Orationes 26
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
τε εὐθὺς ἐκπέμπει μοι ῥᾳστώνης ἕνεκα τῆς προσόδου· τουτὶ γὰρ πρόσθεν ᾐτηκὼς ἔτυχον αὐτόν· καὶ ἐπειδὴ
παρῆλθον, ἅπασαν αἰδῶ καὶ παρʼ αὐτοῦ καὶ παρὰ τῶν συνέδρων, ὡσαύτως δὲ ῥητόρων τῶν προσεστηκότων καὶ τῶν ἄλλων ὁπόσοι παρῆσαν, καὶ σχῆμα ἐπιδείξεως μᾶλλον ἦν ἢ δίκης· ἥ τε γὰρ εὔνοια θαυμαστὴ καὶ τὸ πρὸς τοὺς λόγους ὡρμηκὸς ἐπεσήμαινον τότε καὶ χειρὶ καὶ φωνῇ, καὶ πάντʼ ἦν ὥσπερ ἐπὶ σχολῆς ἀκροωμένων. πέντε δὲ μέτρων ἐκπερανθέντων καὶ παρρησίᾳ μου χρησαμένου πλείονι καὶ παραδηλώσαντος ὁποῖός τις ἂν εἴην παρὰ τῷ βασιλεῖ, τούτους ποιούμενος τοὺς λόγους, τελευτῶν ὁ Σεβῆρος ἑνὸς τῶν ἀπὸ τῆς πόλεως συνδίκων μικρὰ καὶ μετʼ εὐφημίας ἀπαντήσαντος ἡμῖν, ἅμα καὶ τὴν βουλὴν τιμῶν κἀμοὶ ταυτὸν ἔσεσθαι νομίζων, καὶ ταύτην ἀρίστην εἶναι γνῶσιν, πέμπει με αὖθις εἰς τὴν βουλὴν μετὰ γραμμάτων ἐντίμων. καὶ συνέβη δή μοι οὐ μόνον τὴν ἀτέλειαν βεβαιώσασθαι, ἀλλὰ καὶ μετὰ τιμῆς τοσαύτης καὶ σχήματος, ὥστε μηδενὶ τῶν ἄλλων δοκεῖν περὶ ταῦτα κοινωνεῖν. τῆς δʼ ἑτέρας ἀρχῆς, ἐφʼ ἣν αὐτὸς ἦγέ με, οὐδʼ ἐμνήσθη πρὸς ἐμὲ, οὐδʼ οὖν ἡμεῖς πρὸς ἐκεῖνον· ἀλλʼ ἐπέστειλεν ἐφʼ αὑτοῦ τοῖς ἄρχουσι, κελεύων ἕτερον ἀντʼ ἐμοῦ καταστῆσαι.εἰς τοῦτο ἐτελεύτησεν ἡ πρόρρησις τοῦ θεοῦ. καί μοι λογιζομένῳ τὰ ἀνηλωμένα μισθόν τʼ ἀγοραίοις καὶ οἰκέταις ἐφόδια, εἴ τινάς ποι τούτων ἕνεκα ἀπέστειλα, αἱ πεντακόσιαι μάλιστά πως συνέβαινον δραχμαί. οἷον δʼ αὖ καὶ τὸ πρόσθεν τούτων ἐνιαυτῷ σχεδὸν γενόμενον ἐπὶ Πολλίωνος ἄρχοντος τῆς Ἀσίας. ἄρτι μὲν εἰς τὸ βουλευτήριον παρεληλύθειν ἐκ τῆς πολλῆς ἡσυχίας, ὥσπερ ἔφην, τοῦ θεοῦ προαγαγόντος κατὰ τοὺς λόγους· ἅπαντες δʼ ἦσαν ἐπʼ ἐλπίδων ὡς καὶ δὴ συνεσοίμην τοῖς νέοις· ἀπωλώλεσαν δὲ οἱ δείλαιοι σοφισταὶ τῷ δέει, οὐχ ἅπαντες, ἀλλʼ οἷς ἀνιᾶσθαι ἐπιμελὲς ἦν, ᾑρέθην ἐκλογεύς.
ἧκε τὸ πρᾶγμα ἐπὶ τὸν πρεσβευτὴν, κυροῖ τὴν χειροτονίαν ἐν Φιλαδελφίᾳ δικαστηρίοις ἀπόντος ἐμοῦ. μετὰ ταῦτα ἀνεγιγνώσκετο ἐν τῇ βουλῇ ἡ γνῶσις ἡ τοῦ πρεσβευτοῦ. καὶ παρʼ ἡμῶν ἔφεσις μὲν εἰς Ῥώμην ἐδίδοτο,ἐπιστολαὶ δʼ ἐπέμποντο παρά τε αὐτὸν Πολλίωνα καὶ τὸν πρεσβευτὴν οἷα εἰκὸς λέγουσαι. ὁ δὲ θεὸς τάδʼ ἐσήμαινεν· ἐδόκουν τὸν Ἄλκιμον τὸν διοικητὴν, ὃν ἔπεμψα τούτων ἕνεκα, ἐπανήκειν, κομίζοντά μοι λόγον Δημοσθένους τὸν ὑπὲρ τοῦ στεφάνου, ἔχοντα οὐχ ὡς νῦν, ἀλλʼ ἑτέρως γε καὶ καθʼ ἑτέραν σύνθεσιν. καὶ πάλιν ἦσαν ὑποσχέσεις, ὡς Γλαβρίωνος τοῦ πάνυ συγκαταστήσαντος τὸ πᾶν. ὁ δʼ ἔτυχεν, οἶμαι, τότε ἐπιδημῶν. ἐγένοντο δέ μοι καὶ παρὰ τοῦ Σαράπιδος καὶ τῆς Ἴσιδος χρησμοὶ, ὡς πεπραξομένου τε τοῦ πράγματος καὶ ἐχθροῖς εἰς φιλίαν ἥξεις ἔφασαν. καὶ τὰ μὲν χρησθέντα καὶ φανθέντα ὡς ἐν κεφαλαίοις τοιαῦτα ἦν· εἰς δὲ τὴν Φιλαδελφίαν ἀφίκοντο οἱ πεμφθέντες, καὶ ἦν μὲν ἀφέσιμος, ὡς ἔφασαν, ἡμέρα, ᾗ τὰ γράμματα ἀπεδίδοσαν. ἀναγνοὺς δὲ ὁ Πολλίων, καί τινος καιροῦ γενομένου περὶ ἡμῶν ὑπὸ τῶν ἐν τῇ προσρήσει παρόντων, γνοὺς τοῦ πρεσβευτοῦ τὴν ἀφέλειαν κελεύει πορευθέντα εὐθὺς καθίζεσθαι καὶ ἐπανορθώσασθαι τὴν γνῶσιν. ποιεῖ ταῦτα ὁ πρεσβευτὴς καὶ καθίζει ἑνὸς ἕνεκα τούτου καὶ δίδωσι γράμματα ἕτερα πρὸς τὴν βουλήν. κομισθέντων δʼ αὐτῶν ὁ ἄρχων, ὅσπερ προθυμότατα ἀνθειστήκει μοι καὶ τἀναντία τούτων ἀνεγνώκει πρότερον, θορυβούμενος ἤδη καὶ ἐν παντὶ ὢν ἔπεμψεν ὡς τοὺς ἡγεμόνας πυνθανόμενος περὶ αὐτῶν. οἱ δʼ οὐδὲν ἀπεκρίναντο. ὁ δʼ ἐλθὼν ὡς ἐμὲ ἐδεῖτο συγγνώμην ἔχειν, καὶ παρῄειν εἰς τὴν βουλὴν, καὶ τῆς τε διακονίας ἀφείθην καὶ τῆς ἀτελείας ἔτυχον· πρῶτον τότε καὶ μετὰ
τοῦτο φίλτατος μὲν ὁ ἄρχων, φίλτατος δὲ ὁ πρεσβευτὴς αὐτός.φέρε δὴ καθάπερ κλίμακος ἀεὶ τῷ ἀνωτέρω προϊόντες ἑτέρου τῶν ὑπὲρ ταῦτα μνημονεύσωμεν. ὁ σοφιστὴς, οὗ μικρῷ πρόσθεν ἐμνήσθην, ἦρχεν. ἱσταμένου δὲ τοῦ ἔτους καὶ γιγνομένης ἐκκλησίας τῆς πρώτης ἧκον ἐκ δήμου καλοῦντές με, οἷα δὴ διὰ χρόνου τε ἀφιγμένον, καὶ ἅμα ἀπαγγέλλοντες ὅτι μέλλοιεν θύσειν ὑπὲρ ἐμοῦ δημοσίᾳ, ὅπερ οὖν καὶ πρότερον πολλάκις πεποιηκότες ἦσαν. ὡς δὲ παρῆλθον εἰς τὴν ἐκκλησίαν καὶ ὁ δῆμος τὰ