Orationes 26
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἔτει δεκάτῳ περιήκοντι τῆς ἀσθενείας ἐπελθὸν φάσμα ἔλεγε τοιάδε, ἐγὼ τὴν αὐτὴν νόσον νοσήσας περιιόντι τῷ δεκάτῳ ἔτει, βουλομένου τοῦ Ἀσκληπιοῦ πορευθεὶς ἐπὶ τοὺς τόπους, ἐν οἷς ἡ νόσος ἤρξατο συλλέγεσθαι, ἀπηλλάγην. τοιαῦτʼ ἦν τὰ λεχθέντα καὶ ἐδόκει γεγράφθαι· διήγομεν δὴ καὶ τότε περὶ τὸ ἱερὸν τοῦ Διὸς τοῦ Ὀλυμπίου. χειμὼν δʼ ἦν ὀλίγον μετὰ τροπὰς, ὁ δʼ ἀὴρ ἤπιος. χρησθέντων δὲ τούτων ἦν οἷον εἰκὸς χαρά τε καὶ ὁρμὴ θαυμαστὴ πρὸς τὴν ἔξοδον. ἀπέχει δὲ ὁ Αἴσηπός τε καὶ τὰ ἐπʼ αὐτῷ θερμὰ ὕδατα δυοῖν ἡμερῶν ὁδὸν τοῦ περὶ τὸ ἱερὸν τόπου τούτου. καί μοι τὸ σῶμα ἐκεῖ πρῶτον ὑπώλισθε, χειμῶνος ὥρᾳ ψυγὲν, ὑσθέντι λαμπρῶς ἐπὶ λουτροῖς πολλοῖς, ἑσπέρας ἤδη πρὸς τὸ χωρίον καὶ τὴν ἔπαυλιν ἀπελαύνοντι τὴν ἐμαυτοῦ πλησίον οὖσαν, ὥς γʼ οὑτωσὶ φάναι. πρὸς μέντοι τὸν παρόντα καιρὸν καὶ ἀφʼ ὧν ἐπανῄειν καὶ πλείω ἦν τοῦ δέοντος καὶ τούτοις δὴ ἐπιγίγνεται ἡ εἰς Ἰταλίαν δυσχερὴς ἔξοδος ὀλίγαις ὕστερον ἡμέραις. ταῦτα μὲν δὴ προεγεγόνει πρότερον ἔτει δεκάτῳ· τότε δʼ ὡς εἰς θεωρίαν ἐστελλόμεθα ὑπʼ εὐθυμίας αἰθρίας τε οὔσης θαυμαστῆς καὶ τῆς ὁδοῦ δεχομένης. ἔστι δὲ Ποιμανηνὸς χωρίον τῆς Μυσίας καὶ ἐν αὐτῷ ἱερὸν
Ἀσκληπιοῦ ἅγιόν τε καὶ ὀνομαστὸν, ἐνταῦθα ἐτελέσαμεν σταδίους ἑξήκοντα μάλιστα καὶ ἑκατόν· καὶ τούτων τοὺς ἑξήκοντα σχεδὸν νυκτὸς, ἅτε καὶ προηκούσης τῆς ἡμέρας κινηθέντες, καί τινι καὶ πηλῷ περὶ τοῦτον ἤδη τὸν τόπον ἐνετύχομεν ἐξ ὄμβρων προτέρων οὐ ῥᾳδίῳ διεξελθεῖν· ἡ δὲ πορεία ἐγίγνετο ὑπὸ λαμπάδων. ἐνταῦθα δὴ παντελῶς οἱονεὶ καθιερώμην τε καὶ εἰχόμην, καί μοι πολλὰ μὲν εἰςαὐτὸν τὸν σωτῆρα ἐποιήθη μέλη, ὡς ἔτυχον καθήμενος ἐπὶ τοῦ ζεύγους· πολλὰ δὲ εἴς τε τὸν Αἴσηπον καὶ Νύμφας καὶ τὴν Θερμαίαν Ἄρτεμιν, ἣ τὰς πηγὰς τὰς θερμὰς ἔχει, δοῦναι λύσιν ἁπάντων ἤδη τῶν δυσχερῶν, καὶ καταστῆσαι πάλιν εἰς τὸ ἐξ ἀρχῆς.
ὡς δὲ ἐγενόμην ἐν τῷ Ποιμανηνῷ, χρηματίζει τε ὁ θεὸς καὶ ἐπίσχει τινὰς ἡμέρας· καὶ καθαίρει τὴν ἄνω, καὶ σχεδὸν οὐκ εἰσάπαξ. καὶ γίγνεται ὄναρ ἀνθρώπῳ γεωργῷ, ὃς ἐμὲ οὐκ ᾔδει πω, πλὴν ὅσον ἤκουεν· ἐδόκει τινὰ αὑτῷ λέγειν ὅτι Ἀριστείδης ἐχίδνης κεφαλὴν ἐξεμημεκὼς εἴη. ταύτην δὲ ἰδὼν τὴν ὄψιν φράζει τῶν ἐμῶν τινὶ, ὁ δʼ ἐμοί. καὶ τοῦτο μὲν δὴ τοιοῦτον. ὡς δʼ ἀπέπεμπεν ἐπὶ τὸν Αἴσηπον, λουτρῶν μὲν ἐκείνων αὐτόθεν προσέταξεν ἀπέχεσθαι, τὴν δʼ ἄλλην δίαιταν ἔφραζεν ἐφʼ ἡμέρᾳ. κἀνταῦθα δὴ καθαρμοί τε ἐγίγνοντο ἐπὶ τοῦ ποταμοῦ ὑπὸ σπονδῶν καὶ καθάρσεις οἴκοι διʼ ἐμέτου. καὶ τριῶν ἢ τεττάρων ἡμερῶν διαγενομένων γίγνεται φωνὴ διʼ ὀνείρατος, ὅτι πέρας τε ἔχοι καὶ ἐπανήκειν δεῖ. ἦν οὖν οὐ μόνον τελετῇ τινι ἐοικὸς, οὕτω θείων τε καὶ παραδόξων τῶν δρωμένων ὄντων, ἀλλὰ καὶ συνέπιπτέ τι
θαυμαστὸν ἀηθείᾳ, ἅμα μὲν γὰρ ἦν εὐθυμεῖσθαι, χαίρειν, ἐν εὐκόλοις εἶναι καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος, ἅμα θʼ οἷον ἀπιστεῖν εἴ ποτε ταύτην ἰδεῖν ἐξέσται τὴν ἡμέραν, ἐν ᾗ τις ἐλεύθερον αὑτὸν τῶν τοσούτων πραγμάτων ὄψεται, πρὸς δὲ καὶ δεδιέναι μή πού τι τῶν εἰωθότων αὖθις συμβὰν λυμήνηται ταῖς περὶ τῶν ὅλων ἐλπίσι. κατεσκεύαστο μὲν οὕτω τὰ τῆς γνώμης καὶ μετὰ τοιαύτης ἡδονῆς ἅμα καὶ ἀγωνίας ἡ ἀναχώρησις ἐγίγνετο· θεῶν δὲ οὕτω διδόντων ἐγένετο ἀπὸ τούτων ἤδη τῶν χρόνων μεταβολὴ περὶ πᾶν τὸ σῶμα καὶ τὴν δίαιταν σαφὴς, καὶ τόν τε ἀέρα ὑπῆρξε μᾶλλον φέρειν καὶ ὁδοιπορεῖν ἐπιεικῶς οὐδὲν ἔλαττον τῶν πρὸς ὑπερβολὴν ἐρρωμένων. καὶ τῶν σκεπασμάτων τὰ περιττὰ ἀφῃρέθη, οἵ τε ἀνώνυμοι κατάρροι καὶ σφάκελοι περὶ τὰς φλέβας καὶ τὰ νεῦρα ἀπεπαύσαντο. τροφὴ δέ πως ἤδη διῳκεῖτο καὶ ἀγῶνας ἐντελεῖς ἠγωνιζόμεθα οἴκοι τε κἀν τοῖς δημοσίοις. καὶ δὴ καὶ πόλεις εἰσήλθομεν ἡγουμένου τοῦ θεοῦ μετὰ τῆς ἀγαθῆςφήμης καὶ τύχης. καὶ χρόνοις δὴ ὕστερον ἡ λοιμώδης ἐκείνη συνέβη νόσος, ἧς ὅ τε σωτὴρ καὶ ἡ δέσποινα Ἀθηνᾶ περιφανῶς ἐρρύσαντό με. καὶ ἓξ μῆνας μέν τινας θαυμαστῶς ὡς τὸ μετὰ τοῦτο διήγαγον· ἔπειτα ἡ ξηρότης πολλὴ ξυνέβη καὶ ἕτερα ἠνώχλησεν· ἃ πάντα ὁ θεὸς καθίστη τε καὶ σὺν αὐτῷ γε εἰρῆσθαι καθίστησι ταῖς ἐφημέροις διαίταις καὶ προρρήσεσι. τότε δʼ οὖν ὡς ἐπανῆλθον ἀπὸ τοῦ Αἰσήπου, εὐθὺς μὲν προσιόντος ἐγίγνοντο φῆμαι καὶ παιδίων καὶ ἄλλων ἀγαθαὶ καὶ παίζοντα ἐν αὐτοῖς ἐβόα, καλῶς κυρίῳ. καὶ ἡ τροφὸς εὐθὺς ἀνειστήκει καὶ ἀπήντα καὶ ἔρρωτο καὶ ἦν ἅπερ εἰκὸς ἐν τοῖς τοιούτοις. ἔπειτα κελεύει ὁ θεὸς ὡς δεῖ ἀντὶ τοῦ κατορυχθῆναι ἐπαμήσασθαι τῆς λευκῆς γῆς, τὸν ἐν παλαίστρᾳ δὴ τρόπον, βεβαιότητος οὕνεκα καὶ ὡς εἴη τρόπον τινὰ καὶ τοῦτο ἐκπεπληρωμένον· ἔτι δὲ λούσασθαι ψυχρῷ, τὸ δʼ ἦν ἄρα
χιόνι λούσασθαι· οὕτω πάντα κατεῖχεν ἡ χιὼν, καὶ ἔδαφος καὶ δένδρα καὶ κρήνας. καὶ δῆλον δὴ ὅτι καὶ ταῦτα ὑπηκούομεν ἀσμένως.τοιαῦτα μὲν κατὰ τὴν πορείαν τὴν ἐπʼ Αἴσηπον καὶ τὴν ἐκεῖθεν αὖθις ἀναστροφήν. ἦν δὲ ἡγεμὼν τῆς Ἀσίας τότε ἀνὴρ καὶ μάλα τῶν γνωρίμων Σεβῆρος τῶν ἀπὸ τῆς ἄνωθεν Φρυγίας· περὶ ὃν θαυμαστὰ ἐπράχθη τῷ θεῷ, διαφέροντα ἐμοί· περὶ ὧν ἴσως ἐφεξῆς ἂν εἴη λέγειν. τὸ μὲν οὖν πρῶτον, ὥσπερ ἔφην, οὕτω παρέστη μοι διελθεῖν εὐθὺς τοὺς περὶ τοῦτο εὐεργεσίας. ἔπειτʼ ἔδοξεν ἀνελθεῖν ἐπὶ τοὺς ἄνω χρόνους καὶ τὰς ἄλλας προδιηγήσασθαι παρὰ τοῦ θεοῦ τιμὰς εἰς τὸ δυνατόν· πρῶτον μὲν τὰς εἰς τοὺς λόγους γενομένας καὶ ὅσαι τοιαῦται, ἔπειτα τὰς ἐπὶ τῶν πράξεων τῶν κατὰ τὰς ἡγεμονίας. ἔπειθʼ ὅταν συμβαίνῃ κἀκ τῶν χρόνων, ὅρος τις κείσεται τοῦ προτέρου λόγου, πρὸς ὃν τὰ λοιπὰ συνάπτειν δεήσει. ἐνιαυτὸν μὲν γὰρ μάλιστα τὸν πρῶτον τῆς ἀσθενείας ἐξέλιπον τὴν περὶ τοὺς λόγους διατριβὴν, οἷα ἐν τοσούτοις τε καὶ τοιούτοις πράγμασι τοῦ σώματος, καὶ ἅμα ἀπηλγήκειν. καθημένῳ δέ μοι ἤδη ἐν Περγάμῳ κατὰ τὴν κλῆσίν τε καὶ ἱκετείαν γίγνεται παρὰ τοῦ θεοῦ πρόσταγμα
καὶ παράκλησις, μὴ προλιπεῖν τοὺς λόγους. ὅ τι μὲν δὴ πρῶτον τῶν ὀνειράτων ἀφίκετο, ἢ πῶς ἕκαστον ἔχον τοῖς ἅπασιν, ἀμήχανον εἰπεῖν ὑπὸ πλήθους ἐτῶν. ἦν δʼ οὖν ἐκεῖνά τε τῶν παρακλητικῶν, σοὶ πρέπουσι λόγοι σὺν Σωκράτει καὶ Δημοσθένει καὶ Θουκυδίδῃ κατὰ πρώτας εὐθὺς γενόμενα. καὶ δὴ καὶ τῶν ὑπὲρ ἡμᾶς τοῖς χρόνοις ἐνδόξων ἐδείχθη τις, ὡς ἂν μάλιστα ἐκινήθην εἰπεῖν. καὶ
τό γε σφόδρα πρῶτον ἀπάρξασθαί με ἐκέλευεν ἑαυτῷ προσελθόντα εἰς τὴν στοὰν τοῦ ἱεροῦ τὴν πρὸς τῷ θεάτρῳ τῶν αὐτοσχεδίων δὴ τούτων λόγων καὶ ἀγωνιστικῶν· καὶ συνέβη οὑτωσί. θεωρία τις ἦν ἐν τῇ πόλει πάνυ λαμπρὰ, ἢ ταύρων θήρα μοι δοκεῖν, ἤ τι τοιοῦτον. οἵ τε οὖν ἐκ τοῦ ἱεροῦ καταδεδραμήκεσαν πάντες ἥ τε πόλις περὶ ταῦτα εἶχε. καταλελείμμεθα δὲ ἐν τῷ ἱερῷ τῶν γνωριμωτέρων θεραπευτῶν δύο, ἐγώ τε καὶ Νικαεὺς, ἀνὴρ τῶν ἐστρατηγηκότων Ῥωμαίοις, Σηδᾶτος ὄνομα, τὸ δʼ ἀρχαῖον Θεόφιλος. καθήμεθα οὖν ἐν Ὑγιείας, οὗ ὁ Τελεσφόρος, καὶ διεπυνθανόμεθα ἀλλήλων ὥσπερ εἰώθειμεν εἴ τι καινότερον εἴη παρηγγελκὼς ὁ θεός· καὶ γάρ πως ἔστιν ἃ καὶ παραπλήσια ἐκάμνομεν. ἔφην οὖν ἐγὼ μὴ ἔχειν ὅ τι χρήσομαι, προστετάχθαι γάρ μοι ἴσα καὶ πέτεσθαι, μελέτην λόγων ἀναπνεῖν οὐ δυναμένῳ, καὶ ταύτην ἐνταυθοῖ· λέγων αὐτῷ τὴν στοὰν καὶ τὸ ὄναρ διηγοῦμαι. καὶ ὃς ἀκούσας, τί οὖν, ἔφη, ποιήσεις, καὶ πῶς ἔχεις; τί δʼ ἄλλο γε, ἔφην, ἢ ἅπερ δυνατὸν, ταῦτα ποιήσω, περιβαλλόμενος θοἰμάτιον, στὰς οὑτωσὶ, τὸ πρόβλημα ἀποσημήνας αὐτὸς πρὸς ἐμαυτὸν, καὶ μίκρʼ ἄττα ὑπαρξάμενος εἶτʼ ἀπαλλάξομαι, καὶ οὕτως ἀφωσίωταί μοι; μηδαμῶς, ἔφη, μὴ οὕτως. ἀλλʼ ἐμέ τʼ ἀκροατὴν ἔχεις τουτονὶ καὶ ἀγώνισαι πάσῃ προθυμίᾳ· δυνάμεως δὲ μελήσει τῷ θεῷ. τί οἶσθα εἰ καὶ εἰς πλέον φέρει τὸ ὄναρ; καὶ ἅμα διηγεῖταί μοι ἔργον τοῦ θεοῦ θαυμαστὸν, ὥς τινι κάμνοντι προστάξας οὕτω διαγωνίσασθαι συμβάντος ἱδρῶτος διʼ ἀγωνίαν λύσειε τὸνόσημα πᾶν. ἐδόκει χρῆναι οὕτω ποιεῖν. καὶ λαλούντων ἡμῶν καὶ βουλευομένων ἐπεισέρχεται Βίβλος ἐκ τρίτων, θεραπευτὴς τῶν παλαιῶν καί τινα τρόπον πρόθυμος περὶ λόγους. οὗτος καὶ τὸ πρόβλημα ἦν ὁ προβαλών· καὶ ἦν γε τὸ πρόβλημα τοιόνδε· μέμνημαι γὰρ, ἅτε καὶ πρῶτον λαβών· Ἀλεξάνδρου, φησὶν, ἐν Ἰνδοῖς ὄντος συμβουλεύει Δημοσθένης ἐπιθέσθαι τοῖς πράγμασιν. εὐθὺς μὲν οὖν ἐδεξάμην τὴν φήμην τὸν Δημοσθένη τε αὖθις λέγοντα καὶ τοὺς λόγους ὄντας περὶ τῆς ἡγεμονίας. καὶ μικρὸν ἐπισχὼν ἠγωνιζόμην, καὶ τά τε δὴ τῆς ἄλλης δυνάμεως ἦν οἷα θεοῦ παρασκευάζοντος, καὶ ἔδοξεν ὁ τοῦ ἐνιαυτοῦ χρόνος οὐ σιωπῆς, ἀλλʼ ἀσκήσεως εἶναι.
ἀρχὴ μὲν οὖν αὕτη τῆς μελέτης τῶν λόγων ἡμῖν ἐγένετο, καὶ οὕτως ἐπανήλθομεν. ἐγίγνετο δὲ καὶ ἄλλα πολλὰ εἰς ταυτὸν φέροντα, καὶ τὸ δὴ μάλιστα ἐπιρρῶσαν τοιόνδε ἦν. Ῥώσανδρος ἦν τῶν φιλοσοφούντων καὶ ἄλλως περὶ τὴν τοῦ θεοῦ θεραπείαν ἐπιμελής· οὗτος ἐδόκει μοι παρʼ ἀνδρὸς φιλοσόφου τῶν ἐπιφανῶν ἀρτίως διηγγελμένου παρὼν ἑστάναι πρόσθεν τῆς κλίνης, οἷον ἔνθεός τε καὶ σφόδρα ἐσπουδακώς· ἔπειτα λέγειν περὶ τῶν λόγων τῶν ἐμῶν εἰς ὅσον προβεβηκότες εἶεν, μνησθῆναι μὲν δὴ Πλάτωνος καὶ Δημοσθένους, ἐφʼ οἷσπερ ἐμνήσθη ἑκατέρου· ἀκροτελεύτιον δʼ ἐπιθεῖναι, παρῆλθες ἡμῖν τῷ ἀξιώματι τὸν Δημοσθένη, ὡς μηδʼ αὐτοῖς ἄρα τοῖς φιλοσόφοις εἶναι ὑπερφρονῆσαι. τοῦτο τὸ ῥῆμα πᾶσαν ἐμοὶ τὴν ὕστερον φιλοτιμίαν ἐξῆψε, τοῦτʼ ἐποίησε πᾶν ὅ τι ποιοίην περὶ λόγους ἔλαττον εἶναι τοῦ δέοντος νομίζειν. καὶ μέντοι καὶ ὕπαρ αὐτὸς ἐπεσφραγίσατο ὁ θεός. μετὰ γὰρ τὴν νύκτα ἐκείνην, ἣ τὸν ὄρθρον ἦγεν, εὐθὺς μελέτην ἐποιούμην, κατʼ ἀρχὰς ἔτι τῶν χρόνων ὥσπερ λέγω· καὶ οἱ παρόντες οὐδέν πω τοῦ ὀνείρατος προπεπυσμένοι, τῶν δὲ λόγων ἀκροώμενοι τότε πρῶτον, μάλιστα δὴ τοῦτο ἐπεσημήναντο τὸ ἀξίωμα. καὶ τοῦτο πλεῖστον ἦν αὐτοῖς τοῦ
θορύβου. χρόνῳ δʼ ὕστερον εἰς τὸν Ῥώσανδρον φέρον τοιόνδε μοι γίγνεται. ἐδόκουν ἐν Διὸς Ὀλυμπίου χωρίῳ κατὰ δή τινα διατριβὴν ἤτοι πρὸς ἐμαυτὸν διανοηθῆναιἤ τινα δεικνύναι μοι καὶ φράζειν ὡς ὁ Ῥώσανδρος δύναται δηλοῦν τὸν θεὸν, καὶ τὴν ἀπόδειξιν αὐτοῦ ποιεῖσθαι διὰ γραμμῆς τινος ὥσπερ οἱ γεωμέτραι, γράψαντα δύʼ ἑξῆς ὀνόματα ἐπὶ τῆς γῆς ἐξ ἴσου, τὸ μὲν Ῥώσανδρος, τὸ δὲ ἕτερον Θεόδοτος· καί πως τοῦτο Θεοδώτης ἦν ἐν τῇ γραφῇ. σαφὲς δʼ εἶναι τοῦτό γε, ὡς ἄρα ὁ Θεόδοτος ὁ ἰατρὸς τὸν θεὸν δηλοῖ, ταυτὸν οὖν δύνασθαι καὶ τὸν Ῥώσανδρον, ἐπείπερ ἴσον γε Ῥώσανδρος καὶ Θεόδοτος. τοσαῦτα μὲν περὶ τοῦ ὀνόματος ἐδήλωσε τοῦ Ῥωσάνδρου. συνέβαινε δέ μοι λαμβάνοντι μὲν τὰ προβλήματα καὶ καθισταμένῳ πρὸς τὸν ἀγῶνα ἀπορεῖσθαι καὶ μόλις ἀναφέρειν, ἐπιλείποντος τοῦ πνεύματος, προϊόντι δὲ τῶν προοιμίων ῥᾷον ἴσχειν ἤδη καὶ ἀναπνεῖν οἵῳ τε εἶναι, καὶ προϊόντος ἀεὶ τοῦ λόγου δυνάμεως ἐμπίπλασθαι μετὰ κουφότητος, καὶ συνείρειν οὕτως ὥσθʼ ἕπεσθαι μόλις τοὺς ἀκροωμένους. καὶ ἦν δὴ τὸ θέαμα κρεῖττον ἢ τὸ ἀκρόαμα γνώμην γʼ ἐμήν. ἐγένετο δὲ καὶ ἄλλοις ὀνείρατα ὑπὲρ ἐμοῦ φέροντα εἰς ταυτόν. τοῦτο μὲν Εὐάρεστος Κρὴς, τῶν ἐν φιλοσοφίᾳ διατριβόντων ἐλθὼν ἀπὸ Αἰγύπτου καθʼ ἱστορίαν τῶν περὶ τὸν θεὸν, γνώριμος καὶ συνήθης ἐμοὶ γεγονὼς ἐπὶ τῆς ἐν Αἰγύπτῳ διατριβῆς, ἔφη προστάξαι τὸν θεὸν αὑτῷ προτρέπειν ἐμὲ πρὸς τοὺς λόγους, ὡς παντὸς μᾶλλον ἐμοὶ προσήκοντος· τοῦτο δὲ Ἑρμοκράτει Ῥοδίῳ ποιητῇ μελῶν ὄναρ γίγνεται, ὡς αὐτὸς ἔφη πρὸς ἐμὲ
ὁ Ἑρμοκράτης. ἐξελελοίπειν δʼ, οἶμαι, μίαν ἢ δευτέραν τινὰ ἡμέραν, ἔπειτʼ Ἀριστείδης ἀγανακτήσει καὶ φήσει τὸν στόμαχον ἀλγεῖν, οὐκ ἐθέλων λέγειν. οὕτω μὲν ἁπανταχόθεν εἰς συνέχειαν κατέστη τὸ πρᾶγμα. συνεκρότει δὲ καὶ προὐβίβαζε πολλαχῆ τὴν δύναμιν. τῶν τε γὰρ παλαιῶν ἀνδρῶν ἐν οἷς χρὴ διατρίβειν ἔφρασε, καὶ ποιητῶν λέγω καὶ τῶν ἄλλων, καί τινων καὶ καιρὸν ἔταξε τῆς χρήσεως· καί μοι πάντες οὗτοι μετʼ ἐκείνην τὴν ἡμέραν ἑταῖροι σχεδὸν ἐφάνησαν, τοῦ θεοῦ προξενήσαντος.καὶ μὴν τό γε πλεῖστον καὶ πλείστου ἄξιον τῆς ἀσκήσεως ἡ τῶν ἐνυπνίων ἦν ἔφοδος καὶ ὁμιλία. πολλὰ μὲν γὰρ ἤκουσα νικῶντα καθαρότητι καὶ λαμπρῶς ἐπέκεινα τῶν παραδειγμάτων, πολλὰ δʼ αὐτὸς λέγειν ἐδόκουν κρείττω τῆς συνηθείας καὶ ἃ οὐδεπώποτε ἐνεθυμήθην· ὧν ὅσα γε ἐμνήσθην ἐν ταῖς ἀπογραφαῖς τῶν ὀνειράτων ἔστησα, ἐν οἷς ὅ τε ὑπὲρ τοῦ δρόμου λόγος λεχθείς ἐστιν, ὅτε ἐκέλευε χρῆσθαι δρόμῳ, καὶ πολλὰ ἕτερά ἐστι. καὶ ἐν τοῖς βιβλίοις ἐνέσπαρται τοῖς ἡμετέροις Ἀθηνᾶς τε ἐγκώμιον καὶ Διονύσου καὶ ἑτέροις ὡς ἕκαστόν που συμβαίνοι. πολλὰ δὲ καὶ προβλήματα ἀφίκετο καὶ ὅπως χρὴ τὸ σύμπαν μεταχειρίσασθαι παρεδείχθη, χωρὶς τῶν εἰς μνήμην διʼ ἀκριβείας ἐλθόντων ῥημάτων. ἦν δέ τις καὶ οὗτος τρόπος, φέρων εἰς ἐπίδοσιν, ὁ τῆς ἀδήλου παρασκευῆς· ἔδει γὰρ ἀναστῆναι κεκεντρωμένον εἰς λόγους καὶ παρεσκευασμένον ἐκ νυκτὸς, ὥσπερ ὅταν ἀθλητὴς προγυμνάσηται τὰ ἑωθινά. ἧκε δέ ποτε καὶ τοιοῦτον ἐπίταγμα, πλέξαι λόγον διὰ ψιλοῦ τοῦ νοῦ, καθάπερ διὰ ῥημάτων, καί μοι δῆλον ἦν ὅτι πολύνοιαν εἰσηγοῖτο ὁ θεός. ὅτι δʼ οὖν ἡ τῶν λόγων ἕξις ἡμῖν σὺν αὐτῷ γʼ εἰρῆσθαι, εἰ τὰ μάλιστα καὶ πρόσθεν μὴ σφόδρα εὐκαταφρόνητος ἦν, ἑτέρα τις ἐξ
ἑτέρας ἐγένετο αὐτοί τε σύνισμεν καὶ ὑπὸ τῶν εἰδότων γνωρίζεται. καὶ δὴ Πάρδαλός ποτε ἐκεῖνος, ὃν ἐγὼ φαίην ἂν ἄκρον τῶν ἐφʼ ἡμῶν Ἑλλήνων γενέσθαι γνῶναι λόγους, ἐτόλμησεν εἰπεῖν πρὸς ἐμὲ καὶ διισχυρίσασθαι, ἦ μὴν νομίζειν τύχης συνηθείᾳ συμβῆναί μοι τὴν νόσον, ὅπως τῷ θεῷ συγγενόμενος ἐπιδοίην ταύτην τὴν ἐπίδοσιν. ὅσα δὲ ἄλλα ἢ ʼκεῖνος εἰώθει φθέγγεσθαι κοσμῶν τοὺς ἡμετέρους λόγους, ἢ τῶν ἄλλων πρεσβυτῶν οἱ βέλτιστοι καὶ γνωριμώτατοι κατʼ ἐκείνους τοὺς χρόνους, ἔξω τῆς τε ὑποθέσεως καὶ ἅμα τῆς γνώμης τῆς ἐμῆς λέγειν ἐστίν. ἀλλʼ ὄναρ εἰπεῖν βούλομαι. ἐν χωρίῳ μὲν ἐδόκουν εἶναι οὗπερ ἐτράφην, παρεῖναι δὲ Ῥουφῖνον, οὗ τὰ μεγάλα ἀναθήματα καὶ νεὼς ὁ πολυειδής· καὶ δῆτα τά τε ἄλλα χαίρειν αὐτόν μοι διαφερόντως καὶ φάναι εἰς τὸ μέσον ποῦ νῦν ἂν ἦν εἰ περιῆν ὁ δεῖνα ὁ μελετητής. οὕτω γὰρ εἰπεῖντῷ ῥήματι, τὸν κορυφαῖον δὴ λέγοντα τῶν ἐφʼ ἡμῶν. καὶ αὐτὸς συνεὶς εἰπεῖν πρὸς τουτονὶ Βάσσον, ὁρᾷς οἷα ὁ θεὸς περὶ ἐμοῦ λέγει, οὗτος ὁ Ῥουφῖνος δή; ἐκέλευε δὲ καὶ συντιθέναι λόγους, οὐ μόνον ἐκ τοῦ παραχρῆμα ἀγωνίζεσθαι, καὶ προσέτι γε ἐκμανθάνειν ἔστιν ὅτε κατὰ ῥῆμα. καί μοι τὸ πρᾶγμα πολλὴν παρεῖχε τὴν ἀπορίαν, οὐδὲν τῶν ὕστερον οὔτʼ ἐνθυμηθῆναι δή που δυναμένῳ οὔτε πιστεῦσαι τί ποτʼ αὐτῷ βούλεται ταῦτα. πάνυ γοῦν ἐν τούτοις ἐμοὶ ** ποῦ δὲ ἔξεστι σχολάσαι, τοσοῦτον σωθῆναι πρότερον ἦν· τῷ δὲ, ὡς ἔοικεν, ἅμα μὲν σοφίσματα ταῦτʼ ἦν εἰς τὰ παρόντα, ἅμα δʼ ἐδόκει τι κρεῖττον αὐτῷ ἢ σῶσαι μόνον. ἔσωζεν οὖν διὰ πλείονος ἀξιῶν ἢ ὅσου περ ἦν τὸ σωθῆναι. καὶ δὴ καὶ ὀδόντας ἀλγῶν ποτε ἔτυχον καὶ οὔτε διᾶραι τὸ στόμα οἷός τʼ ἦν, ἀπορίᾳ τε εἰχόμην δεινῇ· ὁ δὲ προστάττει τῶν λόγων τινὰ ἀναγνῶναι
τῶν πεποιημένων μοι τοῖς φίλοις ἐπαγγείλαντα συνουσίαν. εἶχον δὲ τότʼ ἐν χερσὶ τὸν τρίτον τῶν εἰς αὐτὸν λόγων· τοῦτον ἀνέγνων διὰ τέλους, καὶ πρὶν ἅπαντα διελθεῖν, τῆς ὀδύνης ἀπαλλάγμην. ἐνῆγε δέ με καὶ πρὸς τὴν τῶν μελῶν ποίησιν. ἀρχὴ μὲν οὖν τις ἐγένετο ἐν Ῥώμῃ ἐξ Ἀπόλλωνος. ἦλθε γάρ μοι ἐνύπνιον φράζον τόν τε Παιᾶνα ὡς δέον ποιῆσαι τῷ θεῷ καὶ ἅμα τὴν ἀρχὴν αὐτοῦ, καὶ εἶχεν οὕτω πως, Φορμίγγων ἄνακτα Παιᾶνα κληίσω. ἠπόρησα μὲν δὴ ὅ τι χρήσομαι, διὰ τὸ μήπω πρόσθεν ἐμαυτοῦ πεῖραν ἐσχηκέναι περὶ ταῦτα· ἀλλʼ ἐδόκουν παντελῶς ἔχειν ἀδυνάτως, ὅμως δʼ ἐνεχείρησα καὶ τῆς ἀρχῆς οἷον ἐπὶ βάθρας ἐχόμενος ἐπέρανα τὸ ᾆσμα ἐν δυοῖν στροφαῖν, καὶ τρίτην, οἶμαι, τινὰ ἐπήγαγον, ἣν καλοῦσιν οἱ γραμματικοί μοι δοκεῖν ἐπῳδόν. καὶ ἄρτι τε ἀπείργαστο τὸ ᾆσμα καὶ προσαγγέλλει μοί τις ἑορτὴν Ἀπόλλωνος εἶναι, Ἀπολλώνια, ἐν ᾗ τὴν ἱπποδρομίαν Ῥωμαῖοι ποιοῦσι τῷ θεῷ.τοῦτο μὲν δὴ τοιοῦτον ἐγένετο. καὶ τύχῃ δή τινι θείᾳ ὡς ἀνεκομιζόμεθα ἐκ τῆς Ἑλλάδος συμβάντος χειμῶνος, πρῶτον μὲν εἰς Δῆλον, ἔπειτα εἰς Μίλητον ἀπεσώθημεν, ἀμφοτέρας ἱερὰς Ἀπόλλωνος. ἄξιον δὲ καὶ τοῦτο
ἀποδοῦναι τῷ Ἀπόλλωνι τῷ Δηλίῳ τε καὶ σωτῆρι, ἐπειδήπερ ἐνταῦθʼ ἥκομεν τοῦ λόγου. ὡς γὰρ ἐξέβην εἰς τὴν Δῆλον, ἀχθεσθεὶς τῷ κυβερνήτῃ, ταραχώδει τε ὄντι καὶ ὑπεναντία τοῖς ἀνέμοις πλέοντι, καὶ οἷον ἀροῦντι τὸ πέλαγος, εὐθὺς ὅρκῳ καταλαμβάνω ἦ μὴν μήτε ἐκπλεύσεσθαι δυοῖν ἡμερῶν, ἀλλʼ εἰ φίλον αὐτῷ, πλείτω, ἔφην, ἐφʼ αὑτοῦ. κἀγὼ μὲν τῷ θεῷ θύσας καὶ διατρίψας ὅσον οἷός τʼ ἦν περὶ τὸ ἱερὸν, εἰσελθὼν εἰς τὸ δωμάτιον καὶ προειπὼν τοῖς οἰκέταις, ἂν ἀφίκηταί τις ἐκ πλοίου, χαίρειν κελεύειν, ἀνεπαυόμην ἐν τῷ λιμένι τῶν Δηλίων. οἱ δʼ ἧκον οἴνῳ βεβαρηότες οἱ ναῦται περὶ πρῶτον ὕπνον σχεδὸν, καὶ
προστάντες ἔκοπτον τὴν θύραν, καὶ ἐκέλευον ἐξιέναι καὶ χρῆσθαι πλῷ· καὶ γὰρ εἶναι θαυμαστὸν οἷον. ἀποκριναμένων δὲ τῶν παίδων ὅτι ληροῖεν καὶ οὐδʼ ἂν εἴ τι γίγνοιτο κινησοίμην, ἀπιόντες ᾤχοντο πρὸς ὀργὴν, ὡς δὴ μεγάλων στερόμενοι. ἀλεκτρυόνων τε ᾠδαὶ πλησίον ἦσαν, καὶ καταρρήγνυται σκηπτὸς ἐξαίσιος, καὶ ἡ θάλαττα ἠλαύνετο λαίλαπι ἀγρίᾳ καὶ πάντα ἐπεκλύζετο, καὶ τὰ πλοιάρια τὰ ἐν τῷ λιμένι τὰ μὲν εἰς τὴν γῆν ἐξέπιπτε, τὰ δʼ ἀλλήλοις ἐνέπιπτε καὶ συνετρίβετο· ἡ δʼ ὁλκὰς ἡ κομίζουσα ἡμᾶς ἀπορραγέντων τῶν καλωδίων ἐκυλινδεῖτο ἄνω καὶ κάτω, καὶ μόλις σὺν βοῇ πολλῇ καὶ ταραχῇ τῶν ναυτῶν διασώζεται· καὶ ἐπιγίγνεται ὕδωρ ἐξ οὐρανοῦ πολὺ καὶ λάβρον, καὶ ἐν τῇ νήσῳ θόρυβος ἦν ὥσπερ ἐν νηί. ἅμα δὲ τῇ ἕῳ παρῆσαν μὲν οἱ φίλοι σπουδῇ, οὓς ἔτυχον ἀνειληφὼς ἰδίοις τέλεσι πλέων, εὐεργέτην, σωτῆρα ὀνομάζοντες, συγχαίροντες τῆς παρὰ τῶν θεῶν προνοίας· παρῆσαν δὲ καὶ οἱ ναῦται χάριν ἤδη εἰδότες καὶ θαυμάζοντες ἐξ οἵων κακῶν ἐπικειμένων ἐσώθησαν. τὸ μὲν κέρδος τοσοῦτον καὶ ὁ μισθὸς τοῦ ᾁσματος, ὥσπερ Σιμωνίδῃ παρὰ τῶν Διοσκούρων φασὶ γενέσθαι, τὸ σωθῆναι μόνον ἀνθʼ ὧν εἰς αὐτοὺς ἐποίησε, πλὴν ὅσον ἡμεῖς γε οὐ μόνοι τότε, ἀλλὰ καὶ οἱ φίλοι μεθʼ ἡμῶν ἐσώθησαν. ἐχέτω δὲ ὁπότερά τις βούλεται εἴτε τοῦ Παιᾶνος ταύτην γενέσθαι τὴν ἐπικαρπίαν καὶ χάριν καὶ διὰ τοῦτο ὑπάρξαι σωθῆναιεἴτε τοῦτο μὲν πάντως ἂν οὕτω γενέσθαι, τὸν δὲ θεὸν προειδότα ἐφʼ ἅπασι τοῖς μέλλουσι σημῆναι τοῦτο μὲν ὡς ἐν θαλάττῃ κίνδυνοί τε συμβήσονται καὶ ἐξ αὐτῶν σωτηρίαι, τοῦτο δὲ ὡς τῶν περὶ τὸ σῶμα ἀποριῶν ἔσται παιὼν αὐτός τε καὶ τῶν αὐτοῦ παίδων ὁ πρῶτός τε καὶ πάντα παύειν εἰδὼς ὁπόσοις κάμνουσιν ἄνθρωποι.
λόγος δὲ ἥκει λόγῳ συνεχὴς καὶ λέγωμεν πάλιν ὡς μετὰ τῶν ἄλλων ὁ σωτὴρ Ἀσκληπιὸς καὶ τοῦτʼ ἐπέταξεν ἡμῖν, διατρίβειν ἐν ᾁσμασι καὶ μέλεσι, καὶ δὴ καὶ παίζειν τε καὶ τρέφειν παῖδας. ὅσα μὲν δὴ καὶ ἄλλα τῆς συμβουλῆς ταύτης ἀπελαύσαμεν εἰς εὐθυμίαν καὶ τὸ ἀνταρκεῖν ἀπέραντον ἂν εἴη λέγειν, τὰ δʼ ᾁσματα ᾖδον οἱ παῖδες, καὶ ὁπότε ἢ πνίγεσθαι συμβαίνοι, τοῦ τραχήλου ταθέντος ἐξαίφνης ἢ τοῦ στομάχου καταστάντος εἰς ἀπορίας, ἤ τις ἄλλη γένοιτο ἄπορος προσβολὴ, παρὼν ἂν Θεόδοτος ὁ ἰατρὸς καὶ μεμνημένος τῶν ἐνυπνίων ἐκέλευε τοὺς παῖδας ᾁδειν τῶν μελῶν, καὶ μεταξὺ ᾀδόντων λάθρα τις ἐγίγνετο ῥᾳστώνη, ἔστι δʼ ὅτε καὶ παντελῶς ἀπῄει πᾶν τὸ λυποῦν. καὶ τοῦτο δὴ τοσοῦτον κέρδος ἦν καὶ τὸ τῆς τιμῆς ἔτι τούτου μεῖζον· εὐδοκίμει γὰρ καὶ τὰ μέλη παρὰ τῷ θεῷ. ἐκέλευε δʼ οὐ μόνον εἰς ἑαυτὸν ποιεῖν, ἀλλὰ καὶ ἑτέρους ἐσήμαινεν, οἷον δὴ Πᾶνα καὶ Ἑκάτην καὶ Ἀχελῶον καὶ εἰ δή τι ἕτερον. ἧκε δὲ καὶ παρʼ Ἀθηνᾶς ὄναρ ὕμνον ἔχον τῆς θεοῦ καὶ ἀρχὴν τοιάνδε Ἵκεσθε Περγάμῳ νέοι, καὶ ἕτερον ἐκ Διονύσου, οὗ τὸ ἐπᾳδόμενον ἦν Χαῖρʼ ὦ ἄνα κισσεῦ Διόνυσε. ᾀδομένου δʼ αὐτοῦ καθʼ ὕπνον περιέρρει τὰ ὦτα καὶ ἠχὴ θαυμαστή. καὶ ἔδει τὸ γόνυ τὸ δεξιὸν κλίναντα ἱκετεύειν τε καὶ καλεῖν Λύσιον τὸν θεόν· καὶ
ἔνεστι ταῦτα ἐν τοῖς ᾁσμασι. καὶ ἕτερον ἧκεν ἐξ αὐτοῦ Διὸς, ὅ τι δὲ ἦν δὴ τούτων ἢ πρῶτον ἢ ὕστερον οὐχὶ μέμνηνται, καὶ ἕτερον ἐκ Διονύσου πάλιν, οὐλοκόμην φράζον προσειπεῖν τὸν θεόν. ὤφθη δὲ καὶ ὁ Ἑρμῆς τήν τε κυνῆν ἔχων καὶ τὸ κάλλος θαυμαστὸς καὶ τὴν κίνησιν ὑπερφυής. καὶ ᾁδων αὐτὸν καὶ γανύμενος ὡς ῥᾳδίως τε καὶ τὰ προσήκοντα εἰρηκὼς ἀφυπνιζόμην. ἔδοξα δὲ καὶ περὶ τῶν ἐν Σμύρνῃ θεῶν ἀκοῦσαι τοῦ τροφέως, οἶμαι, ὡς οὐκ ὀρθῶς αὐτῶν ἐπιλελησμένος τυγχάνοιμι, εἰκὸς γὰρ εἶναι καὶ ταύταις ὕπνου ἐπιμεληθῆναι. πλεῖστα δὲ εἰςἈπόλλω τε καὶ Ἀσκληπιὸν ἐποιήθη κατὰ τὰς τῶν ὀνειράτων ἐπιπνοίας, καὶ τούτων τὰ πολλὰ σχεδὸν ἀπὸ μνήμης οὑτωσὶ, ὁπότε αἰωροίμην ἐπὶ τοῦ ζεύγους ἢ καὶ βαδίζοιμι. καὶ δὴ καὶ Μακεδόνι ἀνδρὶ ἑνὶ τῶν συμφοιτητῶν ὄναρ γίγνεται, ὡς ἀπήγγελλεν ἐμοὶ Θεόδοτος, οὐ γὰρ αὐτὸς εἶχε συνήθως ἐμοὶ, ἄντικρυς φέρον εἰς ἐμέ. ἐδόκει γὰρ ᾁδειν ἐμὸν παιᾶνα ἐν ᾧ ταύτην τὴν πρόσρησιν εἶναι, Ἰὴ παιὰν Ἥρακλες Ἀσκληπιέ. καὶ οὕτω δὴ τὸν παιᾶνα ἀπέδωκα ἀμφοτέροις τοῖς θεοῖς κοινόν.
καὶ τοίνυν καὶ χοροὺς ἔστησα δημοσίᾳ δέκα τοὺς σύμπαντας, τοὺς μὲν παίδων, τοὺς δὲ ἀνδρῶν. καὶ συνέβη τι τοιοῦτον. ἡνίκα τὸν πρῶτον ἤμελλον ἀνάξειν χορὸν, ἦν ἐν τῷ νεῷ Ῥουφῖνος, οὗ μικρῷ πρόσθεν ἐμνήσθην. ἰδὼν οὖν αὐτὸν, εἰς καλὸν ἥκεις, ἔφην, εἰ ἄρα καὶ σχολή σοι· μέλλω γὰρ στήσειν χορὸν τῷ θεῷ, καὶ δῆλον δὴ ὅτι ἀκροάσει ἡμετέραν χάριν. ἀλλʼ οὐδὲν, ἔφη, δεῖ καλεῖσθαί με ὑπὸ σοῦ, ἀλλὰ καὶ προκέκλημαι ὑπὸ τοῦ θεοῦ· τεκμαίρου
δὲ, ἔφη, καὶ τὴν ὥραν, οὐ γάρ πω πρότερον τηνικάδε ἀπήντησα, ἀλλὰ πολὺ ὕστερον εἰώθειν φοιτᾶν. ἀλλὰ κέκλημαί γε, ἔφη, καὶ τούτων ἕνεκα καὶ εἰς τὴν ἀγαθὴν τύχην, καί σοι συμπαρεστήξομεν ἡμεῖς, αὑτὸν δὴ λέγων καὶ τὸν Σηδᾶτον, ὃς ἦν ἡμῖν συμφοιτητὴς ἐν τῷ τότε. καὶ τοῦτο μὲν περὶ τὴν πρώτην προσαγωγὴν τοῦ χοροῦ συνέβη. πάλιν δὲ ἐπὶ τῷ δεκάτῳ τελεσθέντι ἐγὼ μὲν ἕν τι τῶν ᾀσμάτων ἔτυχον παρεικὼς, διὰ τὸ παντελῶς αὐτοσχεδίως τε καὶ ἐκ τοῦ ῥᾴστου πεποιῆσθαι καὶ ὅσον αὐτό φασιν, ἔπειθʼ ἧκεν ὄναρ ἀπαιτοῦν καὶ τοῦτο, καὶ ἀπέδομεν. περανθέντων δὲ τούτων ἐδόκει χρῆναι ἀναθεῖναι τρίποδα ἀργυροῦν, ἅμα μὲν τῷ θεῷ χαριστήριον, ἅμα δὲ μνημεῖον τῶν χορῶν οὓς ἐστήσαμεν. καὶ ἐμοὶ μὲν παρεσκεύαστο ἐλεγεῖον τοιονδὶποιητὴς ἀέθλων τε βραβεὺς αὐτός τε χορηγὸς,
σοὶ τόδʼ ἔθηκεν ἄναξ μνῆμα χοροστασίης.ἔπειτα δύο τινὰ ἐπὶ τούτοις ἕτερʼ ἦν ἔπη, ὧν τὸ μὲν τοὔνομα εἶχε τοὐμὸν, τὸ δʼ ὅτι προστασίᾳ τοῦ θεοῦ ταῦτα ἐγίγνετο. ἐνίκησε δὲ ὁ θεός. ᾗ γὰρ ἡμέρᾳ ἔδει γίγνεσθαι τὴν ἀνάθεσιν, ταύτῃ μοι δοκεῖν ἢ μικρόν τι πρὸ αὐτῆς
περὶ τὴν ἕω ἢ καὶ ἔτι θᾶττον ἀφικνεῖται θεῖον ἐπίγραμμα ἔχον οὑτωσὶ
οὐκ ἀφανὴς Ἕλλησιν Ἀριστείδης ἀνέθηκε
μύθων ἀενάων κύδιμος ἡνίοχος.τοῦτό τε ἐπιγράφειν ἐδόκουν καὶ τὸ ἀνάθημα ἀναθήσειν ὡς δὴ Διί. εὐθὺς οὖν εἰχόμην ἀπρὶξ τοῦ ἐπιγράμματος ἔν τε τῷ ὕπνῳ γανύμενος καὶ ἔτι ἀφυπνιζόμενος, ἐκμελετῶν καὶ στρέφων μὴ λάθῃ με διαφυγόν· καὶ οὕτω δὴ κατεδησάμην. μετὰ δὲ ταῦτα βουλευομένοις ἡμῖν κοινῇ περὶ τοῦ ἀναθήματος συνεδόκει καὶ τῷ ἱερεῖ καὶ τοῖς νεωκόροις ἀναθεῖναι ἐν Διὸς Ἀσκληπιοῦ, ταύτης γὰρ οὐκ εἶναι χώραν καλλίω· καὶ οὕτω δὴ τοῦ ὀνείρατος ἡ φήμη ἐξέβη. καὶ ἔστιν ὁ τρίπους ὑπὸ τῇ δεξιᾷ τοῦ θεοῦ, εἰκόνας χρυσᾶς ἔχων τρεῖς, μίαν καθʼ ἕκαστον τὸν πόδα, Ἀσκληπιοῦ, τὴν δὲ Ὑγιείας, τὴν δὲ Τελεσφόρου. καὶ τὸ ἐπίγραμμα ἐπιγέγραπται καὶ ὅτι ἐξ ὀνείρατος προσπαραγέγραπται. ἀνέθηκα δὲ καὶ τῷ Διὶ τῷ Ὀλυμπίῳ τὸ ἐπίγραμμα καὶ ἀνάθημα ἕτερον, ὡς πανταχῆ τελέως ἔχειν τὰ χρησθέντα. γενομένου δὲ τοῦ ἐπιγράμματος πολὺ δὴ μείζων προθυμία μοι ἐγγίγνεται καὶ ἐδόκει παντὶ τρόπῳ χρῆναι ἀντέχεσθαι τῶν λόγων, ὡς κἀν τοῖς ὕστερον ἀνθρώποις ὄνομα ἡμῶν ἐσόμενον, ἐπειδή γε ἀενάους τοὺς λόγους ὁ θεὸς ἔτυχε προσειρηκώς.
καὶ τὰ μὲν περὶ τοὺς χοροὺς οὕτως εἶχε. χρόνῳ δʼ ὕστερον οὐκ οἶδʼ ὁπόσῳ τινὶ φαντάζομαι τοιάδε. ἐδόκουν εἶναι περὶ τὴν ἑστίαν τοῦ Διὸς τοῦ Ὀλυμπίου καὶ πατρῴου,
συλλόγου δὲ γιγνομένου δημοτελοῦς περὶ πλήθουσαν ἀγορὰν ἑστῶτα τὸν κήρυκα τὸν ἱερὸν παρʼ αὐτὴν τοῦ θεοῦ τὴν κρηπῖδα ἀνειπεῖν τοὐμὸν ὄνομα σὺν ἅπασι τοῖς περὶ αὐτὸ, ὡς δὴ δημοσίᾳ στεφανουμένου, ὥσπερ ὅταν ἐν ταῖς ἐκκλησίαις χρυσῷ στεφάνῳ στεφανώμεθα, προσθεῖναι δὲ ὅτι λόγων ἕνεκα· βεβαιώσασθαι δʼ αὐτὸ ἑτέρᾳ προσθήκῃ ἐπειπόντα, καὶ γάρ ἐστιν ἀήττητος περὶ λόγους· κεκηρυγμένου δὲ τούτου διαβῆναι εἰς Ἀσκληπιοῦ κῆπον, ὃς ἔστι μοι πρόσθεν τῆς οἰκίας τῆς πατρῴας. κἀνταῦθαεὑρεῖν ἐκ δεξιᾶς τοῦ νεὼ μνῆμα κοινὸν ἐμοῦ τε καὶ Ἀλεξάνδρου τοῦ Φιλίππου, διαφράγματι μέσῳ διειργόμενον· καὶ τὸν μὲν ἐν τῷ ἑτέρῳ κεῖσθαι, ἐν τῷ ἑτέρῳ δὲ αὐτὸς κείσεσθαι. ἐπιστὰς δὲ καὶ προκύψας ἀπολαύειν εὐωδίας θαυμαστῆς θυωμάτων, καὶ τούτων τὰ μὲν τῆς ἐκείνου θήκης εἶναι, τὰ δὲ ἐμοὶ προσαποκεῖσθαι. χαίρειν τε οὖν καὶ συμβάλλεσθαι ὡς ἄρα ἀμφότεροι τὸ ἄκρον λάχοιμεν, ὁ μὲν τῆς ἐν τοῖς ὅπλοις δυνάμεως, ἐγὼ δὲ τῆς ἐπὶ τοῖς λόγοις. καὶ προσέτι γε κἀκεῖνο εἰσελθεῖν με, ὅτι οὗτός τε ἐν Πέλλῃ γένοιτο, πρᾶγμα τοσοῦτον, ἐπʼ ἐμοί τε οἱ τῇδε φιλοτιμήσοιντο. τοιαῦτα καὶ ἀκοῦσαι καὶ ἰδεῖν ἔδοξα καὶ πρὸς ἐμαυτὸν εἰπεῖν τε καὶ συλλογίσασθαι, τὰ μὲν ὡς παρὰ τῷ Διὶ, τὰ δʼ ὡς ἐν Ἀσκληπιοῦ πρὸ τῆς οἰκίας. τὰ δʼ ἐντεῦθεν ἤδη, εἰ μὲν θέμις, εἰρήσθω καὶ γεγράφθω, εἰ δὲ μὴ, τοσοῦτον σοὶ μελήσειε, δέσποτα Ἀσκληπιὲ, ἐπὶ νοῦν ἀγαγεῖν μοι διαγράψαι παντὸς δυσκόλου χωρίς. πρῶτον μὲν ὤφθη τὸ ἕδος τρεῖς κεφαλὰς ἔχον καὶ πυρὶ λαμπόμενον κύκλῳ, πλὴν τῶν κεφαλῶν· ἔπειθʼ οἱ θεραπευταὶ προσειστήκειμεν, ὥσπερ ὅταν ὁ παιὰν ᾁδηται· σχεδὸν δὲ ἐν πρώτοις ἐγώ. κἀν τούτῳ νεύει ἔξοδον ὁ θεὸς, ἔχων ἤδη τὸ ἑαυτοῦ σχῆμα ἐν ᾧπερ ἕστηκεν. οἵ τε δὴ οὖν ἄλλοι πάντες ἐξῄεσαν κἀγὼ μετεστρεφόμην ὡς ἐξιὼν, καὶ ὁ θεός μοι τῇ χειρὶ προδείκνυσι μένειν. κἀγὼ περιχαρὴς τῇ τιμῇ γενόμενος καὶ ὅσον τῶν ἄλλων προὐκρίθην
ἐξεβόησα, εἷς, λέγων δὴ τὸν θεόν. καὶ ὃς ἔφη, σὺ εἶ. τοῦτο τὸ ῥῆμα ἐμοὶ, δέσποτʼ Ἀσκληπιὲ, παντὸς ἀνθρωπίνου βίου κρεῖττον, τούτου πᾶσα ἐλάττων νόσος, τούτου πᾶσα ἐλάττων χάρις, τοῦτʼ ἐμὲ καὶ δύνασθαι καὶ βούλεσθαι ζῆν ἐποίησε. καὶ ταῦτα μὲν ἡμῖν εἰρηκόσι μηδὲν ἔλαττον εἴη τῆς πρόσθεν τιμῆς παρὰ τοῦ θεοῦ.λόγον δέ ποτε ἤκουσα τοιόνδε φέροντα εἰς λόγους καὶ ὁμιλίαν θείαν. ἔφη χρῆναι κινηθῆναι τὸν νοῦν ἀπὸ τοῦ καθεστηκότος, κινηθέντα δὲ συγγενέσθαι θεῷ, συγγενόμενον δὲ ὑπερέχειν ἤδη τῆς ἀνθρωπίνης ἕξεως· καὶ οὐδέτερόν γε εἶναι θαυμαστὸν, οὔτε ὑπερέχειν θεῷ συγγενόμενον οὔθʼ ὑπερσχόντα συνεῖναι θεῷ. καὶ μὴν τοὔνομά
γε ὁ Θεόδωρος οὕτως ἐπωνομάσθη μοι. προσρηθῆναι μὲν ἔδοξα ὡς ἐν Σμύρνῃ ὑπό τινος καὶ μάλα συγχαίροντος, Θεόδωρε χαῖρε· καὶ Ἀσιάρχης, οἶμαι, προσῆν· δέξασθαι δὲ οὕτω τὴν πρόσρησιν, ὡς ἄρα πᾶν τοὐμὸν εἴη τοῦ θεοῦ δωρεά. μετὰ δὲ ταῦτα ἕτερον τοιόνδε ἐπιγίγνεται. ἦν Ἐπάγαθος τῶν τροφέων τῶν ἐμῶν, ὃς πρῶτος ἔθρεψέ με, καὶ μάλα ἀνὴρ ἀγαθὸς καὶ σαφέστατα ὁμιλῶν θεοῖς καὶ χρησμοὺς ἀπομνημονεύων ὅλους ἐξ ἐνυπνίων· οἱ δʼ ἀπέβαινον σχεδὸν ὡς εἰπεῖν αὐθημερόν. ἐγένετο μὲν τοιοῦτός τις ὁ Ἐπάγαθος, τὸ δὲ ὄναρ οὕτως εἶχεν· ἐδόκει μοι οὗτος ἤτοι ἐμοῦ πυθομένου ἢ καὶ αὐτὸς ἀφʼ ἑαυτοῦ κινηθεὶς εἰπεῖν πρὸς ἐμὲ ὅτι αὐτῷ γένοιτο ἐνύπνιον τοιόνδε, περὶ δὲ Θεοδώρου μελήσει τῇ μητρὶ τῶν θεῶν. κἀγὼ γνωρίσας, ἔοικε φάναι, καὶ τῇ μητρὶ τῶν θεῶν κατὰ ταὐτὰ δοκεῖν περὶ ἐμοῦ καθάπερ τῷ Ἀσκληπιῷ· ὁ γὰρ Θεόδωρος ἐκεῖθέν μοι τὴν ἀρχὴν ἐγένετο. ἐπέδειξε δέ μοι καὶ περὶ τῆς φύσεως τῆς αὑτοῦ τὰ μὲν ὄψει, τὰ δὲ καὶ λόγῳ. ἔσχε δὲ οὑτωσί. ἀνεῖχε μὲν ἑωσφόρος, ἡνίκʼ ἦν τὸ ἐνύπνιον.
ἐδόκουν δὲ βαδίζειν ὁδόν τινα διʼ ἐμαυτοῦ χωρίου προσορῶν τῷ ἀστέρι ἄρτι ἥκοντι, καὶ γὰρ εἶναι πορείαν πρὸς ἀνατολάς. παρεῖναι δὲ Πυραλλιανὸν τὸν ἐκ τοῦ ἱεροῦ, ἄνδρα ἡμῖν τε ἑταῖρον καὶ περὶ τοὺς Πλάτωνος λόγους εὖ γεγυμνασμένον, οἷα δʼ ἐν ὁδῷ καὶ ἡσυχίας οὔσης προσπαίζων αὐτὸν καὶ ἅμα ἐρεσχελῶν εἰπεῖν, ἔχεις μοι πρὸς θεῶν εἰπεῖν—πάντως δʼ ἐσμὲν μόνοι—τί ταῦτα ὑμεῖς οἱ περὶ τὸν Πλάτωνα ἀλαζονεύεσθε καὶ ἐκπλήττετε τοὺς ἀνθρώπους. ἔφερε δέ μοι τοῦτο εἰς τοὺς περὶ φύσεως αὐτοῦ καὶ τῶν ὄντων λόγους. καὶ ὃς ἀκολουθεῖν με ἐκέλευε προσέχοντα τὸν νοῦν. ἐκ τούτου δὲ ὁ μὲν ἡγεῖτο, ἐγὼ δʼ εἱπόμην. καὶ προσελθὼν μικρὸν ἀνασχὼν τὴν χεῖρα δείκνυσί μοι τόπον τινὰ τοῦ οὐρανοῦ· καὶ ἅμα δεικνὺς ἔφη, οὗτος δή σοί ἐστιν ὃν καλεῖ Πλάτων τοῦ παντὸς ψυχήν. ἀναβλέπω τε δὴ καὶ ὁρῶ Ἀσκληπιὸν τὸν ἐν Περγάμῳ ἐνιδρυμένον ἐν τῷ οὐρανῷ, καὶ ἅμα τε ἀφυπνιζόμην ἐπὶ τούτοις καὶ τὴν ὥραν αἰσθάνομαι ταύτην ἐκείνην οὖσαν ἐν ᾗ ἐδόκουν ταῦτα ὁρᾶν. ἔτι τοίνυν ἑτέρων τοιῶνδε μέμνημαι. τοῦτο μὲν αὐτὸνΠλάτωνα ὁρᾶν ἐδόκουν ἑστῶτα ἐν τῷ δωματίῳ τῷ ἐμῷ ἀπαντικρὺ τῆς τε κλίνης κἀμοῦ· ὁ δʼ ἔτυχε μεταχειριζόμενος τὴν ἐπιστολὴν τὴν πρὸς Διονύσιον, καὶ μάλα μεστὸς ὢν θυμοῦ προσβλέψας δέ μοι, ποῖός τις, ἔφη, σοὶ φαίνομαι εἰς ἐπιστολάς; μὴ φαυλότερος τοῦ Κέλερος; τὸν γραμματέα δὴ λέγων τὸν βασιλικόν. κἀγὼ, εὐφήμει, ἔφην, τὸ καὶ μεμνῆσθαί σε τοιοῦτον ὄντα ὅστις εἶ. καὶ οὐ πολὺ ὕστερον ὁ μὲν ἠφάνιστο, ἐγὼ δὲ συννοίᾳ εἰχόμην. παρὼν δέ τις εἶπεν, οὗτος μέντοι ὁ διαλεγόμενός σοι ὡς Πλάτων ἀρτίως ὁ σὸς Ἑρμῆς ἐστι· λέγων δὴ τὸν εἰληχότα τὴν γένεσιν τὴν ἐμήν. Πλάτωνι δʼ, ἔφη, εἴκαστο.
τοῦτο μὲν δὴ ἐν Σμύρνῃ γίγνεταί μοι τὸ ὄναρ, ἕτερον δὲ ἐν Περγάμῳ σχεδὸν πρότερον τούτου. ᾐτιᾶτο τῶν ὀνειράτων τούτων καὶ τῆς ἐναργοῦς τῶν θεῶν ἐπιμελείας τὸν τοῦ Διὸς ἀστέρα, ὅστις δὴ καὶ ὁ αἰτιώμενος ἦν·
σχίζειν γὰρ αὐτὸν μέσου τοῦ οὐρανοῦ μέσην τὴν μοῖραν, ἡνίκα ἐγιγνόμην, καὶ λέγουσι μέντοι οἱ ἀστρονόμοι λέοντα μὲν εἶναι τηνικαῦτα ἐπὶ μέσου τοῦ οὐρανοῦ, τὸν δὲ τοῦ Διὸς ἀστέρα ὑπὸ τῷ λέοντι, ἐκ τετραγώνου πλευρᾶς Ἑρμῇ δεξιὸν, ἀμφοτέρους ἑώους. σχεδὸν δὲ καὶ τῶν ἄλλων παλαιῶν τοὺς ἐνδοξοτάτους ἐπὶ λόγοις ὑπῆρξέ μοι θεάσασθαι, ὁμοίως λογοποιούς τε καὶ ποιητάς· τὸ δὲ τοῦ Λυσίου καὶ διηγήσεως ἄξιον. ἔκαμνον γὰρ τριταίῳ οἵῳ βαρυτάτῳ καὶ ὁρῶ Λυσίαν τὸν ῥήτορα, νεανίσκον οὐκ ἄχαριν. ἐπῄει δὲ ἡ τῆς καταβολῆς ἡμέρα καὶ ὁ πυρετὸς οὐκ ἐπεγένετο, ἀλλʼ ἐλύθη τὸ νόσημα ἐν τούτῳ. καὶ δὴ καὶ Σοφοκλέα ποτὲ ἔδοξα τὸν ποιητὴν παρελθεῖν εἰς τὴν οἰκίαν τὴν ἐμαυτοῦ, παρελθόντα δὲ στῆναι πρόσθεν τοῦ οἰκήματος οὗ διατρίβων τυγχάνω, ἑστῶτος δὲ αὐτοῦ καὶ σιωπῶντος αὐτὰ ἐφʼ αὑτῶν τὰ χείλη βομβεῖν οἷον ἥδιστον· ἦν δὲ καὶ ἡ πᾶσα πρόσοψις γεραροῦ τε καὶ εὐσχήμονος. ἰδὼν οὖν αὐτὸν ἥσθην τε καὶ ἀναστὰς ἠσπαζόμην καὶ ἠρώτων, ποῦ δέ σοι, ἔφην, ἁδελφός; καὶ ὃς, ἔστι γάρ τις, ἔφη, ἀδελφὸς ἐμοί; Αἰσχύλος γε οὗτος, ἔφην ἐγώ. καὶ ἅμα συμπαρῄειν ἔξω, καὶ ὡς ἐν τῷ προθύρῳ ἐφάνημεν, σοφιστὴς τῶν ἐφʼ ἡμῶν καὶ μάλα τῶν ἐπιφανῶν μικρὸν ἀπωτέρω τῶν θυρῶν ἐξ ἀριστερᾶς ἀνατραπεὶς ἔκειτο.ἄλλους δὲ ἐν ἄλλῳ σχήματι καὶ τύπῳ μάλα σεμνῶς τε καὶ οἰκείως ἐφʼ ὧν ἑκάστους συνέβη χρόνων εἴδομεν. ὑπῆρξε δὲ καὶ τόδε εἰς εὐθυμίαν. ἐπιδεικνυμένου γάρ μου λόγους τινὰς ὡς τὸ ὄναρ καὶ σφόδρα εὐδοκιμοῦντος, εἰπόντος τινὸς τῶν ἀκροωμένων κατὰ εὐφημίαν ὅτι ὡς ὁ δεῖνα, ὃν δὴ μάλιστα ἐθαύμαζε τῶν παλαιῶν, παρόντα ἐδόκουν τὸν διδάσκαλον εἰπεῖν ὑποδυσχεράναντα, οὐ προσθήσεις τὸν καὶ τόν; καὶ ἄλλους ἔμελλεν ἐρεῖν ἑξῆς, ὡς ἕνα γε οὐδένα ἀντεξετάσαι δέον. καὶ ταῦτʼ ἐγνώκειν εἰπὼν
καταλῦσαι τὸν περὶ τούτων λόγον, καὶ ὑπῆλθέ με θαυμαστὸν ἕτερον χάριτος, εἰ δή τι καὶ ἄλλο, οὐκ ὀλίγης ἄξιον τῷ θεῷ. ἀφικομένου γὰρ Κοδράτου τοῦ ῥήτορος ἐπὶ τὴν τῆς Ἀσίας ἀρχὴν ᾠήθην καιρὸν ἔχειν μοι τὴν πρὸς αὐτὸν πρόσρησιν, ἄλλως τε καὶ πραγμάτων ὄντων μοι τινῶν ἐκ τῶν ἄνωθεν χρόνων, περὶ ὧν αὐτίκα εἰρήσεται. καὶ γράφω δὴ πρὸς αὐτὸν, ὅστις τε εἴην δηλῶν καὶ πᾶσαν τὴν ἐμαυτοῦ διατριβήν. ᾗ δὲ ἡμέρᾳ δέξεσθαι τὰ γράμματα ἔμελλε —τουτὶ γὰρ ὕστερον ἔγνωμεν ἐκ τῶν ἀπαγγελθέντων, ἦν δὲ καὶ εὐθὺς ἐκ λογισμοῦ τῶν ἡμερῶν τεκμαίρεσθαι— ταύτῃ μοι ἐδόκει ὁ ἱερεὺς ὁ τοῦ Ἀσκληπιοῦ οὗτος ὁ ἔτι νῦν ὢν καὶ ὁ τούτου πάππος, ἐφʼ οὗ τὰ πολλὰ καὶ μεγάλα ὡς ἐπυνθανόμεθα ἐχειρούργησεν ὁ θεὸς καὶ ἔστι δὴ ἐνδοξότατος τῶν μέχρι τούτου, οὗτοί μοι ἐδόκουν παρελθεῖν εἰς τὴν τοῦ Κοδράτου καταγωγὴν καὶ συνεῖναι μάλα ἐγγύθεν, ὁ μὲν οὑτωσὶ παρακαθήμενος, ὁ δὲ ἐπʼ αὐτῆς καθεζόμενος ἄνω τῆς κλίνης ὁ πρεσβύτερος. συνίστασαν οὖν με τῷ Κοδράτῳ πάνυ σπουδῇ, ἄλλους τε λόγους φιλανθρώπους λέγοντες καὶ ὡς ἐπὶ τοῖς λόγοις ὁ πρεσβύτερος γίγνεται τοῖς ἐμοῖς δὴ καὶ οὓς ἔδει καὶ αὐτοὺς πρὸς τὸν Κοδρᾶτον ἐπαινεθῆναι. περὶ δὲ λόγων ἔφη ἐνσημηνάμενός τέ πως τῇ φωνῇ καὶ διαλιπὼν ἐξεπίτηδες ὡς μάλιστα ἔμελλεν ἐκεῖνον προσάξειν τῷ μέλλοντι λεχθήσεσθαι· ἔτι δʼ αὐτοῦ μέλλοντος ἐρεῖν τὴν ὑπερβολὴν, ὑπολαβὼν ὁ Κοδρᾶτος, ἀλλʼ ἦ τὸ τῆς παροιμίας, ἔφη, ἐρεῖς,ἢ τοιαύτην χρὴ γαμεῖν ἢ μὴ γαμεῖν;
τοιαῦτʼ ἄττα ἑκατέρωθεν ἐλέγετο. μετὰ δὲ ταῦτα ἐδόκουν τοὺς μὲν πορεύεσθαι, αὐτὸς δὲ συνεξιέναι μετʼ αὐτῶν, καὶ ἐπειδὴ γιγνόμεθα πρὸς τῇ πυλίδι, οὗ ἡ ἐκτροπὴ πρὸς τὸ ἱερόν ἐστι, τοὺς μὲν βαδίζειν εὐθὺ τοῦ ἱεροῦ, αὐτὸς δὲ ἀπαλλαττόμενος δεξιοῦσθαί τε αὐτοὺς καὶ χάριν ἔχειν, ὅτι πανταχοῦ κοσμοῖεν καὶ μέλοι πάντως
αὐτοῖς τῶν ἐμῶν. ὃν μὲν οὖν τρόπον εὐθὺς εὐδοκίμησε τὰ γράμματα ἀναγιγνωσκόμενά τε εἰς πάντας ὑπʼ αὐτοῦ τοῦ ἡγεμόνος καὶ περιμάχητα πᾶσιν ὄντα λαβεῖν, καὶ ἃ πρὸς ταῦτα ἀντεπέστειλε καὶ οἷα τελευτῶν, ἐπειδὴ τῆς ἀρχῆς ἐξῄει, τῇ μὲν ἴσως ἀλαζονίαν ἔχειν ἂν δόξειε διηγουμένῳ διὰ τὰς ὑπερβολὰς τῶν ἐν αὐτοῖς ἐνόντων, τῇ δʼ ὥσπερ μικρότης τις ἂν εἴη διατρίβειν ἐπὶ τούτοις, μετὰ τὰς παρὰ τῶν θεῶν τιμάς. ἀλλʼ ἅ γʼ εἰς τὸν παρόντα ἔφερε λόγον, τοιαῦτα μάλιστα ἐγένετο. καὶ ταῦτα μὲν τῶν ἄνω χρόνων ἐστὶν, ἐπεὶ δʼ ἐνταῦθα ἐγεγόνειν τοῦ λόγου καὶ πρὸς τὰς ἄλλας ἔμελλον εὐεργεσίας τοῦ θεοῦ τρέψεσθαι καὶ γράψειν ἐφεξῆς τὰς ἐπὶ τῶν ἄλλων ἡγεμόνων καὶ πραγμάτων γενομένας, ὄναρ μοι γίγνεται μεταξὺ τῆς γραφῆς, εἰς ταῦτα φέρον πως πάλιν. εἶχε δὲ οὑτωσί. ἔδοξα λέγειν ἔν τισιν ἐνδεικνύμενος αὐτοῖς μεταξὺ τῶν λόγων ὧν ἠγωνιζόμην καλέσαι τὸν θεὸν ὡδὶ λέγων, δέσποτα Ἀσκληπιὲ, εἰ μὲν ὑπερέχω τε λόγοις καὶ πολὺ ὑπερέχω, ἐμοὶ μὲν ὑγίειαν, τοῖς βασκάνοις δʼ εἶναι ῥήγνυσθαι. καὶ ταῦτά τε ὡς ὄναρ τυγχάνειν ἑορακὼς καὶ γενομένης ἡμέρας βιβλίον τι λαβὼν ἀναγιγνώσκειν· εὑρεῖν οὖν ἐνόντα ἅπερ ἐφθεγξάμην. θαυμάσας δὲ πρὸς Ζώσιμον εἰπεῖν, θέασαι ἃ λέγειν ἐδόκουν ὄναρ εὑρίσκω γεγραμμένα ἐν τῷ βιβλίῳ. οὕτω δὴ καὶ ταῦτα καινὰ παλαιοῖς προσετέθη· εἰ δὲ τῆς γνώμης τοῦ θεοῦ τετυχήκαμεν αὐτὸς ἂν εἰδείη καλῶς. τὰ μὲν περὶ τοὺς λόγους καὶ ὡς κατέστησεν ἡμᾶς ἐξ ἀρχῆς εἰς αὐτοὺς καὶ ψῆφον ὁποίαν τινὰ ἤνεγκε περὶ αὐτῶν καὶ ὅσα εἰς τοῦτο φέροντα ἐχρημάτιζε, καὶ τοὔνομα ὡς πρὸς τῷ ἀρχαίῳ τὸν Θεόδωρον προσέθετο, καὶ περὶ τῆς αὑτοῦ φύσεως ὁποῖʼ ἄττα ἔδειξε, καὶ ὅσατοῦ τύπου τούτου, πάντα μὲν οὐδʼ ἐγγὺς εἴρηται, ὅσα δὲ ἦν ἔναυλα καὶ ἀφʼ ὧν ἔξεστι περὶ τῶν ἄλλων τεκμαίρεσθαι.
ἐπάνειμι δʼ οὗ μικρῷ πρόσθεν ἔφην στήσας καταλείψειν τὸν λόγον, ὡς καὶ τὰ ἄλλα σημαίνων καὶ πράττων καὶ προσεστὼς πανταχῆ φανερὸς ἦν. ὁ Σεβῆρος ὁ τῆς Ἀσίας ἡγεμὼν ἦρξεν, οἶμαι, ἐνιαυτῷ πρότερον τοῦ ἡμετέρου ἑταίρου. ἦν δὲ ἀνὴρ ὑψηλὸς τοὺς τρόπους, καὶ ὅ τι γνοίη καὶ προέλοιτο οὐκ ἂν ὑφεῖτο οὐδενί. διατρίβοντος δέ μου περὶ τὸν Αἴσηπον τότε καὶ αὖ περὶ τὸ ἱερὸν τοῦ Διὸς ἐποίησε τοιόνδε. ἐπέμπετο τοῖς ἡγεμόσι κατʼ ἐκείνους τοὺς χρόνους ἀφʼ ἑκάστης πόλεως ἑκάστου ἔτους ὀνόματα δέκα ἀνδρῶν τῶν πρώτων. ταῦτα ἔδει σκεψάμενον τὸν ἡγεμόνα ἕνα ὃν προκρίνειεν ἐξ ἁπάντων καθιστάναι φύλακα τῆς εἰρήνης. ἐκ δὴ πολίσματος τῆς Μυσίας, οὗ τοὔνομα οὐδὲν δέομαι λέγειν, ἀφικνεῖται παρʼ αὐτὸν τὰ προχειρισθέντα ὀνόματα. ὁ δʼ οὐδέν πω τῶν ἐμῶν σαφῶς εἰδὼς ἀλλʼ ἢ τοσοῦτον ἀκηκοὼς, ὅτι κτήματα εἴη μοι περὶ τὸν τόπον τοῦτον καὶ τὴν ἄλλην μοι δοκεῖν τάξιν ὅτι οὐ τῶν ἀφανῶν, παριδὼν καὶ ἀτιμάσας ἅπαντα τὰ πεμφθέντα ὀνόματα προὔκρινεν ἄρχειν ἐμὲ, οὐκ ἐνθυμηθεὶς οὔθʼ ὅτι τῆς Σμύρνης προσήκει πολλοῖς πρότερον χρόνοις, πρὶν ἐκείνοις γενέσθαι πόλεως ἐλπίδας, οὔθʼ ὅτι πᾶν ἀλλοῖον τὸ ἡμέτερον. καὶ πέμπει δὴ τοῖς ἄρχουσιν ἐπιστολὴν, οὐκ αὐτοῖς ἐπιστείλας, ἀλλʼ ἐμοί. οἱ δʼ ἐλθόντες ἀπεδίδοσαν. τὰ δὲ γράμματα ἐκέλευε προστῆναι τῆς εἰρήνης. ἦν οὖν ἀπορία πολλή. οὔτε γὰρ ἔκκλητον ἦν ποιῆσαι τὴν δίκην, οὐδενὸς ὄντος ἀντιδίκου ἐν μέσῳ, ἀλλʼ αὐτὸς ἦν ὅ τε δοὺς τοὔνομα καὶ ὁ ἐπικυρῶν, οὔθʼ εὑρεῖν ὅτῳ τις μάχοιτο ἢ πρὸς ὅντινα καὶ ὅπως τὸ πρᾶγμα καταστήσαιτο, ἀλλʼ ἢ τοσοῦτον συνέδοξε κοινῇ βουλευομένοις ἡμῖν τε καὶ τοῖς ἄρχουσι, ποιήσασθαι τὴν ἔκκλητον, ὡς δὴ πρὸς αὐτοὺς τοὺς ἄρχοντας τοὺς ἀποδιδόντας τὰ γράμματα. ἑσπέρα τε ἐπέρχεται καὶ ἠρώτων τὸν θεὸν τί τε εἴη
ταῦτα καὶ τί χρὴ ποιεῖν. καί μοι γίγνεται τὸ ἔπος τὸ ἐκ Δελφῶνἐμοὶ μελήσει ταῦτα καὶ λευκαῖς κόραις.ποῖ οὖν τοῦτο ἐτελεύτησεν; ἡμέραις οὐ πολλαῖς ὕστερον ἐξ Ἰταλίας ἀφικνοῦνται ἐπιστολαί μοι παρὰ τῶν βασιλέων, τοῦ τε αὐτοκράτορος αὐτοῦ καὶ τοῦ παιδὸς, ἄλλας τε εὐφημίας ἔχουσαι καὶ τὴν ἀτέλειαν ἐπισφραγιζόμεναι τὴν ἐπὶ τοῖς λόγοις, εἰ τυγχάνοιμι χρώμενος αὐτοῖς. ἥκει δέ μοι καὶ παρὰ Ἡλιοδώρου τοῦ τῆς Αἰγύπτου ὑπάρχου γενομένου γράμματα ἅμα τοῖς βασιλικοῖς, ἐμοί τε αὐτῷ καὶ ἕτερα ὑπὲρ ἐμοῦ τῷ ἡγεμόνι, καὶ μάλʼ ἔντιμα καὶ λαμπρὰ, γραφέντα μὲν πολλῷ πρότερον τῆς χρείας ταύτης, ἀπαντήσαντα δὲ εἰς τὸν καιρὸν τότε. τὰς μὲν οὖν κόρας τὰς λευκὰς εἰς τὰς ἐπιστολὰς εὐθὺς ἔλαβον. θαρρήσας δὲ τῷ τε χρησμῷ καὶ τῷ παρὰ τῆς τύχης συμβάντι κινεῖσθαι μὲν οὐχ οἷός τʼ ἦν τοῦ θεοῦ κατέχοντος, πέμπω δὲ γράμματα πρὸς τὸν ἡγεμόνα, τό τε σύμπαν δηλῶν ὁποῖον εἴη τοὐμὸν πρᾶγμα καὶ ὅτι παντάπασιν ἐοίκασιν οἱ πρὸς αὐτὸν εἰπόντες τοὐμὸν ὄνομα οὐδὲν πλέον εἰπεῖν ἢ τοὔνομα· τούς τε ἀφιέντας ἐδήλουν οἵτινες εἶεν καὶ τὰ γράμματα τὰ νεωστὶ ἥκοντα· ἅμα δὲ καὶ αὐτὰ ἔπεμπον μετὰ τῶν ἐμῶν, τά τε τῆς συστάσεως καὶ τὰ τῆς ἀφέσεως.
ἔτι δὲ ὄντος μετεώρου τοῦ πράγματος ἐντολαὶ παντοῖαι παρὰ τῶν ἀγοραίων ἐφοίτων, ὅσοι φιλικῶς ἐδόκουν ἔχειν πρός με καὶ ἅμα τὰς ἀνάγκας ὁρᾶν ὀρθῶς· τήν τε γὰρ δύναμιν τοῦ ἀνδρὸς ἔφραζον ὅση καὶ ὅτι τῶν βασιλικῶν εἴη δικαστῶν εἷς, καὶ μάλιστα δὴ τὸν τόνον τῆς γνώμης καὶ τὴν ῥώμην, καὶ ὡς οὐδʼ ἂν εἴ τι γένοιτο, μεταθεῖτο τῶν δεδογμένων οὐδέν· ἐδέοντό τε μὴ προσκρούειν διὰ κενῆς. γράφω δὴ καὶ πρὸς τούτους μακρότερα καὶ νεανικώτερα ἐξεπίτηδες, εὖ εἰδὼς εἰς τὰς Σεβήρου χεῖρας ἥξοντα τὰ γράμματα, καὶ γὰρ ἤκουον αὐτοὺς ἐπιεικῶς συνήθως ἔχειν αὐτῷ. κεφάλαιον δʼ ἦν ὅπερ καὶ πρὸς αὐτὸν ἐπέστειλα, ὅτι ἀδύνατα ἀξιοῖεν. μετὰ ταῦτα Σεβῆρος
μὲν ἐκ τῶν ἄνωθεν χωρίων εἰς τὴν Ἔφεσον κατῄει δικῶν ἀγορὰν ἄξων, καὶ τὰ γράμματα ἀναγνοὺςἐκέλευεν ἀπαντᾶν ἐκεῖσε. ἐγὼ δʼ ἔπεμπον. ὡς δʼ ἧκεν ἡ κυρία καὶ τοὔνομα ἐκλήθη, παρῄεσαν οἱ σύνδικοι. καὶ πρὶν φθέγξασθαι μόνον αὐτοὺς, ὁ Σεβῆρος ἄνωθεν, Ἀριστείδην, ἔφη, γιγνώσκω, καὶ τῆς δόξης ἄγαμαι, καὶ σύμφημι πρωτεύειν περὶ λόγους, καὶ ταῦτά μοι καὶ παρὰ τῶν ἐν Ῥώμῃ φίλων ἐπέσταλται. αἰτοῦμαι δʼ αὐτὸν, ἔφη, συνάρξαι μοι. τὰ δὲ δίκαια τῆς ἀτελείας αὐτῷ καὶ βεβαιῶ καὶ μένει. ταῦτʼ εἶπε δημοσίᾳ, ταῦτʼ ἐνέγραψε τοῖς ὑπομνήμασι. γενομένης δὲ τῆς γνώσεως τοιαύτης οἱ πεμφθέντες παρʼ ἐμοῦ τῆς δίκης ἕνεκα ἅμα μὲν τῶν τε συνδίκων συγχαιρόντων τῇ τιμῇ καὶ τῶν ἄλλων μέγα ποιουμένων ὅτι ἐν παρακλήσεως μέρει ταῦτʼ ἔφη ποιεῖν ὁ Σεβῆρος καὶ ὅτι τὴν ἀτέλειαν ἐκύρου πρὸς ἅπαντα τὸν λοιπὸν χρόνον καὶ ταῦτα ἀπόντι, καί τι καὶ αὑτοῖς εἰς τὸ πρόσω πεπεράνθαι νομίζοντες, καὶ οὐ παντάπασιν ἄπρακτοι δοκεῖν ἐπανήκειν, ἅμα δὲ οὐκ ἔχοντες ὅπως χρὴ ποιήσασθαι τὴν ἔφεσιν, ἀνθρώπου μὴ κρίσεως νόμῳ τὴν ἀρχὴν ἀνατιθέντος, ἀλλʼ ὡσπερεὶ χάριν αἰτοῦντος καὶ φιλίας ἀρχήν τινα ταύτην καθισταμένου, στέρξαντες τοῖς παροῦσιν, ἐπανελθόντες ὡς ἐμὲ, διηγοῦνται τὸ πᾶν· ἐν δὲ τούτῳ καὶ ἡ προθεσμία παρεληλύθει ἡ τῆς ἐφέσεως. ἔτι οὖν ἀπορώτερον ἢ πρότερον διεκείμεθα, οὐ γὰρ ἔμοιγε ἤρκει τετιμῆσθαι διὰ κενῆς. πάλιν δὴ προσεκείμην τῷ θεῷ, δεόμενός τε καὶ πυνθανόμενος τί τις ἂν χρήσαιτο τῷ πράγματι τούτῳ. καί μοι δίδωσιν ὄναρ θαυμαστὸν
οἷον, οὗ τὰ μὲν καθʼ ἕκαστα οὐκ ἂν οἷός τʼ εἴην εἰπεῖν, τὸ δʼ ὡσπερεὶ κεφάλαιον οὕτως εἶχεν. ἐδόκουν τῷ γραμματεῖ τοῦ ἡγεμόνος διαλέγεσθαι περὶ τούτων, ἥκειν δʼ αὐτὸν ὡς ἐμέ. ὡς δʼ ἀκοῦσαι πάντων, ὑπισχνεῖσθαι λύσειν καὶ μεταθήσειν τὰ γεγραμμένα, προέσθαι δὲ κελεύειν ὅσον δραχμὰς πεντακοσίας. γενομένου δὲ τοῦ ὀνείρατος τῇ μὲν ἡδίων γίγνομαι, ὅτι ἐπαγγελία τις ἐφαίνετο ἐνεῖναι καὶ οὐκ ἄντικρυς ἄρνησις ἦν, τῇ δʼ ὥσπερ εἰς ταυτὸν φέρειν ἐδόκει μοι. ποῦ γὰρ ἄν τις πεντακοσίων δραχμῶν πρίαιτο πρᾶγμα τοσοῦτον, καὶ ταῦτα παρʼ ἀνδρὸς οὕτω μὲν