Orationes 26
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
Πλάτωνα ὁρᾶν ἐδόκουν ἑστῶτα ἐν τῷ δωματίῳ τῷ ἐμῷ ἀπαντικρὺ τῆς τε κλίνης κἀμοῦ· ὁ δʼ ἔτυχε μεταχειριζόμενος τὴν ἐπιστολὴν τὴν πρὸς Διονύσιον, καὶ μάλα μεστὸς ὢν θυμοῦ προσβλέψας δέ μοι, ποῖός τις, ἔφη, σοὶ φαίνομαι εἰς ἐπιστολάς; μὴ φαυλότερος τοῦ Κέλερος; τὸν γραμματέα δὴ λέγων τὸν βασιλικόν. κἀγὼ, εὐφήμει, ἔφην, τὸ καὶ μεμνῆσθαί σε τοιοῦτον ὄντα ὅστις εἶ. καὶ οὐ πολὺ ὕστερον ὁ μὲν ἠφάνιστο, ἐγὼ δὲ συννοίᾳ εἰχόμην. παρὼν δέ τις εἶπεν, οὗτος μέντοι ὁ διαλεγόμενός σοι ὡς Πλάτων ἀρτίως ὁ σὸς Ἑρμῆς ἐστι· λέγων δὴ τὸν εἰληχότα τὴν γένεσιν τὴν ἐμήν. Πλάτωνι δʼ, ἔφη, εἴκαστο.
τοῦτο μὲν δὴ ἐν Σμύρνῃ γίγνεταί μοι τὸ ὄναρ, ἕτερον δὲ ἐν Περγάμῳ σχεδὸν πρότερον τούτου. ᾐτιᾶτο τῶν ὀνειράτων τούτων καὶ τῆς ἐναργοῦς τῶν θεῶν ἐπιμελείας τὸν τοῦ Διὸς ἀστέρα, ὅστις δὴ καὶ ὁ αἰτιώμενος ἦν·
σχίζειν γὰρ αὐτὸν μέσου τοῦ οὐρανοῦ μέσην τὴν μοῖραν, ἡνίκα ἐγιγνόμην, καὶ λέγουσι μέντοι οἱ ἀστρονόμοι λέοντα μὲν εἶναι τηνικαῦτα ἐπὶ μέσου τοῦ οὐρανοῦ, τὸν δὲ τοῦ Διὸς ἀστέρα ὑπὸ τῷ λέοντι, ἐκ τετραγώνου πλευρᾶς Ἑρμῇ δεξιὸν, ἀμφοτέρους ἑώους. σχεδὸν δὲ καὶ τῶν ἄλλων παλαιῶν τοὺς ἐνδοξοτάτους ἐπὶ λόγοις ὑπῆρξέ μοι θεάσασθαι, ὁμοίως λογοποιούς τε καὶ ποιητάς· τὸ δὲ τοῦ Λυσίου καὶ διηγήσεως ἄξιον. ἔκαμνον γὰρ τριταίῳ οἵῳ βαρυτάτῳ καὶ ὁρῶ Λυσίαν τὸν ῥήτορα, νεανίσκον οὐκ ἄχαριν. ἐπῄει δὲ ἡ τῆς καταβολῆς ἡμέρα καὶ ὁ πυρετὸς οὐκ ἐπεγένετο, ἀλλʼ ἐλύθη τὸ νόσημα ἐν τούτῳ. καὶ δὴ καὶ Σοφοκλέα ποτὲ ἔδοξα τὸν ποιητὴν παρελθεῖν εἰς τὴν οἰκίαν τὴν ἐμαυτοῦ, παρελθόντα δὲ στῆναι πρόσθεν τοῦ οἰκήματος οὗ διατρίβων τυγχάνω, ἑστῶτος δὲ αὐτοῦ καὶ σιωπῶντος αὐτὰ ἐφʼ αὑτῶν τὰ χείλη βομβεῖν οἷον ἥδιστον· ἦν δὲ καὶ ἡ πᾶσα πρόσοψις γεραροῦ τε καὶ εὐσχήμονος. ἰδὼν οὖν αὐτὸν ἥσθην τε καὶ ἀναστὰς ἠσπαζόμην καὶ ἠρώτων, ποῦ δέ σοι, ἔφην, ἁδελφός; καὶ ὃς, ἔστι γάρ τις, ἔφη, ἀδελφὸς ἐμοί; Αἰσχύλος γε οὗτος, ἔφην ἐγώ. καὶ ἅμα συμπαρῄειν ἔξω, καὶ ὡς ἐν τῷ προθύρῳ ἐφάνημεν, σοφιστὴς τῶν ἐφʼ ἡμῶν καὶ μάλα τῶν ἐπιφανῶν μικρὸν ἀπωτέρω τῶν θυρῶν ἐξ ἀριστερᾶς ἀνατραπεὶς ἔκειτο.ἄλλους δὲ ἐν ἄλλῳ σχήματι καὶ τύπῳ μάλα σεμνῶς τε καὶ οἰκείως ἐφʼ ὧν ἑκάστους συνέβη χρόνων εἴδομεν. ὑπῆρξε δὲ καὶ τόδε εἰς εὐθυμίαν. ἐπιδεικνυμένου γάρ μου λόγους τινὰς ὡς τὸ ὄναρ καὶ σφόδρα εὐδοκιμοῦντος, εἰπόντος τινὸς τῶν ἀκροωμένων κατὰ εὐφημίαν ὅτι ὡς ὁ δεῖνα, ὃν δὴ μάλιστα ἐθαύμαζε τῶν παλαιῶν, παρόντα ἐδόκουν τὸν διδάσκαλον εἰπεῖν ὑποδυσχεράναντα, οὐ προσθήσεις τὸν καὶ τόν; καὶ ἄλλους ἔμελλεν ἐρεῖν ἑξῆς, ὡς ἕνα γε οὐδένα ἀντεξετάσαι δέον. καὶ ταῦτʼ ἐγνώκειν εἰπὼν
καταλῦσαι τὸν περὶ τούτων λόγον, καὶ ὑπῆλθέ με θαυμαστὸν ἕτερον χάριτος, εἰ δή τι καὶ ἄλλο, οὐκ ὀλίγης ἄξιον τῷ θεῷ. ἀφικομένου γὰρ Κοδράτου τοῦ ῥήτορος ἐπὶ τὴν τῆς Ἀσίας ἀρχὴν ᾠήθην καιρὸν ἔχειν μοι τὴν πρὸς αὐτὸν πρόσρησιν, ἄλλως τε καὶ πραγμάτων ὄντων μοι τινῶν ἐκ τῶν ἄνωθεν χρόνων, περὶ ὧν αὐτίκα εἰρήσεται. καὶ γράφω δὴ πρὸς αὐτὸν, ὅστις τε εἴην δηλῶν καὶ πᾶσαν τὴν ἐμαυτοῦ διατριβήν. ᾗ δὲ ἡμέρᾳ δέξεσθαι τὰ γράμματα ἔμελλε —τουτὶ γὰρ ὕστερον ἔγνωμεν ἐκ τῶν ἀπαγγελθέντων, ἦν δὲ καὶ εὐθὺς ἐκ λογισμοῦ τῶν ἡμερῶν τεκμαίρεσθαι— ταύτῃ μοι ἐδόκει ὁ ἱερεὺς ὁ τοῦ Ἀσκληπιοῦ οὗτος ὁ ἔτι νῦν ὢν καὶ ὁ τούτου πάππος, ἐφʼ οὗ τὰ πολλὰ καὶ μεγάλα ὡς ἐπυνθανόμεθα ἐχειρούργησεν ὁ θεὸς καὶ ἔστι δὴ ἐνδοξότατος τῶν μέχρι τούτου, οὗτοί μοι ἐδόκουν παρελθεῖν εἰς τὴν τοῦ Κοδράτου καταγωγὴν καὶ συνεῖναι μάλα ἐγγύθεν, ὁ μὲν οὑτωσὶ παρακαθήμενος, ὁ δὲ ἐπʼ αὐτῆς καθεζόμενος ἄνω τῆς κλίνης ὁ πρεσβύτερος. συνίστασαν οὖν με τῷ Κοδράτῳ πάνυ σπουδῇ, ἄλλους τε λόγους φιλανθρώπους λέγοντες καὶ ὡς ἐπὶ τοῖς λόγοις ὁ πρεσβύτερος γίγνεται τοῖς ἐμοῖς δὴ καὶ οὓς ἔδει καὶ αὐτοὺς πρὸς τὸν Κοδρᾶτον ἐπαινεθῆναι. περὶ δὲ λόγων ἔφη ἐνσημηνάμενός τέ πως τῇ φωνῇ καὶ διαλιπὼν ἐξεπίτηδες ὡς μάλιστα ἔμελλεν ἐκεῖνον προσάξειν τῷ μέλλοντι λεχθήσεσθαι· ἔτι δʼ αὐτοῦ μέλλοντος ἐρεῖν τὴν ὑπερβολὴν, ὑπολαβὼν ὁ Κοδρᾶτος, ἀλλʼ ἦ τὸ τῆς παροιμίας, ἔφη, ἐρεῖς,ἢ τοιαύτην χρὴ γαμεῖν ἢ μὴ γαμεῖν;
τοιαῦτʼ ἄττα ἑκατέρωθεν ἐλέγετο. μετὰ δὲ ταῦτα ἐδόκουν τοὺς μὲν πορεύεσθαι, αὐτὸς δὲ συνεξιέναι μετʼ αὐτῶν, καὶ ἐπειδὴ γιγνόμεθα πρὸς τῇ πυλίδι, οὗ ἡ ἐκτροπὴ πρὸς τὸ ἱερόν ἐστι, τοὺς μὲν βαδίζειν εὐθὺ τοῦ ἱεροῦ, αὐτὸς δὲ ἀπαλλαττόμενος δεξιοῦσθαί τε αὐτοὺς καὶ χάριν ἔχειν, ὅτι πανταχοῦ κοσμοῖεν καὶ μέλοι πάντως
αὐτοῖς τῶν ἐμῶν. ὃν μὲν οὖν τρόπον εὐθὺς εὐδοκίμησε τὰ γράμματα ἀναγιγνωσκόμενά τε εἰς πάντας ὑπʼ αὐτοῦ τοῦ ἡγεμόνος καὶ περιμάχητα πᾶσιν ὄντα λαβεῖν, καὶ ἃ πρὸς ταῦτα ἀντεπέστειλε καὶ οἷα τελευτῶν, ἐπειδὴ τῆς ἀρχῆς ἐξῄει, τῇ μὲν ἴσως ἀλαζονίαν ἔχειν ἂν δόξειε διηγουμένῳ διὰ τὰς ὑπερβολὰς τῶν ἐν αὐτοῖς ἐνόντων, τῇ δʼ ὥσπερ μικρότης τις ἂν εἴη διατρίβειν ἐπὶ τούτοις, μετὰ τὰς παρὰ τῶν θεῶν τιμάς. ἀλλʼ ἅ γʼ εἰς τὸν παρόντα ἔφερε λόγον, τοιαῦτα μάλιστα ἐγένετο. καὶ ταῦτα μὲν τῶν ἄνω χρόνων ἐστὶν, ἐπεὶ δʼ ἐνταῦθα ἐγεγόνειν τοῦ λόγου καὶ πρὸς τὰς ἄλλας ἔμελλον εὐεργεσίας τοῦ θεοῦ τρέψεσθαι καὶ γράψειν ἐφεξῆς τὰς ἐπὶ τῶν ἄλλων ἡγεμόνων καὶ πραγμάτων γενομένας, ὄναρ μοι γίγνεται μεταξὺ τῆς γραφῆς, εἰς ταῦτα φέρον πως πάλιν. εἶχε δὲ οὑτωσί. ἔδοξα λέγειν ἔν τισιν ἐνδεικνύμενος αὐτοῖς μεταξὺ τῶν λόγων ὧν ἠγωνιζόμην καλέσαι τὸν θεὸν ὡδὶ λέγων, δέσποτα Ἀσκληπιὲ, εἰ μὲν ὑπερέχω τε λόγοις καὶ πολὺ ὑπερέχω, ἐμοὶ μὲν ὑγίειαν, τοῖς βασκάνοις δʼ εἶναι ῥήγνυσθαι. καὶ ταῦτά τε ὡς ὄναρ τυγχάνειν ἑορακὼς καὶ γενομένης ἡμέρας βιβλίον τι λαβὼν ἀναγιγνώσκειν· εὑρεῖν οὖν ἐνόντα ἅπερ ἐφθεγξάμην. θαυμάσας δὲ πρὸς Ζώσιμον εἰπεῖν, θέασαι ἃ λέγειν ἐδόκουν ὄναρ εὑρίσκω γεγραμμένα ἐν τῷ βιβλίῳ. οὕτω δὴ καὶ ταῦτα καινὰ παλαιοῖς προσετέθη· εἰ δὲ τῆς γνώμης τοῦ θεοῦ τετυχήκαμεν αὐτὸς ἂν εἰδείη καλῶς. τὰ μὲν περὶ τοὺς λόγους καὶ ὡς κατέστησεν ἡμᾶς ἐξ ἀρχῆς εἰς αὐτοὺς καὶ ψῆφον ὁποίαν τινὰ ἤνεγκε περὶ αὐτῶν καὶ ὅσα εἰς τοῦτο φέροντα ἐχρημάτιζε, καὶ τοὔνομα ὡς πρὸς τῷ ἀρχαίῳ τὸν Θεόδωρον προσέθετο, καὶ περὶ τῆς αὑτοῦ φύσεως ὁποῖʼ ἄττα ἔδειξε, καὶ ὅσατοῦ τύπου τούτου, πάντα μὲν οὐδʼ ἐγγὺς εἴρηται, ὅσα δὲ ἦν ἔναυλα καὶ ἀφʼ ὧν ἔξεστι περὶ τῶν ἄλλων τεκμαίρεσθαι.
ἐπάνειμι δʼ οὗ μικρῷ πρόσθεν ἔφην στήσας καταλείψειν τὸν λόγον, ὡς καὶ τὰ ἄλλα σημαίνων καὶ πράττων καὶ προσεστὼς πανταχῆ φανερὸς ἦν. ὁ Σεβῆρος ὁ τῆς Ἀσίας ἡγεμὼν ἦρξεν, οἶμαι, ἐνιαυτῷ πρότερον τοῦ ἡμετέρου ἑταίρου. ἦν δὲ ἀνὴρ ὑψηλὸς τοὺς τρόπους, καὶ ὅ τι γνοίη καὶ προέλοιτο οὐκ ἂν ὑφεῖτο οὐδενί. διατρίβοντος δέ μου περὶ τὸν Αἴσηπον τότε καὶ αὖ περὶ τὸ ἱερὸν τοῦ Διὸς ἐποίησε τοιόνδε. ἐπέμπετο τοῖς ἡγεμόσι κατʼ ἐκείνους τοὺς χρόνους ἀφʼ ἑκάστης πόλεως ἑκάστου ἔτους ὀνόματα δέκα ἀνδρῶν τῶν πρώτων. ταῦτα ἔδει σκεψάμενον τὸν ἡγεμόνα ἕνα ὃν προκρίνειεν ἐξ ἁπάντων καθιστάναι φύλακα τῆς εἰρήνης. ἐκ δὴ πολίσματος τῆς Μυσίας, οὗ τοὔνομα οὐδὲν δέομαι λέγειν, ἀφικνεῖται παρʼ αὐτὸν τὰ προχειρισθέντα ὀνόματα. ὁ δʼ οὐδέν πω τῶν ἐμῶν σαφῶς εἰδὼς ἀλλʼ ἢ τοσοῦτον ἀκηκοὼς, ὅτι κτήματα εἴη μοι περὶ τὸν τόπον τοῦτον καὶ τὴν ἄλλην μοι δοκεῖν τάξιν ὅτι οὐ τῶν ἀφανῶν, παριδὼν καὶ ἀτιμάσας ἅπαντα τὰ πεμφθέντα ὀνόματα προὔκρινεν ἄρχειν ἐμὲ, οὐκ ἐνθυμηθεὶς οὔθʼ ὅτι τῆς Σμύρνης προσήκει πολλοῖς πρότερον χρόνοις, πρὶν ἐκείνοις γενέσθαι πόλεως ἐλπίδας, οὔθʼ ὅτι πᾶν ἀλλοῖον τὸ ἡμέτερον. καὶ πέμπει δὴ τοῖς ἄρχουσιν ἐπιστολὴν, οὐκ αὐτοῖς ἐπιστείλας, ἀλλʼ ἐμοί. οἱ δʼ ἐλθόντες ἀπεδίδοσαν. τὰ δὲ γράμματα ἐκέλευε προστῆναι τῆς εἰρήνης. ἦν οὖν ἀπορία πολλή. οὔτε γὰρ ἔκκλητον ἦν ποιῆσαι τὴν δίκην, οὐδενὸς ὄντος ἀντιδίκου ἐν μέσῳ, ἀλλʼ αὐτὸς ἦν ὅ τε δοὺς τοὔνομα καὶ ὁ ἐπικυρῶν, οὔθʼ εὑρεῖν ὅτῳ τις μάχοιτο ἢ πρὸς ὅντινα καὶ ὅπως τὸ πρᾶγμα καταστήσαιτο, ἀλλʼ ἢ τοσοῦτον συνέδοξε κοινῇ βουλευομένοις ἡμῖν τε καὶ τοῖς ἄρχουσι, ποιήσασθαι τὴν ἔκκλητον, ὡς δὴ πρὸς αὐτοὺς τοὺς ἄρχοντας τοὺς ἀποδιδόντας τὰ γράμματα. ἑσπέρα τε ἐπέρχεται καὶ ἠρώτων τὸν θεὸν τί τε εἴη
ταῦτα καὶ τί χρὴ ποιεῖν. καί μοι γίγνεται τὸ ἔπος τὸ ἐκ Δελφῶνἐμοὶ μελήσει ταῦτα καὶ λευκαῖς κόραις.ποῖ οὖν τοῦτο ἐτελεύτησεν; ἡμέραις οὐ πολλαῖς ὕστερον ἐξ Ἰταλίας ἀφικνοῦνται ἐπιστολαί μοι παρὰ τῶν βασιλέων, τοῦ τε αὐτοκράτορος αὐτοῦ καὶ τοῦ παιδὸς, ἄλλας τε εὐφημίας ἔχουσαι καὶ τὴν ἀτέλειαν ἐπισφραγιζόμεναι τὴν ἐπὶ τοῖς λόγοις, εἰ τυγχάνοιμι χρώμενος αὐτοῖς. ἥκει δέ μοι καὶ παρὰ Ἡλιοδώρου τοῦ τῆς Αἰγύπτου ὑπάρχου γενομένου γράμματα ἅμα τοῖς βασιλικοῖς, ἐμοί τε αὐτῷ καὶ ἕτερα ὑπὲρ ἐμοῦ τῷ ἡγεμόνι, καὶ μάλʼ ἔντιμα καὶ λαμπρὰ, γραφέντα μὲν πολλῷ πρότερον τῆς χρείας ταύτης, ἀπαντήσαντα δὲ εἰς τὸν καιρὸν τότε. τὰς μὲν οὖν κόρας τὰς λευκὰς εἰς τὰς ἐπιστολὰς εὐθὺς ἔλαβον. θαρρήσας δὲ τῷ τε χρησμῷ καὶ τῷ παρὰ τῆς τύχης συμβάντι κινεῖσθαι μὲν οὐχ οἷός τʼ ἦν τοῦ θεοῦ κατέχοντος, πέμπω δὲ γράμματα πρὸς τὸν ἡγεμόνα, τό τε σύμπαν δηλῶν ὁποῖον εἴη τοὐμὸν πρᾶγμα καὶ ὅτι παντάπασιν ἐοίκασιν οἱ πρὸς αὐτὸν εἰπόντες τοὐμὸν ὄνομα οὐδὲν πλέον εἰπεῖν ἢ τοὔνομα· τούς τε ἀφιέντας ἐδήλουν οἵτινες εἶεν καὶ τὰ γράμματα τὰ νεωστὶ ἥκοντα· ἅμα δὲ καὶ αὐτὰ ἔπεμπον μετὰ τῶν ἐμῶν, τά τε τῆς συστάσεως καὶ τὰ τῆς ἀφέσεως.
ἔτι δὲ ὄντος μετεώρου τοῦ πράγματος ἐντολαὶ παντοῖαι παρὰ τῶν ἀγοραίων ἐφοίτων, ὅσοι φιλικῶς ἐδόκουν ἔχειν πρός με καὶ ἅμα τὰς ἀνάγκας ὁρᾶν ὀρθῶς· τήν τε γὰρ δύναμιν τοῦ ἀνδρὸς ἔφραζον ὅση καὶ ὅτι τῶν βασιλικῶν εἴη δικαστῶν εἷς, καὶ μάλιστα δὴ τὸν τόνον τῆς γνώμης καὶ τὴν ῥώμην, καὶ ὡς οὐδʼ ἂν εἴ τι γένοιτο, μεταθεῖτο τῶν δεδογμένων οὐδέν· ἐδέοντό τε μὴ προσκρούειν διὰ κενῆς. γράφω δὴ καὶ πρὸς τούτους μακρότερα καὶ νεανικώτερα ἐξεπίτηδες, εὖ εἰδὼς εἰς τὰς Σεβήρου χεῖρας ἥξοντα τὰ γράμματα, καὶ γὰρ ἤκουον αὐτοὺς ἐπιεικῶς συνήθως ἔχειν αὐτῷ. κεφάλαιον δʼ ἦν ὅπερ καὶ πρὸς αὐτὸν ἐπέστειλα, ὅτι ἀδύνατα ἀξιοῖεν. μετὰ ταῦτα Σεβῆρος
μὲν ἐκ τῶν ἄνωθεν χωρίων εἰς τὴν Ἔφεσον κατῄει δικῶν ἀγορὰν ἄξων, καὶ τὰ γράμματα ἀναγνοὺςἐκέλευεν ἀπαντᾶν ἐκεῖσε. ἐγὼ δʼ ἔπεμπον. ὡς δʼ ἧκεν ἡ κυρία καὶ τοὔνομα ἐκλήθη, παρῄεσαν οἱ σύνδικοι. καὶ πρὶν φθέγξασθαι μόνον αὐτοὺς, ὁ Σεβῆρος ἄνωθεν, Ἀριστείδην, ἔφη, γιγνώσκω, καὶ τῆς δόξης ἄγαμαι, καὶ σύμφημι πρωτεύειν περὶ λόγους, καὶ ταῦτά μοι καὶ παρὰ τῶν ἐν Ῥώμῃ φίλων ἐπέσταλται. αἰτοῦμαι δʼ αὐτὸν, ἔφη, συνάρξαι μοι. τὰ δὲ δίκαια τῆς ἀτελείας αὐτῷ καὶ βεβαιῶ καὶ μένει. ταῦτʼ εἶπε δημοσίᾳ, ταῦτʼ ἐνέγραψε τοῖς ὑπομνήμασι. γενομένης δὲ τῆς γνώσεως τοιαύτης οἱ πεμφθέντες παρʼ ἐμοῦ τῆς δίκης ἕνεκα ἅμα μὲν τῶν τε συνδίκων συγχαιρόντων τῇ τιμῇ καὶ τῶν ἄλλων μέγα ποιουμένων ὅτι ἐν παρακλήσεως μέρει ταῦτʼ ἔφη ποιεῖν ὁ Σεβῆρος καὶ ὅτι τὴν ἀτέλειαν ἐκύρου πρὸς ἅπαντα τὸν λοιπὸν χρόνον καὶ ταῦτα ἀπόντι, καί τι καὶ αὑτοῖς εἰς τὸ πρόσω πεπεράνθαι νομίζοντες, καὶ οὐ παντάπασιν ἄπρακτοι δοκεῖν ἐπανήκειν, ἅμα δὲ οὐκ ἔχοντες ὅπως χρὴ ποιήσασθαι τὴν ἔφεσιν, ἀνθρώπου μὴ κρίσεως νόμῳ τὴν ἀρχὴν ἀνατιθέντος, ἀλλʼ ὡσπερεὶ χάριν αἰτοῦντος καὶ φιλίας ἀρχήν τινα ταύτην καθισταμένου, στέρξαντες τοῖς παροῦσιν, ἐπανελθόντες ὡς ἐμὲ, διηγοῦνται τὸ πᾶν· ἐν δὲ τούτῳ καὶ ἡ προθεσμία παρεληλύθει ἡ τῆς ἐφέσεως. ἔτι οὖν ἀπορώτερον ἢ πρότερον διεκείμεθα, οὐ γὰρ ἔμοιγε ἤρκει τετιμῆσθαι διὰ κενῆς. πάλιν δὴ προσεκείμην τῷ θεῷ, δεόμενός τε καὶ πυνθανόμενος τί τις ἂν χρήσαιτο τῷ πράγματι τούτῳ. καί μοι δίδωσιν ὄναρ θαυμαστὸν
οἷον, οὗ τὰ μὲν καθʼ ἕκαστα οὐκ ἂν οἷός τʼ εἴην εἰπεῖν, τὸ δʼ ὡσπερεὶ κεφάλαιον οὕτως εἶχεν. ἐδόκουν τῷ γραμματεῖ τοῦ ἡγεμόνος διαλέγεσθαι περὶ τούτων, ἥκειν δʼ αὐτὸν ὡς ἐμέ. ὡς δʼ ἀκοῦσαι πάντων, ὑπισχνεῖσθαι λύσειν καὶ μεταθήσειν τὰ γεγραμμένα, προέσθαι δὲ κελεύειν ὅσον δραχμὰς πεντακοσίας. γενομένου δὲ τοῦ ὀνείρατος τῇ μὲν ἡδίων γίγνομαι, ὅτι ἐπαγγελία τις ἐφαίνετο ἐνεῖναι καὶ οὐκ ἄντικρυς ἄρνησις ἦν, τῇ δʼ ὥσπερ εἰς ταυτὸν φέρειν ἐδόκει μοι. ποῦ γὰρ ἄν τις πεντακοσίων δραχμῶν πρίαιτο πρᾶγμα τοσοῦτον, καὶ ταῦτα παρʼ ἀνδρὸς οὕτω μὲν