃ προσγίγνεται. οὗτοι μὲν οὖν φοβοῦνται μὴ φεύγειν δοκῶμεν, ἐγὼ δὲ ἀπεύχομαι μὲν τοῦ λόγου τὴν ἀλήθειαν, τὸν ἐναντίον δὲ φοβοῦμαι φόβον μὴ πλεονάζοντες, εἶτʼ οὐ δυνηθῶμεν φεύγειν, ἀλλὰ πάθωμεν ταυτὸν τοῖς περὶ τοὺς κύβους φιλονεικοῦσιν, οἷς ἐξὸν παριδεῖν ὅσον ἐζημιώθησαν, εἶτα ἀθώοις εἶναι τοῦ πλείονος, ἡ μετὰ τῆς ὀργῆς ἔρις τὴν εἰς τοὔσχατον ἤνεγκε βλάβην.
δοκεῖ δʼ ἔμοιγε τοὐναντίον εἶναι οὐκ ἐν μὲν τῷ πέμπειν τὴν βοήθειαν ἢ λαβεῖν Σικελίαν ἢ κομίσασθαι
τοὺς ἄνδρας πάλιν, ἐν δὲ τῷ καλεῖν ἤδη διεφθάρθαι τἀκεῖ πράγματα, ὥσπερ ἀρτίως ἠκούετε. ἀλλʼ ἡμεῖς ἕως ἐστὶ καιρὸς εἰ μὲν μεταπεμψόμεθα καὶ γενησόμεθα πάντες ἐν ταὐτῷ, φημὶ θεῶν ἵλεων ὄντων ἐλπίδας καταλείπεσθαι περὶ τῶν ἐκεῖ πραγμάτων, ὥσπερ καὶ πρότερον συνέβη πέμψασι κατὰ καιροὺς, ἔπειθʼ ὕστερον μειζόνως ἐπιθέσθαι δυνηθῆναι. ἂν δʼ ὠθιζώμεθα πρὸς τὸ ἀδύνατον, φημί τινʼ ἡμῶν κέρδος τὴν ζημίαν ἡγήσεσθαι, εἰ μόνον τῶν πραγμάτων συμβαίη διαμαρτεῖν καὶ πλέον μηδὲν προσυπάρξει παθεῖν. ἔπειτα καὶ τίς τῶν στρατηγῶν, ὦ Ἀθηναῖοι, θαρρήσει καθʼ αὑτὸν δεῦρο ἀνάγειν ἀθρόαν τὴν δύναμιν, ὅταν ὑμῖν προσαγγελθὲν ἀπεψηφισμένοι φαίνησθε, μηδὲ τοὺς ἐλάττους ἐπανήκειν πρὶν πρᾶξαι περὶ ὧν ἐπέμφθησαν· καὶ ὅπου νῦν ὤκνησε Νικίας τὰ παρʼ ὑμῶν, τί ποθʼ ἡγήσεται πείσεσθαι δευτέρας ἐλπίδος ὑμῶν ἁμαρτόντων; οὕτως ἢ νικήσοντας πέμπετε, ἢ θάτερον οὐ βούλομαι προσθεῖναι. ἐν οἷς δὲ ἐγὼ λέγω πάντα ἐφʼ ὑμῖνμετὰ τοῦ καιροῦ γίγνεται, καὶ τὸ λαβεῖν Σικελίαν, ἐὰν ἐξῇ, καὶ τὸ αὐτούς γε εἶναι σῶς, ἐὰν ἄρα ἐκεῖνο μόνον μὴ συμβῇ. καὶ γὰρ εἰ μὲν ῥᾴδιον τἀνταῦθα καταστήσασθαι, χρησαμένους ἁπάσῃ τῇ δυνάμει, ῥᾴδιον πλεῖν ἐξ
ὑπαρχῆς ἐπʼ ἐκεῖνα· εἰ δέ ἐστι μείζων ἡ πραγματεία, τί τοῖς ἐνταῦθα οὐκ ἔχοντες ἱκανῶς ἀνταρκεῖν ὑπερορίους ταραχὰς ἡμῖν αὐτοῖς ἐξευρίσκομεν; ὑπερβολὴν δὲ ποιήσομαι· εἰ γὰρ ἴσα καὶ κοινὰ θείημεν εἶναι τἀν τῇ Σικελίᾳ πράγματα, ὃ πολλῷ πλεονεκτεῖν ἡμᾶς ἔγωγʼ ἂν φαίην εἶναι, εἴπερ οὕτως εἶχεν, ἐκεῖνό γε δή που πάντες ἐπιστάμεθα, ὅτι οὐ τοσοῦτον κέρδος λαβεῖν Σικελίαν εἰ προχωροῖ, ὁπόσον τι κακὸν τοσαύτῃ δυνάμει σφαλῆναι. ὅτε τοίνυν μείζων ὁ φόβος τῆς ἐλπίδος, πῶς οὐκ ἄξιον φυλάξασθαι;θαυμάζω δὲ τῶν φοβουμένων μὲν Συρακοσίους μὴ δεῦρʼ ἐπιπλεύσωσιν, αὐτοὺς δʼ ἐπʼ ἐκείνους πλεῖν κελευόντων, ὥσπερ ἄδειαν οὖσαν. ἐγὼ δʼ ἡγοῦμαι μὲν Συρακοσίους οὐχ οὕτω παραφρονεῖν ὥστʼ ἀγαπητῶς καὶ παρὰ δόξαν ἀπαλλαγέντας πραγμάτων αὑτοῖς κινεῖν ἕτερα, ἄλλως τε καὶ παρʼ ἡμῶν αὐτῶν ἐγνωκότας ὡς οὐ λυσιτελὲς τοσαύτην ἀπὸ τῆς οἰκείας ῥᾳδίως κινεῖσθαι, εὐξαίμην δʼ ἂν ἅπασι τοῖς θεοῖς ἐνταυθοῖ λαβεῖν αὐτούς. ἅμα μὲν γὰρ οὐ πρὸς ἴσας ναῦς προσοισόμεθʼ αὐτῶν, ὅσας περ ὑπὲρ τῆς αὑτῶν σωτηρίας ἐκεῖ παρέξονται, ἅμα δʼ οἶμαι τὸν νόμον εἴσονται τῶν ὑπερορίων καὶ μεγάλων στρατειῶν· ᾧ περιέπεσε μὲν ὁ Περσῶν βασιλεὺς ὁ δεῦρο στρατεύσας, περιέπεσον δὲ Καρχηδόνιοι διαβάντες εἰς Σικελίαν μυριάσι πολλαῖς καὶ πεζῆς καὶ ναυτικῆς δυνάμεως. οὐ γὰρ ὁμοίως τά τε οἰκεῖα φυλάττειν δυνατὸν καὶ τοὺς μακρὰν ἀφεστῶτας χειροῦσθαι, ἀλλʼ ἀκολουθεῖ τις νέμεσις τῷ τολμήματι. ἃ καὶ Λακεδαιμόνιοι γιγνώσκοντες οὐδὲν οὕτως ὡς τὰς διὰ πολλοῦ στρατείας φυλάττονται. καὶ γάρ τοι τῶν Ἑλλήνων οὐκ ἐλάχιστον δύνανται τὰς κατὰ μικρὸν
πλεονεξίας συλλέγοντες. εἰ δὲ δεῖ πάντων ἀποστάντα ἓνεἰπεῖν, οὐκ εἴ τί ποθʼ ἡμᾶς ἀναγκαῖον περιστήσεται, τούτου χάριν καὶ τὰ μὴ προσήκοντα ἑκόντας αὑτοῖς προστίθεσθαι χρὴ, ἀλλὰ χωρὶς τιθέναι τό τʼ ἀμύνασθαι τοὺς ἐπιόντας καὶ τὸ μὴ ἐθέλειν ἑαυτῶν φείσασθαι. ἐγὼ δὲ φοβοῦμαι μὲν ἃ μικρῷ πρόσθεν εἴρηκα, φοβοῦμαι δὲ καὶ τοὺς οἰωνοὺς, βλέπων μὲν εἰς τὰ μυστήρια ὡς οὐ καλῶς ἐξεφοίτησε πρὶν ἐκπλεῖν ἡμᾶς, βλέπων δʼ εἰς τοὺς ἑρμᾶς ὡς διετέθησαν, ἐνθυμούμενος δὲ ὡς ὁ ταῦτα συμβουλεύσας ἐπάρατος γεγένηται καὶ μόνῳ τούτῳ δημοσίᾳ τὰ γένη τὰ ἱερὰ κατηράσατο. ἀναμιμνήσκομαι δὲ καὶ τῆς εἰς Αἴγυπτον στρατείας, ἣν καλῶς οὗτος ἀρτίως περιέστελλεν, ἣ διακοσίας ἡμῶν τριήρεις παρείλετο, καὶ ταῦτʼ ἐχόντων μοῖραν ἤδη Αἰγύπτου οὐκ ἐλάττω τῆς πάσης Σικελίας· καὶ οὐδʼ ἐνταῦθα ἔστημεν, ἀλλὰ χρόνου διελθόντος ᾤχοντο ἕτεραι πεντήκοντα βοηθοὶ ταῖς ἐκεῖ, καὶ οὔτʼ ἐκείνας οὐδὲν ὤνησαν καὶ αὐτοὶ προσαπώλοντο ἐπιθήκην. τοῦτο μέντοι, τοῦτο ἐγὼ φρίττω τὸ παράδειγμα, ὦ Ἀθηναῖοι, καὶ οὔτε νὺξ οὔτε ἡμέρα παραιρεῖται τὴν μνήμην αὐτοῦ· καὶ δέομαι πάντων ὑμῶν τὴν Σικελίαν ὡς τὴν Αἴγυπτον φυλάξασθαι καὶ μὴ πολλὰ τοιαῦτα ποιεῖν παραδείγματα, λογιζομένους εἰ τότε τις ταῦτʼ εἰπὼν ἔπεισε, μάλιστα μὲν ἐξ ἀρχῆς μὴ πλεῖν εἰς Αἴγυπτον, εἰ δὲ μὴ, τάς γε δευτέρας τριήρεις μὴ πέμπειν, ὡς οὐδʼ ὁτιοῦν ἂν πρᾶγμα τῇ πόλει συνέβη, ἢ τά γε δεύτερα οὐκ ἂν προσαπώλετο. ἀλλὰ μὴν εἰ πάντες ἐπίστασθε ὅτι κἀκεῖνα ἡμαρτήθη γνώμῃ συμβούλων καὶ τῷ τοὺς κωλύοντας ἔλαττον σχεῖν, ὁρᾶτε μή ποτε καὶ νῦν τῆς ἡμετέρας ἥττης αὐτοὶ τὴν δίκην δῶτε. ἐνθυμεῖσθε δʼ ὡς οὐδʼ ἀπὸ τῶν ἐν Κύπρῳ ποτὲ νικῶν πολλῶν καὶ μεγάλων περιεγένετο ἡμῖν αὐτήν γε κτήσασθαι τὴν Κύπρον, ἀλλʼ ἀφέντες αὐτὴν ἀνεχωρήσαμεν. ὡς δὲ καὶ τὸ χωρίον λοιμῶδες οὗ τὸ στρατόπεδον πάντες ἴσως
πυνθάνεσθε. ἃ χρὴ λογιζομένους οὐκ εἰ μετὰ παιάνωνἐκπλεύσαντας ἀπράκτους ὑποδεξόμεθα ἀφόρητον νομίζειν, ἀλλʼ ἐκεῖνο πάντων ἂν γενέσθαι σχετλιώτατον, εἰ οὓς τότε ὡς ἀρχὴν ἐπικτησομένους καὶ μετὰ τοιούτου σχήματος ἐξεπέμπομεν, τούτους ὑπʼ ἄλλων ποτὲ φωνῶν ζητήσομεν, καὶ ἡ τότε ἅμιλλα μέχρι Αἰγίνης οὐκ ἐάσει νῦν αὐτοὺς εἰς τοὺς οἰκείους λιμένας ἀποσωθῆναι. ἐμοὶ μὲν εἴρηται· εὔχομαι δὲ δυοῖν θάτερον, ἢ καὶ ὑμῖν συνδοκεῖν, ἢ γνώμης ἁμαρτεῖν αὐτὸς καὶ δειλίαν ὕστερον μόνος ἐξ ἁπάντων ὀφλεῖν.