Orationes 25
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἔτυχον μὲν διατρίβων ἐν Ἀδριανοῖς, τοῦ θεοῦ πέμψαντος· ἦσαν δὲ αἱ πολλαὶ τότε καὶ συνεχεῖς ἀπορίαι, οὔτε γὰρ τρέφεσθαι δυνατὸν ἦν μοι οὔθʼ ὅ τι γευσαίμην κατέχειν τοῦτο, ἀλλʼ εὐθὺς συνίστατο σὺν πυρὶ πολλῷ καὶ τὴν φάρυγγα ἔκειρε καὶ τὸ πνεῦμα ἀπελάμβανε, καὶ σφάκελοι πυρώδεις ἐχώρουν εἰς κεφαλὴν ἄνω. καὶ
πειρωμένῳ ἐμεῖν οὐκ ἀπήντα, ἀλλʼ ἦν καὶ ῥανὶς ἀντὶ τρικυμίας, διὰ τὸ ἐνίσχεσθαί τε καὶ πνιγμὸν φέρειν, μόλις δʼ ἂν καὶ μετὰ πολλοῦ θορύβου καὶ πολλῆς ἀπογνώσεως ἀπηλλάγην οὐκ ἀναιμωτὶ, ἀλλʼ ἀνεξαίνετο ἅπας ὁ πόρος καὶ καθίστατο ἀντʼ ἄλλου τραύματος. καὶ ὁ κάματος δὴ καὶ ἡ πᾶσα τοῦ σώματος ἀσθένεια καὶ κάθαρσις κατὰ λόγον τῶν συμβαινόντων ἦν. καὶ τῶν φίλων καὶ τῶν εἰωθότων παρῆν οὐδεὶς, ἀλλʼ ἀπεδήμουν ἄλλος ἄλλοσε, ὅτι μὴ εἷς τις ἔτυχε διαιτώμενος ἐν τοῖς ὕδασι τότε, ὃν ἐγὼ ἔτι
πρόσθεν ἐδόκουν ὄναρ κειμένῳ μοι καθʼ ὁδὸν μόνῳ, τοῦ ἵππου ἐφʼ οὗ καθήμην πεπτωκότος, εἰπεῖν ὅτι καὶ τοῦτο παρὰ τῆς εἱμαρμένης συμβαίη, μόνον με ἀπολειφθῆναι. τοῦτο μὲν δὴ ἐν Περγάμῳ προγεγόνει πρὸ τῆς ἐξόδου μικρόν· τότε δὲ ἐν τοῖς Ἀδριανοῖς ἀπορουμένῳ μέμνημαι τοιοῦτον ὄναρ γενόμενον· ἐδόκουν ἐπὶ σχεδίας φέρεσθαι ἐν τῷ Αἰγυπτίῳ πελάγει μόνος, εἶναι δὲ τῆς σχεδίας ἐπʼ ἄκρῳ τε καὶ τῷ πρὸς τὴν γῆν· ἀποροῦντι δέ μοι προφανῆναι τὸν τροφέα Ζώσιμον ἵππον ἔχοντα ἐν τῇ γῇ, καί πως ἐκβῆναί τε καὶ λαβέσθαι ἀσμένως τοῦ ἵππου. καὶ τοῦτο μὲν οὕτως. ἐδόκουν δὲ καὶ διὰ τῆς Ἀλεξανδρείας διεξιὼν διδασκαλεῖα παίδων ὁρᾶν· οἱ δʼ ἀνεγίγνωσκόν τε καὶ ᾖδον τὰ ἔπη τάδε, ὑπηχοῦντες ὡς ἥδιστονταῦτα δʼ ἐστὶ τῶν ἡμετέρων ἐπῶν, ἃ πρῶτα σχεδὸν ἐποιήσαμεν τῷ θεῷ. θαυμάζειν οὖν ὅπως ἤδη διαπεφοιτηκότα εἰς τὴν Αἴγυπτον εἴη καὶ χαίρειν ὑπερφυῶς, ὅτε δὴ τυγχάνοιμι κατειληφὼς ᾀδόμενα τἀμαυτοῦ.πολλοὺς δʼ ἐκ θανάτοιο ἐρύσατο δερκομένοιο
- ἀστραφέεσσι πύλῃσιν ἐπʼ αὐτῇσιν βεβαῶτας
- Ἀΐδεω.
καὶ τὰ μὲν κεφάλαια τῶν ἐνυπνίων τοιαῦτά ἐστιν. ἡμέρας δὲ γενομένης, ἔτυχε γάρ μοι παρὼν ἵππος, ἀναβαίνω τε εὐθὺς καὶ ὃν οὐδʼ ἂν εἷς ᾠήθη διαρκέσαι μέχρι τῆς πρώτης ἐξόδου, δρόμους τε ἀπελαύνω τὸν ἵππον καὶ γίγνομαι ῥᾴων θέοντος ἔτι, καὶ ἀπῄει τῶν ἄνω πολὺ τοῦ βάρους καί τις δύναμις ὡς ἐν τοιούτοις συνελέγη, καὶ ἦσαν πάλιν ἐλπίδες. ἐγένετο δέ μοι καὶ νύκτωρ φωνὴ λέγοντός του, τεθεράπευσαι, καὶ ταῦτα ἐν αὐτοῖς τοῖς ἀπορωτάτοις. ὃν μὲν οὖν τρόπον εἴς τε τὴν Πέργαμον
πάλιν ἀπεσώθην καὶ τίνʼ ἐφεξῆς δίαιταν διῃτώμην ἀνάγκη παραλιπεῖν διὰ πλῆθος τῶν τε λόγων καὶ τῶν πραγμάτων. ἑτέραν δὲ ἔξοδον ἐξῆλθον εἰς τὰ ὕδατα ἐν ἀκμῇ θέρους, καὶ προείρητο ἐπανήκειν εὐθέως λουσάμενον, κιννάμωμον
κόψαντα καὶ πάσαντα τὸν τράχηλον κύκλῳ. τούτους αὖ σταδίους τετταράκοντα καὶ διακοσίους τὸ συναμφότερον ἤνυσα, πνίγους ὄντος θαυμαστοῦ, καὶ ῥᾷον ἤνεγκα τὸ δίψος ἤ τις ἂν ἐκ βαλανείου βαδίζων οἴκαδε. αὖθις αὖ πέμπει με προστάξας πιεῖν ψυχρὸν, καὶ ἔπιον τὸ σύμπαν. καὶ ταῦτα μὲν εἰς τοσοῦτον τὸ νῦν εἶναι. τὰ δʼ ἐν Λεβέδῳ συμβάντα, ἐπέμφθην μὲν ἀπὸ κατακλίσεως, ἣν ἐν Σωτήρων ἐγκατεκεκλίμην, αὐτοῦ καὶ τοῦτο ἐπιτάξαντος, οὕτως ἀπειρηκὼς ὥστʼ οὐδʼ ἐπὶ τῆς κλίνης οἴκοι εἶχον ἀνταρκεῖν. καὶ ἦν δὴ ὁ ἰατρὸς Σάτυρος ἐν Περγάμῳ κατὰ τοῦτον τὸν χρόνον σοφιστὴς, ὡς ἐλέγετο, οὐ τῶν ἀγεννῶν. οὗτος ἐμοὶ προσελθὼν κατακειμένῳ καὶ τοῦ τε θώρακος καὶ τῶν ὑποχονδρίων ἁψάμενος, ἐπειδὴ προϊόντος τοῦ λόγου τὰς καθάρσεις τοῦ αἵματος ἤκουσεν ὅσαι γεγόνασί μοι, τὸ μὲν αἷμα ἐπισχεῖν ἐκέλευε καὶ μὴ καταλύειν τὸ σῶμα· ἐγὼ δέ σοι, ἔφη, δώσω τι κατάπλασμα πάνυ κοῦφον καὶ ἁπλοῦν, ὃ συνθεῖναι ἐπὶ τοῦ στομάχου καὶ τῶν ὑποχονδρίων, καὶ εἴσει δὴ ὁπόσον τι ὀνήσει. ταῦτα συνεβούλευε, κἀγὼ τὸ μὲν τοῦ αἵματος οὐκ ἔφην εἶναι κύριος οὔτε οὕτως οὔτʼ ἐκείνως ποιεῖν, ἀλλʼ ἕως ἂν ὁ θεὸς προστάττῃ ἀφαιρεῖν, ὑπακούσεσθαι καὶ ἑκὼν καὶ ἄκων, μᾶλλον δὲ οὐδέποτε ἄκων· τὴν δόσιν δὲ οὐκ ἔφυγον τοῦ Σατύρου, ἀλλʼ ἐφύλαττον λαβών· τὸ δʼ ἦν ἄρα οὐκ Ἀμαλθείας κέρας. ὡς δʼ εἰς τὴν Λέβεδον κομίζομαι καὶ μάλʼ ἀπροσδοκήτως καὶ ἀγαπητῶς διαγενόμενος, τοῦτο μὲν ἤδη πᾶν ἐδόκει κέρδος εἶναι. ἐδεόμην δὲ συχνῆς τῆς βοηθείας, καὶ τοῖς ὕδασι μόλις τε καὶ πεφεισμένως ὡμίλουν. ἔδοξεν οὖν μοι τὸ τοῦ Σατύρου φάρμακον θεῖναι κατὰ τοῦ στομάχου τε καὶ τοῦ στήθους, ὥσπερ ὁ Σάτυρος παρηγγέλκει· πάντως δὲ οὐδὲν μέγα ἐκβαίνειν τῆς θεραπείας τῆς παρὰ τοῦ θεοῦ. εὐθὺς μὲν οὖν οὐ προσεῖτό με ἡ πρώτη προσβολὴ, ἀλλʼ ἐδόκει ψυχρότερον εἶναι·ὅμως δὲ ἔδοξέ μοι διακαρτερεῖν καὶ παρέχειν τῷ φαρμάκῳ, εἰ ἄρα ἀλλὰ τῷ χρόνῳ τι ἀνύσειε. καὶ οὕτω δὴ τό τε στῆθος ψύχεται ψύξιν δεινὴν καὶ βὴξ ἐπιγίγνεται πυκνή τε καὶ ἰσχυρὰ, καὶ ἀπορίᾳ εἰχόμην, καὶ ὁ θεὸς σημαίνει φθόην εἶναι. καὶ τῆς ἐπιούσης οἱ κρόταφοι καὶ ὁ κύκλος τοῦ προσώπου ἅπας κατετείνετο, καὶ σιαγόνες συνεκέκλειντο καὶ θόρυβος ἦν εἴπερ ποτέ.
ὡς δὲ ἐχάλασα μικρόν τι, ἐνθύμιον γίγνεταί μοι χρήσασθαι τῷ θεῷ τῷ ἐν Κολοφῶνι καὶ περὶ τῶν παρόντων καὶ περὶ πάσης τῆς ἀσθενείας. ἀπέχει δὲ ἡ Κολοφὼν τῆς Λεβέδου οὐ πολὺ, καὶ ἡ νὺξ ἐτύγχανεν ἡ ἱερὰ ἐπικειμένη. δόξαν ταῦτα, πέμπω τὸν Ζώσιμον. ἐπελθούσης δὲ τῆς νυκτὸς τῷ μὲν Ζωσίμῳ γίγνεται τόδε τὸ μαντεῖον φέρον εἰς ἐμὲ
ἰήσεταί σε νοῦσον ἠδʼ ἀκέσσεται
ἐμοὶ δὲ τῆς αὐτῆς νυκτὸς τάδε ἐγίγνετο, ὡς κεφαλαίων ἀπομνημονεῦσαι. ἐδόκουν ἐπὶ τῆς πατρῴας ἑστίας εἶναι, ἐν δὲ τῷ τοίχῳ οὗ τὰ ἕδη τῶν θεῶν ἐπιγράμματα εἶναι τοιάδε· οἱ δεῖνες σωθέντες ἐκ τῶν ἐσχάτων θεοῖς πᾶσι χαριστήρια· καὶ ἐφαίνετο δὴ τῶν θυσιῶν ἴχνη. καὶ ἐμοὶ μέν γε ἡ ὄψις αὕτη τῆς συνεχείας τῶν θυσιῶν ἦρξεν, οὐ μᾶλλόν τι πρὸς τὸ ὄναρ ἀφορῶντι, ἀλλʼ ἅμα μὲν τοιαῦτʼ ἦν τὰ γιγνόμενα ἐκ τῶν θεῶν, ἅμα δʼ ἡ γνώμη οὕτω κατεσκευάσθη. ἐκ δʼ οὖν τῆς Λεβέδου μετʼ εὐθυμίας ἀνεχωρήσαμεν, ἡνίκα ἐδόκει τῷ θεῷ, καὶ ῥᾳστώνης ἀπέλαυσα λόγου ἀξίας. ὃ δʼ εἶπον περὶ τῆς φθόης, ἐπεσημήνατο ὕστερον πρὸς τὸν νεωκόρον ὁ θεὸς, ὡς αὐτὸς ἐμοὶ διηγεῖτο ὁ Ἀσκληπιακὸς, οὐδὲν παρʼ ἐμοῦ προακηκοώς· ἔφη γὰρ ἀκοῦσαι τοῦ θεοῦ λέγοντος ὡς ἄρα φθόην μὲν καὶ κατάρρουν περιῃρηκὼς εἴη μου, τὸν δὲ στόμαχον ἰῷτο. ἐν δὲ δὴ καὶ Νηρίτῳ τῶν τροφέων ἑνὶ τῶν ἐμῶν περὶ τὸν αὐτὸν μάλιστα χρόνον θαυμαστὰ οἷα ἐνεδείξατο. οἶμαι γὰρ δόξαι τὸν θεὸν αὐτῷ λέγειν ἅμα τῷ Τελεσφόρῳ γενόμενον, βλέποντα εἰς ἐμὲ, ὡς ἄρα τούτου τά τε ὀστᾶ δέοι ἐξελεῖν καὶ νεῦρα ἐνθεῖναι, τὰ γὰρ ὄντα ἀπειρηκέναι· καὶ αὐτὸν μὲν δὴ ἐν παντὶ εἶναι καὶ ἀγωνιᾶν, ταῦταἈσκληπιὸς, πόλισμα Τηλέφου κλυτὸν
- τιμῶν, Καίκου ναμάτων οὐ τηλόθεν.
ἀκούοντα περὶ ἐμοῦ, τὸν δὲ θεὸν φάναι παραμυθούμενον καὶ διδάσκοντα ὡς ἄρα οὐκ ἄντικρυς ἐκκόψαι τὰ ὀστᾶ οὐδὲ τὰ νεῦρα τὰ ὄντα ἐκτεμεῖν, ἀλλὰ δεῖν οἷον ἀλλοίωσίν τινα τῶν ὄντων γίγνεσθαι, οὕτω πολλῆς καὶ ἀτόπου δεῖν τῆς ἐπανορθώσεως. καὶ δίδωσιν ἴαμα τῷ Νηρίτῳ φράζειν ἐμοὶ, τῆς ἡμέρας εἰς τρὶς ἐλαίῳ ἁλῶν οὐκ ἔχοντι· καὶ ἐποίουν ἐξ ἐκείνου οὕτως, καὶ πειρωμένῳ συνέφερεν ἐπὶ τὸ βέλτιον. ταυτὶ δὲ ἕτερα ἐπὶ τῆς πατρῴας ἑστίας συνέβη μοι, κατʼ αὐτὴν ἀκμὴν χειμῶνός τε καὶ ἅμα τῆς νόσου. κατεκείμην ἐπʼ ἀρίστῳ, καὶ ἐπῆλθε τῆς κεφαλῆς ἀλγήματα ἰσχυρὰ καὶ δεινὰ, καὶ τὸ πρόσωπον κατετείνετο, καὶ τὰ χείλη συνεκέκλειτο, καὶ ἦν ἀπορία πολλή. συσπειραθεὶς δὲ ὡς εἶχον εἰσῇξα εἰς τὸ δωμάτιον οὗ κάθευδον, καὶ κατακλίνομαι ὅντινα δὴ τρόπον, καὶ πῦρ ἐπιγίγνεται πολὺ καὶ σφοδρόν· καὶ ὅπως ἀναπνεύσαιμι οὐκ εἶχον, ἀλλʼ ἦν οἰμωγὴ τῆς τε μητρὸς καὶ τροφοῦ καὶ τῶν ἄλλων οἰκετῶν, καὶ ὅτε δὴ Ζώσιμος συνετετάρακτο, καί πως ἔνευσα τοῖς πλείοσιν ἔξοδον καὶ παρετετάγμην πρὸς τὸ συμβησόμενον. καὶ δὴ μετὰ τοῦτο ἡλίου τε ἦν δύσις, ἢ καὶ ἔτι
πορρωτέρω, καὶ ἐπιγίγνεται σπασμὸς ἐπὶ τῷ πυρετῷ οὔτε τις ῥητὸς οὔθʼ οἷον ἄν τις καὶ διανοηθείη, ἀλλʼ εἵλκετο πάσας ἕλξεις τὸ σῶμα, καὶ τὰ μὲν γόνατα ἄνω πρὸς τὴν κεφαλὴν ἐφέρετο, καὶ προσερρήγνυτο, τὰς δὲ χεῖρας οὐχ οἷόν τʼ ἦν κατέχειν, ἀλλʼ εἰς τὸν τράχηλον καὶ τὸ πρόσωπον ἐνέπιπτον· τὸ δὲ στῆθος ἔξω προεωθεῖτο καὶ τὸ νῶτον εἰς τοὔπισθεν ἀντεσπᾶτο ὥσπερ ἱστίον ἐξ ἀνέμου κεκυρτωκός. ἠρέμει δὲ οὐδὲν τοῦ σώματος οὐδὲ μικρόν τι παρήλλαττε τοῦ κατὰ φύσιν, ἀλλʼ ἦν ἐπὶ πλεῖστον ἡ κίνησις καὶ ἡ τῶν ὀδυνῶν κατάτασις ἄρρητος, οὔτε σιωπᾶν ἐῶσα καὶ πρὸς τὴν φωνὴν ἔτι μεῖζον ἀπαντῶσα.ταῦτα δʼ ἐγίγνετο καὶ εἰς μέσας νύκτας καὶ πρόσω μηδὲ μικρὸν ἀνιέντα· ἔπειτα τῆς μὲν ἀκμῆς ἀφεῖλέ τι, οὐ μὴν παντάπασί γε ἐπαύσατο. ἐρίων δʼ ἦν θερμῶν ὑποβολή τε καὶ περιβολὴ συνεχὴς καὶ πυρίας πᾶσα ἰδέα, καὶ μόλις οὕτω διαγίγνομαι. καὶ πρὶν ἡμέραν εἶναι, ἔθει τις ἰατρὸν καλῶν. ἧκεν εἴτε δὴ τῆς ἐπιούσης εἴτε καὶ ἡμέρᾳ
ὕστερον. καὶ μεσημβρίας μοι δοκεῖν πάλιν προσβολή τις προσῄει, καὶ μετʼ οὐ πολὺ διεχώρει κάτω μέλαινα. καὶ καθημένῳ ἐπὶ τοῦ δίφρου ἐπιγίγνεται ἔκλυσις δεινὴ καὶ ἱδρὼς καὶ λειποθυμία. καὶ ὁ ἰατρὸς ἐτεθορύβητό τε καὶ τροφὴν ἠξίου προσφέρειν· τὸ δʼ οὐ τοιοῦτον ἄρα ἦν. νύξ τʼ ἐπιγίγνεται, οἷα δὴ ἐν κλυδωνίῳ καὶ σάλῳ, καὶ κατέδαρθον σχεδὸν ὅσον εἰς ὄναρ. καί μοι γίγνεται πρόσταγμα πορευθῆναι πρὸς τὴν τῶν τροφέων ἑστίαν, καὶ προσκυνῆσαι τὸ ἕδος τοῦ Διὸς πρὸς ᾧ ἐτρεφόμην· καὶ φωναί τινες, οἶμαι, καὶ ὁ τρόπος τῆς ἱκετείας διῄρητο. χιὼν δʼ ἦν οὐκ ὀλίγη καὶ δυσέξοδα παντελῶς, καὶ ἀπεῖχε τὸ οἰκίδιον τῆς οἰκίας πλέον ἢ στάδιον. ἀνέβην ἵππον καὶ ᾠχόμην, καὶ προσεκύνησα, καὶ οὐκ ἔφθην ἐπανελθὼν, καὶ πάντα ἐκεῖνα καθειστήκει. τὰ δʼ ὑπὲρ τὸν τράχηλον
καὶ τὰς ἀπὸ τῶν νώτων κατατάσεις καὶ τὸν ἀκριβούμενον ὀπισθότονον ἤδη τόνδε τρόπον ἰάσατο εὐθὺς, ἐπειδὴ τὴν δύσπνοιαν ἐξιάσατο. χρῆμα ἔφη βασιλικὸν εἶναι· χρῆναι δʼ αὐτὸ λαβεῖν παρὰ τῆς γυναικός. καί πως ἐκ τούτων ἐφάνη διάκονος τῶν βασιλείων πρὸς τῷ τοῦ Τελεσφόρου νεῷ τε καὶ ἕδει, λευχείμων τε καὶ ἐζωσμένος, καὶ κατὰ τὰς θύρας, οὗ ἡ Ἄρτεμις, ᾔει ἔξω ὑπὸ κήρυκος, φέρων τῷ βασιλεῖ τὸ λοιπὸν τοῦ χρήματος. τὸ μὲν δὴ ὄναρ ὡς ἀμυδρῶς ἀπομνημονεῦσαι τοιοῦτον μάλιστα ἐγένετο. ἐπεὶ δʼ ἐλθὼν εἰς τὸ ἱερὸν γίγνομαι περιιὼν κατὰ τὸν Τελεσφόρον, ἐπέρχεται ὁ νεωκόρος ὁ Ἀσκληπιακὸς, καὶ ὡς ἔτυχεν ἑστὼς πρὸς τῷ ἕδει, φράζω πρὸς αὐτὸν τὴν ὄψιν τὴν γενομένην μοι, καὶ ἠρώτων τί ἂν εἴη τὸ χρῆμα, ἢ τίς ἂν χρήσαιτο. καὶ ὃς ἀκούσας καὶ θαυμάσας, ὥσπερ εἰώθει, Οὐ μακρὰ, ἔφη, ἡ ζήτησις οὐδʼ ὁδοῦ πολλῆς, ἀλλʼ ἐνθένδε σοι φέρω· κεῖται γὰρ παρὰ τοῖς ποσὶ τῆς Ὑγιείας, ἀρτίως γε θείσης Τύχης ταύτης, ἐπειδὴ τάχιστα ἀνεῴχθη τὸ ἱερόν. ἦν δὲ ἡ Τύχη γυνὴ τῶν ἐπιφανῶν. καὶ παρελθὼν εἰς Ὑγιείας κομίζει τὸ χρῆμα· καὶ χρίομαι ὡς ἔτυχον προσεστώς. ἦν δὲ καὶ τὸ χρῆμα τῆς εὐωδίας θαυμαστὸν οἷον καὶ ἡ δύναμις εὐθὺς ἐπίδηλος. θᾶττον γὰρ ἢ εἴρηκα ἀνείθη ἡ τάσις. ἐρωτήσας δʼ ὕστερον τὸννεωκόρον ἔγνων ὅτι εἴη κάθαρσις τριῶν, ὀποῦ τε ᾧ χριόμεθα καὶ μύρου ναρδίνου καὶ ἑτέρου μύρου τῶν πολυτελῶν, ἔστι δʼ, οἶμαι, τοῦ φύλλου ἐπώνυμον. σκευάσας δὲ ἐχρώμην οὕτως τὸ λοιπὸν καὶ πάντα ἐκεῖνα ἐκεχάλαστο. ἐφάνη δὲ καὶ ὁ Τελεσφόρος νύκτωρ, χορεύων περὶ τὸν τράχηλόν μου, καὶ ἀπέλαμπεν ἐν τῷ καταντικρὺ τοίχῳ σέλας ὥσπερ ἐξ ἡλίου.
περὶ δὲ τὸν χρόνον τοῦτον ἅμα τοιόνδε ἦν μοι, εἴτε ἐμοῦντι τῆς ἑσπέρας ἤδη εἴτε καὶ οὔπω ἦσαν οἱ ἔμετοι. κάρυον καὶ ἰσχάδα καὶ φοίνικος βάλανον καὶ ἅμα ἄρτου τι πρὸς αὐτοῖς ἐσθίειν ἐδεῖτο ἐξ εὐνῆς. τούτοις δὲ ἐχρώμην τε ἐκ τοῦδε ἐπὶ τῷ χρήματι. στομάχου τε καὶ ὑποχονδρίων καὶ τοῦ περὶ ταῦτα τόπου φάρμακον δίδωσι καταπλαστὸν ἀνωτέρω μοι δοκεῖν τούτων. δίδωσι δὲ τοιαύτην δόξαν παραστήσας· Ἀσκληπιακὸν τὸν ἰατρὸν ἐδόκουν εἰσελθόντα ὡς ἐμὲ καὶ ἐπισκοποῦντα καταπλάττειν, διὰ δικτάμνου καλουμένῳ φαρμάκῳ, καὶ ἅμα προλέγειν τριάκονθʼ ἡμέρας χρήσασθαι. ἐχρώμην, καὶ ἥ τε δὴ τριακοστὴ νὺξ ἧκε καὶ τὸν Ἀσκληπιακὸν αὖθις ἐδόκουν ἐλθόντα ἀφαιρεῖν τὸ κατάπλασμα. χρόνῳ δὲ ὕστερον ἐκ τεττάρων τι συνθεὶς ἐπέθηκεν, ὧν τὰ μὲν δύο μέμνημαι, πίτταν ἐξ οἴνου καὶ οἴσυπον, τὼ δύο δὲ, εἰ φανείη τὰ ὀνείρατα, ἀναπληρώσομεν. καὶ μὴν περί γε τοῦ ὀνόματος τοῦ φαρμάκου τοῦ θηρείου τοιόνδε μέμνημαι. ἔτυχον μὲν ἅπας ἐσθίων καὶ πολὺ τῆς ἡμέρας ἀπολιπὼν, ὁ δὲ δειπνεῖν τε ἐπέταξε καὶ ἀναστάντα πιεῖν τοῦ φαρμάκου τούτου· καὶ εἰς πέντε ἑξῆς ἡμέρας ἐγένετο, οὗ τοὺς ἰατροὺς τἀναντία ᾔδειν κελεύοντας, ὁπότε τις μέλλοι πίεσθαι, μὴ δειπνεῖν, καὶ τέως εἰώθει. αὖθις δὲ ἐκέλευσε πρὸς ἄρτῳ φαγεῖν τοῦ αὐτοῦ τούτου φαρμάκου, καὶ ἔφαγον πρὸς τῷ τρίποδι τῷ ἱερῷ, ἀφορμήν τινα ταύτην ἀσφαλείας ποιούμενος. Φίλωνος δέ τις ἐστὶν, οἶμαι, κρᾶσις φάρμακον ἕτερον. ταύτης ἐγὼ μὲν οὐδʼ ὀσφρᾶσθαι οἷός τʼ ἦν πρὸ τοῦ, τοῦ δὲ θεοῦ σημήναντος χρῆσθαί τε καὶ ἅμα τὴν ὥραν ἣν ἔδει, οὐ μόνον εὐχερῶς ἔπιον, ἀλλὰ καὶ πιὼν ἡδίων καὶ ῥᾴων εὐθὺς ἦν. ἄλλα τοίνυν μυρία ἂν εἴη λέγειν
φαρμάκων ἐχόμενα, ὧν τὰ μὲν αὐτὸς συντιθεὶς, τὰ δὲ τῶν ἐν μέσῳ καὶ κοινῶν ἐδίδου θεραπείαν τοῦ σώματος,
ὡς ἑκάστοτε συμβαίνοι. ὅτε δὲ ἡ συνέχεια τῶν κατάρρων ἦν καὶ ἡ ὑπερώα πυρίκαυτος, καὶ σταφυλὴ ἐφειστήκει, καὶ φλέβες οὐκ ἐπεῖχον τεινόμεναι, βιβλίον τι τῶν σπουδαίων ἔδοξα ἀναγιγνώσκειν, οὗ τὰ μὲν καθʼ ἕκαστον, πάλιν γὰρ τὸν αὐτὸν ἐρῶ λόγον, οὐκ ἂν ἔχοιμι εἰπεῖν. πῶς γὰρ τοσοῦτόν γε ὕστερον, ἄλλως τε καὶ τῆς ἀπογραφῆς τὸ τῇ μνήμῃ προσέχειν ἀφελομένης; ἀλλὰ πρὸς τῷ τέλει τοῦ βιβλίου τοιάδε μάλιστα ἐνῆν. ἦν δὲ ὡς ἐπί τινος τῶν ἀγωνιστῶν λεγόμενα. ταῦτα δὴ πάντα ὁ θεὸς συλλογισάμενος καὶ ὁρῶν τὸ ῥεῦμα ἄρδην φερόμενον προσέταξεν ὕδωρ πίνειν, οἴνου δὲ ἀπέχεσθαι, εἴ τι δεῖται νικῆσαι· ἃ δὴ καὶ σοὶ, ἔφη, ἔξεστι μιμησαμένῳ στεφανοῦσθαι ἢ συστεφανοῦσθαι. ἐνταῦθα ἔληγεν. εἶθʼ ὑπεγέγραπτο τοῦ λόγου δὴ τοὐπίγραμμα, φιλοστέφανος, ἢ φιλησιστέφανος. ὅσον μὲν οὖν τινα χρόνον διήνεγκα τὴν ὑδροποσίαν, οὐδὲ τοῦτο ἔχω λέγειν· ὅτι δʼ εὐκόλως τε καὶ ῥᾳδίως ἀεί πως πρότερον δυσχεραίνων τὸ ὕδωρ καὶ ναυτιῶν. ὡς δὲ καὶ τοῦτο ἐλελειτούργητο, τοῦ μὲν ὕδατος ἀφίησί με, οἴνου δὲ ἔταξε μέτρον, καὶ ἦν γε τὸ ῥῆμα ἡμίνα βασιλική· γνώριμον δή που ὅτι ἔφραζεν ἡμικοτύλιον. ἐχρώμην τούτῳ καὶ οὕτως ἤρκει ὡς οὐκ ἤρκει πρότερον τὸ διπλάσιον, ἔστι δʼ ὅτε καὶ φειδομένῳ ὑπὸ τοῦ δεδιέναι μὴ ἐπιλείπῃ περιῆν. οὐ μὴν τοῦτό γε ἐποιούμην ἐξαίρετον εἰς τὴν ὑστεραίαν, ἀλλʼ ἐξ ἀρχῆς ἔδει τῷ μέτρῳ στέργειν. ἐπεὶ δὲ καὶ ταύτην εἶχε τὴν πεῖραν, ἀφίησιν ἤδη πίνειν πρὸς ἐξουσίαν, οὑτωσί πως χαριεντισάμενος, ὅτι μάταιοι τῶν ἀνθρώπων εἶεν ὅσοι τῶν ἱκανῶν εὐποροῦντες μὴ τολμῶσιν ἐλευθέρως χρῆσθαι. καὶ τὸ βιβλίον αὐτὸ τοῦτο ἐδόκει εἶναι Ἀντισθένους περὶ χρήσεως· ἔφερε δὲ εἰς οἶνον, καὶ Διονύσου προσῆν τινα σύμβολα. οὕτω δʼ οὖν ὑπὸ τῆς συνηθείας διεκείμην, ὥστεκαὶ ἐφέντος τοῦ θεοῦ μικρόν τι παρήλλαττον πίνων τοῦ μέτρου. καί τινα ἐπόθουν τρόπον τὴν ταμιείαν τὴν τότε.
ἦν δέ τις χρόνος οὗτος, ὅτʼ ἐμψύχων τε ἀπειχόμην, πλὴν ἀλεκτρυόνος, καὶ λαχάνων ἁπάντων, πλὴν ἀγρίων καὶ θριδακίνης, καὶ τραγημάτων δʼ ἀπειχόμην πάντων. ἤδη δή ποτε καὶ ὅλως ἑνὶ χρῆσθαι προσέταξε, καὶ ἐχρώμην ἀλεκτρυόνι, ᾧ καὶ μόλις καὶ τοῦτο ἐπετάττετο. καὶ τούτων τὰ μὲν σὺν ἀλουσίαις καὶ φλεβοτομίαις καὶ κλύσμασι διηνέγκαμεν, τὰ δʼ ὡς ἕκαστον τύχοι. ἰχθύων δὲ καὶ ἓξ ἔτη πάντων ἀπεσχόμην· ὑείων δὲ οὐκ οἶδα ὁπόσον τι. πάλιν δὲ συγχωρήσαντος ἐχρώμην ἀμφοτέροις. εἶτʼ ἐν μέρει τὰ μὲν εἰργόμην ἂν, τὰ δʼ ἐχρώμην, ὡς ἑκάτερον ἐφʼ ἑκατέρου συμβαίνοι. καὶ μὴν γάρου γε εἶρξε καθάπαξ· οὐ γὰρ εἶναι τῇ κεφαλῇ σωτήριον, ἥκιστα δὲ ὀδοῦσιν. ἰάματα δὲ ὀδόντων ἔδωκε. πρῶτον μὲν ἦν λέοντος ὀδόντα καῦσαι καὶ κόψαντα χρῆσθαι σμήγματι, δεύτερον δὲ ὀπῷ διακλύζειν τούτῳ δὴ τῷ χρήματι· μετὰ ταῦτα πέπερι, καὶ προσέθηκε θέρμης οὕνεκα· ἐφʼ ἅπασι δὲ στάχυς Ἰνδικὸς, σμῆγμα καὶ οὗτος.καὶ ταῦτα μὲν τῶν νεωστὶ φανθέντων ἐστί· βοείων δὲ εἴρχθην τοῦτον τὸν τρόπον. χρησμὸν ἐδόκουν ἐκπεπτωκέναι Ζωσίμῳ, μέχρι τούτου βιώσεσθαι μέχρι ἂν ἡ βοῦς ἡ κατʼ ἀγρὸν ζῇ. καὶ δῆτα φάναι πρὸς αὐτὸν, οἶσθʼ οὖν τὸν χρησμὸν ὅ τι νοεῖ; βοείων κρεῶν ἀπέχεσθαί σοι κελεύει. ὁ δʼ ἐλέγετο ὁ Ζώσιμος πρὸς τῇ ψύξει, ἐξ ἧς ἀπέθανε, καὶ βοείου τινὸς ἐκ θυσίας ἁψάμενος βλαβῆναι. ἦν οὖν οἷα εἰκὸς ἀκρίβεια πολλὴ καὶ πρόνοια μηδʼ ἄκρῳ τῷ δακτύλῳ προσαψάμενον λαθεῖν. καὶ χρόνῳ ὕστερον οἱ πολλοὶ καὶ πυκνοὶ σεισμοὶ γίγνονται ἐπὶ Ἄλβου ἄρχοντος τῆς Ἀσίας, καὶ τοῦτο μὲν δὴ Μυτιλήνη κατηνέχθη μικροῦ πᾶσα, τοῦτο δὲ ἐν πολλαῖς τῶν ἄλλων πόλεων πολλὰ ἐκινήθη, κῶμαι δὲ ἄρδην ἀπώλοντο, Ἐφέσιοι δὲ καὶ Σμυρναῖοι παρʼ ἀλλήλους ἔθεον θορυβούμενοι, ἡ δὲ συνέχεια θαυμαστὴ καὶ τῶν σεισμῶν καὶ τῶν φόβων. καὶ τοῦτο μὲν εἰς Κλάρον θεωροὺς ἔστελλον καὶ περιμάχητον
ἦν τὸ μαντεῖον, τοῦτο δὲ ἱκετηρίας ἔχοντες περὶ τοὺς βωμοὺς καὶ τὰς ἀγορὰς καὶ τὰ κύκλῳ τῶν πόλεωνπεριῄεσαν, οὐδεὶς οἴκοι μένειν θαρρῶν· καὶ τελευτῶντες ἱκετεύοντες ἀπεῖπον. τοιούτων δὲ ὄντων ὁ θεὸς κελεύει μοι διατρίβοντι τότε ἐν Σμύρνῃ, μᾶλλον δὲ ἐν τῷ πρὸ τῆς πόλεως χωρίῳ, θῦσαι βοῦν δημοσίᾳ τῷ Διὶ τῷ σωτῆρι. ἀναχωροῦντος δέ μου καὶ ὑποπτεύοντος, καὶ δεδιότος τὴν προτέραν ἐκείνην πρόρρησιν, ἐγένετο μέν τι καὶ τοιοῦτον ἐννοίας, ὡς οὐ θήλειάν γε μέλλοιμι θύσειν, καὶ ὡς οὐδʼ ἀνάγκη γεύεσθαι. σαφέστατον δὲ καὶ ᾧ θαρρήσας ἔθυσα τόδε γίγνεται. ἔδοξα γὰρ ἑστῶτί μοι παρʼ αὐτὸν τὸν βωμὸν τοῦ Διὸς ἐν τῇ ἀγορᾷ καὶ δεομένῳ φῆναι σημεῖον εἰ λῷον θύσαι, ἀστέρα λαμπρὸν διᾷξαι διʼ ἀγορᾶς κυροῦντα τὴν θυσίαν. οὕτω θαρρήσας ἔθυσα. τὸ δὴ μετὰ τοῦτο
ὅτῳ μὲν φίλον πιστεύειν πιστευέτω, ὅτῳ δὲ μὴ, χαιρέτω. ἔστη γὰρ ἅπαντα ἐκεῖνα καὶ οὐδὲν ἔτι ἠνώχλησε μετʼ ἐκείνην τὴν ἡμέραν, προνοίᾳ μὲν καὶ δυνάμει τῶν θεῶν, διακονίᾳ δʼ ἡμῶν ἀναγκαίᾳ. οὐχ ἧττον τούτου θαυμαστὸν, εἰ μὴ καὶ μᾶλλον, ἕκτῃ γὰρ σχεδὸν ἢ ἑβδόμῃ ἡμέρᾳ πρότερον ἢ σεῖσαι τὸ ἐξ ἀρχῆς ἐκέλευσε πέμψαντα εἰς τὴν ἀρχαίαν ἑστίαν, ἥ ἐστι πρὸς τῷ ἱερῷ τοῦ Διὸς τοῦ Ὀλυμπίου, ἱερά τε δὴ δρᾶσαι καὶ βωμοὺς ἱδρύσασθαι ἐν κορυφῇ τοῦ λόφου τοῦ Ἄτυος. καὶ ταῦτά τε ἀρτίως ἐπιτετέλεστο καὶ ὁ σεισμὸς ἐπελθὼν τῆς μὲν ἄλλης τῆς ἐν μέσῳ ἁπάσης χώρας οὕτως ἥψατο ὥστε μηδὲν τῶν καταγωγίων λιπεῖν, εἰ μή τί που μικρὸν ἐρείπιον· ἄνω δὲ Ἄτυος οὐ προὔβη, οὐδὲ τοῦ πρὸς μεσημβρίαν Ἄτυος ἡμετέρου χωρίου Λανείου, πλὴν ὅσον αἰσθέσθαι, πέρα δʼ οὐχ ἥψατο οὐδενός. καὶ γάρ τοι πρὸς τοσοῦτον ἧκον τοῦ θαρρεῖν ὥστε καὶ μεσούντων μάλιστα τῶν σεισμῶν ἐκ τῶν ὑδάτων τῶν θερμῶν ἐπανιὼν εἰς τὴν πόλιν ἐξ ἐνυπνίων ἰδὼν ἱκετεύοντας καὶ τεταραγμένους τοὺς ἀνθρώπους, ἐμέλλησα μὲν εἰπεῖν ὡς οὐδὲν δέοι δεδιέναι, οὐδὲν γὰρ ἔσεσθαι δυσχερές· οὐ γὰρ ἂν αὐτὸς ἐπὶ τούτοις εἰςτὴν πόλιν κληθῆναι. ἔπειθʼ ὅπως μὴ δοκοίην δημοκοπικός τις εἶναι, ἐπέσχον, πρὸς δὲ τοὺς συνόντας διεμαρτυράμην, ὅπως ἀδείας ἔχοιμι, αὐτοὺς δὴ τούτους τοὺς λόγους εἰπών.
τὰ μὲν δὴ περὶ τῶν σεισμῶν καὶ ὡς βοῦν θύειν αὐτοῖς ἠρξάμεθα εἴρηται. ᾠὸν δή ποτε χήνειον ἐζητοῦμεν, τοῦ θεοῦ σημήναντος ἐπὶ τῆς ἐν Περγάμῳ καθέδρας, καὶ εὑρίσκετο οὐδαμοῦ τῆς ἀγορᾶς, ἀλλʼ ἦν Μειλάτης ἐξ ἀκροπόλεως, παρὰ τοῦτον ἔρχονται τελευτῶντες οἱ πρὸς τῇ ζητήσει, κατὰ δὴ τύχην ἅμα καὶ μήνυσιν. καὶ λέγει πρὸς αὐτοὺς ὁ Μειλάτης ἔχειν ᾠὸν, φυλάττειν δὲ ἰάματος
ἕνεκα· οὕτω γὰρ αὐτῷ προειρηκέναι τὸν θεόν. οὐκοῦν ἡμεῖς γε ἐκεῖθεν, ἔφασαν οἱ ζητοῦντες, καὶ ὃς προσκυνήσας δίδωσιν. ὅ τι δʼ ἐχρησάμην λαβὼν οὐκ οἶδα ὑπό γε πλήθους ἐτῶν. παραπλήσιον δὲ τούτῳ τὸ ἐκ τῆς Ἴσιδος, κατʼ ἀρχὰς ἔτι τῆς ἀσθενείας περὶ χηνῶν αὐτῶν γενόμενον. διέτριβον ἐν τοῖς ὕδασι τοῖς θερμοῖς καὶ ἡ θεὸς κελεύει θῦσαι ἑαυτῇ χῆνας δύο. ᾔειν εἰς τὴν πόλιν προπέμψας τοὺς σκεψομένους, καὶ προειπὼν ἀπαντᾶν εἰς τὸ ἱερὸν τῆς Ἴσιδος τοὺς χῆνας ἔχοντας. ἄλλοι μὲν οὖν χῆνες οὐκ ἦσαν ἐκείνην τὴν ἡμέραν, δύο δʼ ἤστην μόνω. προσελθοῦσι δʼ αὐτοῖς καὶ ὠνουμένοις ἔφη ὁ τρέφων τοὺς χῆνας ὡς οὐχ οἷός τʼ εἴη πωλῆσαι· προειρῆσθαι γὰρ αὐτῷ ὑπὸ τῆς Ἴσιδος φυλάττειν Ἀριστείδῃ· πάντως δʼ ἥξειν καὶ θύσειν. ὡς δʼ ἔγνω τὸ πᾶν, ἐξεπλάγη τε καὶ προσκυνήσας δίδωσι· καὶ ταῦτα ἐπʼ αὐτῆς τῆς θυσίας ἔγνων ἐγώ. ἐγένετο δὲ καὶ φῶς παρὰ τῆς Ἴσιδος καὶ ἕτερα ἀμύθητα φέροντα εἰς σωτηρίαν. ἐφάνη δὲ καὶ ὁ Σάραπις τῆς αὐτῆς νυκτὸς, ἅμα αὐτός τε καὶ ὁ Ἀσκληπιὸς, θαυμαστοὶ τὸ κάλλος καὶ τὸ μέγεθος καί τινα τρόπον ἀλλήλοις ἐμφερεῖς. γενομένης δὲ τῆς περὶ Ζώσιμον συμφορᾶς, ἃ γὰρ μελλούσης προεῖπε καὶ παρεμυθήσατο ὁ θεὸς παρίημι, ἀλλʼ ἐπειδὴ ἐγένετο καὶ χαλεπῶς εἶχον ἀπὸ τῆς λύπης, ἐδόκει μοι σμίλην τινʼ ἔχων ὁ Σάραπις, ὥσπερ κάθηται τῷ σχήματι, περιτέμνειν μου τὰ κύκλῳ τοῦ προσώπου ὑπʼ αὐτό πωςτὸ ὁρίζηλον, οἷον λύματʼ ἀφαιρῶν καὶ καθαίρων, καὶ μεταβάλλων εἰς τὸ προσῆκον. ὥστε καὶ ὕστερον ὄψις μοι γίγνεται παρὰ τῶν χθονίων θεῶν, εἰ τὸ σφόδρα τοῦτο λυπεῖσθαι ἐπὶ τοῖς τελευτῶσιν ἀνίην, συνοίσειν μοι ἐπὶ τὸ βέλτιον. πολὺ δέ τι τούτων φρικωδέστερον εἶχε τὰ χρόνῳ ὕστερον φανθέντα, ἐν οἷς αἵ τε δὴ κλίμακες ἦσαν αἱ τὸ ὑπὲρ γῆς τε καὶ ὑπὸ γῆς ἀφορίζουσαι, καὶ τὸ ἑκατέρωθι
κράτος τοῦ θεοῦ, καὶ ἕτερα ἔκπληξιν θαυμαστὴν φέροντα, καὶ οὐδὲ ῥητὰ ἴσως εἰς ἅπαντας, ὥστε ἀσμένῳ μοι φανῆναι σύμβολα τοῦ Ἀσκληπιοῦ. κεφάλαιον δʼ ἦν περὶ τῆς τοῦ θεοῦ δυνάμεως ὅτι καὶ χωρὶς ὀχημάτων καὶ χωρὶς σωμάτων ὁ Σάραπις οἷός τʼ εἴη κομίζειν ἀνθρώπους ὅπη βούλοιτο. τοιαῦτα ἦν τὰ τῆς τελετῆς· καὶ ἀνέστην οὐ ῥᾴδιος γνωρίσαι καὶ πρὸς τούτοις θυσία τις ἐδηλοῦτο, ὀφειλομένη μὲν Διὶ καὶ πρόρρησιν μένουσα, ἀποδοθεῖσα δὲ ὡς τοῦ Σαράπιδος οὖσα, ἀπεδόθη δὲ καὶ ὡς τῷ Διὶ, ἔχω δὲ λέγειν κἀν ταῖς ἱεραῖς ἡμέραις, ἃς ἡ πόλις ἡ τῶν Ἀλεξανδρέων ποιεῖ τῷ θεῷ, πολλὰ δὴ πολλάκις αὐτὸν ἐπισημήναντα, καὶ κατʼ αὐτὴν ἑκάστην, καὶ προσαγαγούσης ἔτι. εἰ δὲ δεῖ τι καὶ φοβερώτερον διηγήσασθαι, ἐτεθύκειν τῇ Ἴσιδι καὶ τῷ Σαράπιδι ἐν τῷ τῆς Ἴσιδος ἱερῷ, λέγω τοῦτο ἐν Σμύρνῃ γενόμενον. ἐξιόντι δέ μοι τὰ προπύλαια προσερρύησαν χῆνες δύο τῶν ἱερῶν, καὶ παρελθόντες εἰς τὸ πρόσθεν ἡγοῦντο οὕτως ἀκριβῶς κατʼ αὐτὸ ὃ βαίνειν ἔμελλον ὥστε ἐπίδηλον εἶναί μοι. κἀγὼ νῷ τε ἔλαβον τὸ πρᾶγμα καὶ πρὸς τοὺς φίλους καὶ τοὺς παραπέμποντας, ἰδοὺ καὶ οἵδε, ἔφην, παραπέμπουσιν ἐν τῷ τῶν φίλων δὴ χορῷ· καὶ ἅμα ἔλεγον περὶ τῆς τοῦ θεοῦ γοργότητος καὶ δυνάμεως πόση τις εἴη καὶ κατὰ φήμας καὶ κατὰ συμβόλους, καὶ ὅτι πολλάκις ἤδη μοι ἐπὶ τῆς εὐχῆς ἦλθεν ἡ ἀπόκρισις· καὶ νῦν, ἔφην, ἡγεμόνας τινὰς ἡμῖν τῆς ὁδοῦ τούσδε ἀπέσταλκε. τοιαυτὶ διελεγόμεθα καὶ ἅμα ἐτηροῦμεν τί ἄρα δράσουσιν· ἄπιμέν τε δὴ τοῦ ἱεροῦ, οὐκ οἶδʼ ὁπόσον τι, κἀγὼ τοῖς φίλοις ἐνδεικνύμενος προσπαίζω τοὺς χῆνας καὶ λέγω, ἱκανῶς ὑμῖν, ὦ οὗτοι, λελειτούργηται, πορεύεσθε. οὐκ ἔφθην εἰπεῖν, καὶ οἱ μεταστραφέντες ἀπῄεσαν.