Orationes 26
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
Ἀπόλλω τε καὶ Ἀσκληπιὸν ἐποιήθη κατὰ τὰς τῶν ὀνειράτων ἐπιπνοίας, καὶ τούτων τὰ πολλὰ σχεδὸν ἀπὸ μνήμης οὑτωσὶ, ὁπότε αἰωροίμην ἐπὶ τοῦ ζεύγους ἢ καὶ βαδίζοιμι. καὶ δὴ καὶ Μακεδόνι ἀνδρὶ ἑνὶ τῶν συμφοιτητῶν ὄναρ γίγνεται, ὡς ἀπήγγελλεν ἐμοὶ Θεόδοτος, οὐ γὰρ αὐτὸς εἶχε συνήθως ἐμοὶ, ἄντικρυς φέρον εἰς ἐμέ. ἐδόκει γὰρ ᾁδειν ἐμὸν παιᾶνα ἐν ᾧ ταύτην τὴν πρόσρησιν εἶναι, Ἰὴ παιὰν Ἥρακλες Ἀσκληπιέ. καὶ οὕτω δὴ τὸν παιᾶνα ἀπέδωκα ἀμφοτέροις τοῖς θεοῖς κοινόν.
καὶ τοίνυν καὶ χοροὺς ἔστησα δημοσίᾳ δέκα τοὺς σύμπαντας, τοὺς μὲν παίδων, τοὺς δὲ ἀνδρῶν. καὶ συνέβη τι τοιοῦτον. ἡνίκα τὸν πρῶτον ἤμελλον ἀνάξειν χορὸν, ἦν ἐν τῷ νεῷ Ῥουφῖνος, οὗ μικρῷ πρόσθεν ἐμνήσθην. ἰδὼν οὖν αὐτὸν, εἰς καλὸν ἥκεις, ἔφην, εἰ ἄρα καὶ σχολή σοι· μέλλω γὰρ στήσειν χορὸν τῷ θεῷ, καὶ δῆλον δὴ ὅτι ἀκροάσει ἡμετέραν χάριν. ἀλλʼ οὐδὲν, ἔφη, δεῖ καλεῖσθαί με ὑπὸ σοῦ, ἀλλὰ καὶ προκέκλημαι ὑπὸ τοῦ θεοῦ· τεκμαίρου
δὲ, ἔφη, καὶ τὴν ὥραν, οὐ γάρ πω πρότερον τηνικάδε ἀπήντησα, ἀλλὰ πολὺ ὕστερον εἰώθειν φοιτᾶν. ἀλλὰ κέκλημαί γε, ἔφη, καὶ τούτων ἕνεκα καὶ εἰς τὴν ἀγαθὴν τύχην, καί σοι συμπαρεστήξομεν ἡμεῖς, αὑτὸν δὴ λέγων καὶ τὸν Σηδᾶτον, ὃς ἦν ἡμῖν συμφοιτητὴς ἐν τῷ τότε. καὶ τοῦτο μὲν περὶ τὴν πρώτην προσαγωγὴν τοῦ χοροῦ συνέβη. πάλιν δὲ ἐπὶ τῷ δεκάτῳ τελεσθέντι ἐγὼ μὲν ἕν τι τῶν ᾀσμάτων ἔτυχον παρεικὼς, διὰ τὸ παντελῶς αὐτοσχεδίως τε καὶ ἐκ τοῦ ῥᾴστου πεποιῆσθαι καὶ ὅσον αὐτό φασιν, ἔπειθʼ ἧκεν ὄναρ ἀπαιτοῦν καὶ τοῦτο, καὶ ἀπέδομεν. περανθέντων δὲ τούτων ἐδόκει χρῆναι ἀναθεῖναι τρίποδα ἀργυροῦν, ἅμα μὲν τῷ θεῷ χαριστήριον, ἅμα δὲ μνημεῖον τῶν χορῶν οὓς ἐστήσαμεν. καὶ ἐμοὶ μὲν παρεσκεύαστο ἐλεγεῖον τοιονδὶποιητὴς ἀέθλων τε βραβεὺς αὐτός τε χορηγὸς,
σοὶ τόδʼ ἔθηκεν ἄναξ μνῆμα χοροστασίης.ἔπειτα δύο τινὰ ἐπὶ τούτοις ἕτερʼ ἦν ἔπη, ὧν τὸ μὲν τοὔνομα εἶχε τοὐμὸν, τὸ δʼ ὅτι προστασίᾳ τοῦ θεοῦ ταῦτα ἐγίγνετο. ἐνίκησε δὲ ὁ θεός. ᾗ γὰρ ἡμέρᾳ ἔδει γίγνεσθαι τὴν ἀνάθεσιν, ταύτῃ μοι δοκεῖν ἢ μικρόν τι πρὸ αὐτῆς
περὶ τὴν ἕω ἢ καὶ ἔτι θᾶττον ἀφικνεῖται θεῖον ἐπίγραμμα ἔχον οὑτωσὶ
οὐκ ἀφανὴς Ἕλλησιν Ἀριστείδης ἀνέθηκε
μύθων ἀενάων κύδιμος ἡνίοχος.τοῦτό τε ἐπιγράφειν ἐδόκουν καὶ τὸ ἀνάθημα ἀναθήσειν ὡς δὴ Διί. εὐθὺς οὖν εἰχόμην ἀπρὶξ τοῦ ἐπιγράμματος ἔν τε τῷ ὕπνῳ γανύμενος καὶ ἔτι ἀφυπνιζόμενος, ἐκμελετῶν καὶ στρέφων μὴ λάθῃ με διαφυγόν· καὶ οὕτω δὴ κατεδησάμην. μετὰ δὲ ταῦτα βουλευομένοις ἡμῖν κοινῇ περὶ τοῦ ἀναθήματος συνεδόκει καὶ τῷ ἱερεῖ καὶ τοῖς νεωκόροις ἀναθεῖναι ἐν Διὸς Ἀσκληπιοῦ, ταύτης γὰρ οὐκ εἶναι χώραν καλλίω· καὶ οὕτω δὴ τοῦ ὀνείρατος ἡ φήμη ἐξέβη. καὶ ἔστιν ὁ τρίπους ὑπὸ τῇ δεξιᾷ τοῦ θεοῦ, εἰκόνας χρυσᾶς ἔχων τρεῖς, μίαν καθʼ ἕκαστον τὸν πόδα, Ἀσκληπιοῦ, τὴν δὲ Ὑγιείας, τὴν δὲ Τελεσφόρου. καὶ τὸ ἐπίγραμμα ἐπιγέγραπται καὶ ὅτι ἐξ ὀνείρατος προσπαραγέγραπται. ἀνέθηκα δὲ καὶ τῷ Διὶ τῷ Ὀλυμπίῳ τὸ ἐπίγραμμα καὶ ἀνάθημα ἕτερον, ὡς πανταχῆ τελέως ἔχειν τὰ χρησθέντα. γενομένου δὲ τοῦ ἐπιγράμματος πολὺ δὴ μείζων προθυμία μοι ἐγγίγνεται καὶ ἐδόκει παντὶ τρόπῳ χρῆναι ἀντέχεσθαι τῶν λόγων, ὡς κἀν τοῖς ὕστερον ἀνθρώποις ὄνομα ἡμῶν ἐσόμενον, ἐπειδή γε ἀενάους τοὺς λόγους ὁ θεὸς ἔτυχε προσειρηκώς.
καὶ τὰ μὲν περὶ τοὺς χοροὺς οὕτως εἶχε. χρόνῳ δʼ ὕστερον οὐκ οἶδʼ ὁπόσῳ τινὶ φαντάζομαι τοιάδε. ἐδόκουν εἶναι περὶ τὴν ἑστίαν τοῦ Διὸς τοῦ Ὀλυμπίου καὶ πατρῴου,
συλλόγου δὲ γιγνομένου δημοτελοῦς περὶ πλήθουσαν ἀγορὰν ἑστῶτα τὸν κήρυκα τὸν ἱερὸν παρʼ αὐτὴν τοῦ θεοῦ τὴν κρηπῖδα ἀνειπεῖν τοὐμὸν ὄνομα σὺν ἅπασι τοῖς περὶ αὐτὸ, ὡς δὴ δημοσίᾳ στεφανουμένου, ὥσπερ ὅταν ἐν ταῖς ἐκκλησίαις χρυσῷ στεφάνῳ στεφανώμεθα, προσθεῖναι δὲ ὅτι λόγων ἕνεκα· βεβαιώσασθαι δʼ αὐτὸ ἑτέρᾳ προσθήκῃ ἐπειπόντα, καὶ γάρ ἐστιν ἀήττητος περὶ λόγους· κεκηρυγμένου δὲ τούτου διαβῆναι εἰς Ἀσκληπιοῦ κῆπον, ὃς ἔστι μοι πρόσθεν τῆς οἰκίας τῆς πατρῴας. κἀνταῦθα