Orationes 23
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
δοκῶ μοι κατὰ τὴν Ἑλένην τὴν Ὁμήρου τὸν λόγον ποιήσεσθαι. καὶ γὰρ ἐκείνη πάντας μὲν οὐκ ἄν φησιν εἰπεῖν
ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι.
πρᾶξιν δέ τινα αὐτοῦ μίαν ἀπολαβοῦσα, οἶμαι, διηγεῖται πρὸς τὸν Τηλέμαχον καὶ Μενέλεων· κἀγὼ πάντα μὲν οὐκ ἂν εἴποιμι τὰ τοῦ σωτῆρος ἀγωνίσματα, ὅσων ἀπέλαυσα εἰς τήνδε τὴν ἡμέραν. καὶ οὐκέτʼ ἐνταῦθα τὸ τοῦ Ὁμήρου προσθήσω,
οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν·μικρὸν γὰρ τοῦτό γε. ἀλλʼ οὐδʼ ἂν εἰ πᾶσαν ὑπερβαλοίμην τὴν ἐν ἀνθρώποις δύναμίν τε καὶ φωνὴν καὶ γνώμην, οὐκ ἄν ποτε οὐδʼ ἐγγὺς αὐτῶν ἀφικοίμην. ἀλλὰ καὶ ὅσοι πώποτε τῶν φίλων ἐδεήθησαν ἢ προὔτρεψαν εἰπεῖν καὶ συγγράψαι περὶ αὐτῶν, οὐδενὶ πώποτε ἐπείσθην, φεύγων τὸ ἀδύνατον. ἐδόκει γάρ μοι παραπλήσιον εἶναι ὥσπερ ἂν εἰ διὰ παντὸς τοῦ πελάγους ὕφαλος διεξελθὼν εἶτʼ ἠναγκαζόμην ἀποδιδόναι λόγον πόσοις τισὶ τοῖς πᾶσι ῥοθίοις ἐνέτυχον καὶ ποίας τινὸς τῆς θαλάττης παρʼ ἕκαστον αὐτῶν ἐπειρώμην καὶ τί τὸ σῶζον ἦν. ἑκάστη γὰρ τῶν ἡμετέρων ἡμερῶν, ὡσαύτως δὲ νυκτῶν, ἔχει συγγραφὴν, εἴ τις παρὼν, ἢ τὰ συμπίπτοντα ἀπογράφειν ἐβούλετο, ἢ τὴν τοῦ θεοῦ πρόνοιαν διηγεῖσθαι, ὧν τὰ μὲν ἐκ τοῦ φανεροῦ παρὼν, τὰ δὲ τῇ πομπῇ τῶν ἐνυπνίων ἐνεδείκνυτο, ὅσα γε δὴ καὶ ὕπνου λαχεῖν ἐξῆν· σπάνιον δʼ ἦν ὑπὸ τῶν περὶ τὸ σῶμα τρικυμιῶν. ταῦτʼ οὖν ἐνθυμούμενος ἐγνώκειν παρέχειν ὡς ἀληθῶς ὥσπερ ἰατρῷ τῷ θεῷ σιγῇ ποιεῖν ὅ τι βούλεται. νῦν δὲ ὡς ἔσχε τὸ τοῦ ἤτρου δηλῶσαι πρὸς ὑμᾶς βούλομαι. λογιοῦμαι δὲ ἕκαστα πρὸς ἡμέραν. ἦν μὲν γὰρ Ποσειδεὼν μὴν, ἴστε οἵου χειμῶνος· ἔκαμνε δὲ ὁ στόμαχος τὰς νύκτας καὶ ἀγρυπνίαι ἦσαν ὑπερφυεῖς, ὥστε οὐδὲ τὰ βραχύτατα πέττειν ἦν. αἰτία δʼ οὐχ ἥκιστα ἡ συνέχεια τῶν χειμώνων, ἣν οὐδὲ κέραμος οὐδεὶς ἐνέγκαι ἐλέγετο· ἐπεὶ καὶ ὁ ἱδρὼς ἔστη πάντα τοῦτον τὸν χρόνον, πλὴν ὅσα λουμένῳ. δωδεκάτῃ δὲ τοῦ μηνὸς ἀλουσίαν προστάττει ὁ θεὸς καὶ τῇ ὑστεραίᾳ τὸ αὐτὸ τοῦτο καὶ τῇ μετʼ ἐκείνην. ταύτας τρεῖς ἡμέρας ἑξῆς διήγαγον παντελῶς ἀνιδρωτὶ νύκτα καὶ ἡμέραν, ὥστε μηδὲ χιτωνίσκου δεῆσαι μεταλαβεῖν, καὶ οὔπω
πρόσθεν ἐμαυτοῦ ῥᾴονος ᾐσθόμην. διήγαγον δὲ περιπάτῳ χρώμενος κατʼ οἰκίαν, καὶ ἅμα παιδιᾷ, οἷα ἑορτῶν οὐσῶν. καὶ γὰρ ἡ τοῦ θεοῦ παννυχὶς ἐγκατειλήφει τὴν προτέραν ἑορτὴν, τὴν τοῦ Ποσειδῶνος. μετὰ δὲ τοῦτο ὄναρ γίγνεται, ἔχον μέν τινα ἔννοιαν λουτροῦ, οὐ μέντοι χωρίς γε ὑπονοίας· ἀλλʼ ἐδόκουν τι καὶ μολυνθῆναι· ὅμως δὲ ἔδοξε λούσασθαι, πάντως δʼ εἰ καὶ τῷ ὄντι τοῦτʼ ἐπεπόνθειν, ὕδατος δεῖν. εὐθύς τε οὖν οὐχ ὡς ἥδιστα ἔσχον ἐν τῷ βαλανείῳ καὶ ἐπειδὴ ἐπανῆλθον, ἐδόκει πάντα πλήρη εἶναι, καὶ τὸ πνεῦμα οἷον ἀσθμαίνοντος ἦν. ὥστε ἐπʼ ἀρχῇ τῆς τροφῆς εὐθὺς ἐπαυσάμην. διαφθορὰ μετὰ τοῦτο ἐκ νυκτὸς, καὶ προῆλθεν εἰς τοῦτο, ὥστε μόλις κατέστη πρὸ μεσημβρίας μικρόν.
ὄψις δὲ ὀνείρατος οὑτωσί πως εἶχεν, ὡς ἄρα εἴην ἐν ὕδασι θερμοῖς, προκεκυφὼς δὲ εἰς τὸ πρόσθεν ὁρῴην
τὰ κάτω τῆς κοιλίας ἀτοπώτερον διακείμενα. ἐβουλευσάμην μὲν δὴ μεῖναι ἐπʼ ἀλουσίας. ἔφη δέ τις ὡς οὐκ ἐπʼ αὐτοῦ γε τοῦ λουτροῦ τὸ δυσχερὲς ἦν τὸ φαινόμενον, οὐδʼ εἰκὸς ὡς αἴτιον φυλάξασθαι. ἐλουσάμην τε εἰς ἑσπέραν, καὶ ἅμα τῷ ὄρθρῳ τὸ ἦτρον ἤλγουν, καὶ ἐπεχώρει τὸ ἄλγημα ἐπὶ δεξιᾷ καὶ μέχρι βουβῶνος κάτω. ἑβδόμῃ δʼ ἐπὶ δέκα ἀλουσία ἐξ ὀνείρατος, ὀγδόῃ δʼ ἐπὶ δέκα ἀλουσία. ἐνάτῃ ἐπὶ δέκα δʼ ἔδοξά τινας τῶν βαρβάρων ἐγκρατεῖς γεγενῆσθαί μου, καί τινα αὐτῶν ἐπιέναι μοι καὶ δόξαν παρασχεῖν ὡς στίξοντα· ἔπειτα καθεῖναι τὸν δάκτυλον οὑτωσὶ μέχρι τοῦ λαιμοῦ, καί τι ἐγχέαι, κατὰ δή τινα ἐπιχώριον νόμον, ὀνομάσαι δὲ αὐτὸ ὀξυσιτίαν· ταῦτα δὲ ὕστερον ὡς ὄναρ διηγεῖσθαι καὶ τοὺς ἀκούοντας θαυμάζειν καὶ λέγειν ὡς ἄρα τοῦτο αἴτιον εἴη τοῦ διψῆν μὲν, μὴ δύνασθαι δὲ πιεῖν, τὸ τρέπεσθαι εἰς ὄξος τὰ σιτία. ἐκ δὴ τούτου ἔμετός τε ἐδείκνυτο καὶ προσέταξεν ὁ βάρβαρος λουτροῦ τε ἀποσχέσθαι καὶ διάκονον ἕνα παραστήσασθαι. τὸ τήμερον εἶναι ἀλουσία καὶ ἔμετος μετὰ ῥᾳστώνης, ὡς εἰκάσαι ἐδόκουν ἐν προπυλαίοις εἶναι τοῦ Ἀσκληπιοῦ, καί τινα τῶν ἐπιτηδείων ἐντυχόντα μοι περιβάλλειν καὶ φιλοφρονεῖσθαι, οἷα δὴ διὰ χρόνου ἑορακότα· εἰπεῖν δὴ πρὸς αὐτὸν ὡς ἐν ἀηδίᾳ τε εἴην γεγονὼςκαὶ προϊόντος τοῦ λόγου μνησθῆναι ὅσα δὴ καὶ περὶ τὸ ἱερὸν τυγχάνοι κεκινημένα. καὶ ἅμα ταῦτα λέγοντες εἰσῄειμεν εἴσω. ὡς δὲ ἐγενόμεθα οὗ ἡ ἀγαθὴ τύχη καὶ ὁ ἀγαθὸς δαίμων ἐπιστάντες, ἔτι διελεγόμεθα. καί τινα τῶν ὑπηρετῶν ἰδὼν τῶν περὶ τὸ ἱερὸν ἠρόμην ὅπου ὁ ἱερεὺς εἴη. ὁ δʼ ἔφη, ἐξόπισθε τοῦ νεώ· καὶ γὰρ εἶναι περὶ λύχνους ἤδη τοὺς ἱεροὺς, τάς τε δὴ κλεῖς ἀνακομίζειν τὸν
νεωκόρον· καὶ τυχεῖν ἐν τούτῳ κλεισθὲν τὸ ἱερὸν, οὕτω μέντοι ὥστε καὶ συγκεκλεισμένου εἴσοδόν τέ τινα λείπεσθαι καὶ τὰ ἔνδον ὁρᾶσθαι. προσῆλθόν τε δὴ ταῖς θύραις καὶ ὁρῶ ἄγαλμα ἕτερον ἀντὶ τοῦ παλαιοῦ κατηφές. θαυμάζοντι δέ μοι καὶ ζητοῦντι τὸ ἀρχαῖον οὗ εἴη, προσφέρει τις, καὶ οὐδʼ αὐτὸ πάνυ ἔδοξα γνωρίσαι, προσεκύνησα δʼ οὖν σπουδῇ.μετὰ δὲ ταῦτα περιελθόντες ἐντυγχάνομεν τῷ ἱερεῖ καὶ ἠρχόμην ἐγὼ πρὸς αὐτὸν λόγου τοιοῦδε· ἐμοὶ καὶ ἐν Σμύρνῃ ὀνείρατα ἐγίγνετο διαλεχθῆναί σοι περὶ τοῦ ἱεροῦ, καὶ νομίσας τὸ πρᾶγμα μεῖζον εἶναι ἢ κατʼ ἐμὲ ἐσιώπησα· καὶ νῦν ἔναγχός μοι περὶ αὐτῶν τούτων γεγένηται. καὶ ἅμα ἐν νῷ εἶχον λέγειν περὶ τοῦ τὸ ἕδος εἰς τὴν ἀρχαίαν χώραν καταστῆσαι. περιπατοῦντος δέ μου ἀποπίπτει τὸ διάβαθρον τοῦ ἑτέρου ποδὸς, καὶ ὁ ἱερεὺς ἀνελόμενος προσφέρει. κἀγὼ τῆς μὲν τιμῆς ἕνεκα ἥσθην, βουλόμενος δὲ αὐτὸν οἷον ἀμείβεσθαι καὶ δεξιοῦσθαι κύψας λαμβάνω. κἀν τούτῳ ταῦρός τις ἐπῄει μοι κατʼ αὐτὰς τὰς ἀκοὰς τοῦ θεοῦ. κἀγὼ ἐδεδοίκειν τε καί πως ἐπειρώμην φυλάττεσθαι. ὁ δʼ ἄλλο μὲν οὐδὲν ἔδρασεν, ὑπὸ δὲ τὸ γόνυ τὸ δεξιὸν ἐνέθλασεν. ὁ δὲ Θεόδοτος σμίλην τινὰ λαβὼν ἀνεκάθαρεν· ὥστε ἔμελλον πρὸς αὐτὸν ἐρεῖν ὅτι σὺ αὐτὸ ἐποίησας ἕλκος. ταῦτʼ ἦν τὰ φανθέντα καὶ ἐνταῦθα ἔληξεν ὁ φόβος καὶ ἐγένετο ὑπὸ τὸ γόνυ τὸ δεξιὸν ἑλκύδιον ἄνθρακι ἐοικὸς, καὶ ἐδόκει ἀγαθὸν εἶναι πρὸς τὰ ἄνω. δεκάτῃ δʼ ὑστέρᾳ ἐδόκουν ἐσθῆτα ἔχειν ἱερέως καὶ αὐτὸν παρόντα ὁρᾶν τὸν ἱερέα· ἐδόκουν δὲ καὶ τῶν ἐπιτηδείων
τινὰ ὑποχωλεύοντα ἰδὼν ἐκ τῶν περὶ τὴν ἕδραν φάναι πρὸς αὐτὸν ὅτι ταῦτα ἡσυχία θεραπεύοι. ἐπετάχθη καὶ ἔμετος διὰ πολλῶν· καὶ ἦν αὕτη πέμπτη ἀλουσιῶν ἑξῆς.
ἄξιον δὲ καὶ τὸ πάρεργον τῶν ὀνειράτων εἰπεῖν. ἐδόκουν γὰρ ὡς ἐπὶ τῇ εἰωθυίᾳ μελέτῃ τῶν λόγων Δημοσθένη τινὰ μεταχειρίζεσθαι καὶ λέγειν δὴ πρὸς τοὺς Ἀθηναίους ὡς ἐκεῖνος ὤν· ὑμεῖς μὲν οὖν διὰ τοῦ κήρυκος ἐρωτᾶτε τίς ἀγορεύειν βούλεται, ἐγὼ δὲ ὑμᾶς ἡδέως ἂν ἐροίμην τίς ὑμῶν βούλεται πράττειν. ἡ κωμῳδία γε τὸ λοιπόν ἐστιν, ἔλεγον δὲ ἀναφέρων εἰς τοὺς Τελμισσέας τοῦ Ἀριστοφάνους ὡς ἐκεῖ λόγῳ τις ἠγωνίζετο, ἔργῳ δὲ οὔ. ἐνάτῃ δὲ ἐδόκουν ὡς ἐν Σμύρνῃ περὶ ἑσπέραν προσιέναι τῷ ἱερῷ τοῦ Ἀσκληπιοῦ τοῦ ἐν τῷ γυμνασίῳ, προσιέναι δὲ μετὰ Ζήνωνος, καὶ εἶναι τὸν νεὼν μείζω τε καὶ ἐπειληφότα τῆς στοᾶς ὅσον ἐστὶ τὸ ἐστρωμένον. ἅμα δὲ καὶ ὡς περὶ προνάου τούτου διενοούμην. προσευχομένου δέ μου καὶ ἀνακαλοῦντος τὸν θεὸν ὁ Ζήνων οὐδὲν ἔφη προσηνέστερον, λέγων δὴ καὶ αὐτὸς τὸν θεὸν, καταφυγήν τε καὶ τοιαῦτα ὠνόμαζε. περιεσκόπουν δὲ, ὡς ἐν τῷ προνάῳ δὴ τούτῳ, ἀνδριάντα ἐμαυτοῦ· καὶ τότε μέν γε ὡς ἐμαυτοῦ ὄντα ἑώρων, πάλιν δὲ ἐδόκει μοι εἶναι αὐτοῦ τοῦ Ἀσκληπιοῦ μέγας τις καὶ καλός. ταῦτα καὶ ὡς ὄναρ μοι φανθέντα αὖθις διηγεῖσθαι πρὸς αὐτὸν τὸν Ζήνωνα· καὶ ἐδόκει σφόδρα ἔντιμον τὸ τοῦ ἀνδριάντος εἶναι. αὖθις δὲ αὖ τὸν ἀνδριάντα ἑώρων, ὡς ἐν τῇ στοᾷ τῇ προμήκει τοῦ γυμνασίου. περὶ δὲ βαλανείου τοιάδε ἔδοξα. πρῶτον μὲν ὡς μεταξὺ ἀνατριβόμενος εἰσελθεῖν εἴς τι βαλανεῖον τῶν ἰδιωτικῶν· ἔπειτα φάναι ὡς ἔλαθον ἐμαυτὸν εἰσελθὼν, ἀλούτων ἡμερῶν ἤδη. ἔπειτα ἐδόκει μοι παραθαρρύνειν Φοῖβος παρὼν, ὥστε καὶ εἰς τὸ ὕδωρ εἰσέβαινον ἀνυπόπτως ἤδη.αὖθις δὲ ἐδόκουν πρὸς αὐτῷ τῷ Ἀσκληπιῷ νεανίσκον τινὰ τῶν γυμναστικῶν ἔτι ἀγένειον περὶ βαλανείων
διαλέγεσθαι, τὰ μεγάλα δὴ ἐπαινοῦντα καὶ τοιαύτας τινὰς τὰς ἀπολαύσεις τοῦ βίου τιθέμενον. δείξας οὖν αὐτῷ τὴνθάλατταν ἠρόμην εἰ καὶ ἐνταῦθα ἄμεινον λοῦσθαι, ἢ ἐν μικρῷ. ἐν μικρῷ, ἔφη. μετὰ δὲ τοῦτο λίμνην τινὰ ἔδειξα καὶ ἠρόμην εἰ καὶ ἐν λίμνῃ τοσαύτῃ κρεῖττον, ἢ ἐν μικρῷ. συνεχώρει κἀνταῦθα ὅτι αἱρετώτερον τὸ ἐν μικρῷ. οὐκ ἄρα, ἔφην, πανταχοῦ τό γε μεῖζον αἱρετώτερον, ἀλλʼ ἔστι τις καὶ μικροῦ χάρις. καὶ ἅμα ἐνενόησα πρὸς ἐμαυτὸν ὡς καὶ ἐπιδεικνυμένῳ ποῦ καλὸν εἰπεῖν ὅτι τῶν μὲν ἄλλων ἀνθρώπων αἱ ἡδοναὶ κινδυνεύουσιν ὑῶν τινῶν εἶναι ἡδοναὶ, ἡ δὲ ἐμὴ καθαρῶς ἄρα ἀνθρώπου εἴη, ὅστις σύνειμί τε καὶ χαίρω λόγοις. ἐδόκει δʼ οὖν ταῦτα λέγειν ὁ νεανίσκος περὶ τοῦ βαλανείου τοῦ πρὸς ταῖς πύλαις ταῖς εἰς Ἔφεσον φερούσαις. καὶ τέλος ἔδοξέ μοι χρῆναι ἀποπειραθῆναι—πότε γὰρ δὴ καὶ ἄλλοτε θαρρῆσαι, εἰ μὴ νῦν; —οὕτω δὴ συνθέσθαι εἰς ὥραν ἕκτην ὡς τηνικαῦτα ἀσφαλέστατον ὂν κινεῖσθαι· ἐπεὶ δὲ ἀφίκετο ἡ ὥρα, αἰτιᾶσθαι Βάσσον ὡς διατρίβοντα. ὁρᾷς, ἔφην, ὡς καὶ δὴ παρέρχεται ἡ σκιά; δεικνὺς τὴν τῶν κιόνων. ἐπορευόμεθά τε, καὶ ὡς ἠνύσαμεν, ἐπιστὰς τῇ δεξαμενῇ τοῦ ψυχροῦ τοῦ ἔξω ἐπειρώμην τοῦ ὕδατος, καί μοι ἔδοξε παρʼ ἐλπίδας οὐ μάλα ψυχρὸν εἶναι, κυανοῦν δὲ καὶ ἡδὺ ἰδεῖν. κἀγὼ, καλὸν, ἔφην, οἷα δὴ γνωρίζων τὸ τοῦ ὕδατος ἀγαθόν. ὡς δὲ παρῆλθον εἴσω, πάλιν εὗρον ἕτερον ἐν θερμοτέρῳ οἴκῳ ἀνειμένον μᾶλλον. καὶ ἅμα ἐγιγνόμην τε ἐν τῷ θερμῷ καὶ ἀπεδυόμην, ἐλουσάμην καὶ μάλα ἡδέως. ὀγδόῃ ἔμετος εἰς ἑσπέραν κατὰ ὄναρ καὶ οὗτος. ἑβδόμῃ ἐδόκουν ἐν ὕδασιν εἶναί που θερμοῖς. τυχεῖν οὖν
τινας πλησίον ἀνθρώπους ἐγχειρίδια ἔχοντας καὶ ἄλλως οὐκ ἀνυπόπτους. καὶ δῆτα προσελθεῖν μοί τινας αὐτῶν, ὥς τινος προστασίας χρῄζοντας, ἐγκαλεῖσθαι γὰρ ὑπό τινων. ὡς δʼ ἅπαξ περιεσχέθην, ἐν παντὶ εἶναι, οὔτε πιστεύων ἐνδείξασθαί τε οὐκ ἐθέλων ὅτι ἀπιστοίην. ἰέναι τε δή τινα ὁδὸν καὶ ἐκδέχεσθαι ψαλίδα πάνυ μακρὰν, ἐν ᾗ καὶ σφόδρα δεῖσαι μὴ ἐπιθεῖντό μοι. ὡς δὲ διεξελθεῖν ἀσμένως, φανῆναί τε ἐν τῇ πόλει τῶν Σμυρναίων ἐν τῇ ἀγορᾷ καὶ σκοπεῖν ὅπως ὡς τάχιστα πολλοί τε ἀθροισθεῖεν καὶ ἐνδειξαίμην τὸ ὄν. κἀκ τούτου αὐτός τε λαμπάδα λαμβάνωκαὶ πάντες ἐλαμπαδηφόρουν οἱ ἐν τῇ ἀγορᾷ, καὶ τὸ Εὐριπίδειον τοῦτο ἔλεγον
Ἥλιε θοαῖς ἵπποισιν εἱλίσσων φλόγα·καὶ γὰρ ἅμα ἡλίου ἀνατολῇ ἐδόκουν εἰσελθεῖν. ταῦτα καὶ ὕστερον πρὸς Κοδρᾶτον τὸν ἡγεμόνα ἐδόκουν ὡς ὄναρ διηγεῖσθαι, καὶ τὸν εἰπεῖν, ποίησον οὕτω· καὶ ἡ λαμπὰς ἤρθη.
ἕκτῃ ἐδόκουν ἅμα Ἀλεξάνδρῳ τῷ διδασκάλῳ προσιέναι τῷ αὐτοκράτορι, καθέζεσθαι δʼ αὐτὸν ἐπί τινος βήματος. προσειπόντος δὲ αὐτὸν τοῦ Ἀλεξάνδρου προτέρου καὶ προσρηθέντος ὑπʼ αὐτοῦ τε καὶ τῶν περὶ αὐτὸν, ἅτε καὶ ἐκ πολλοῦ γνωρίμου καὶ συνήθους ὄντος, μετὰ τοῦτο προσῄειν ἐγώ. προσειπόντος δὲ κἀμοῦ καὶ στάντος ἐθαύμασεν ὁ αὐτοκράτωρ, ὡς οὐ καὶ αὐτὸς προσελθὼν φιλήσαιμι. κἀγὼ εἶπον ὅτι ὁ θεραπευτὴς εἴην ὁ τοῦ Ἀσκληπιοῦ· τοσοῦτον γάρ μοι ἤρκεσεν εἰπεῖν περὶ ἐμαυτοῦ. πρὸς οὖν τοῖς ἄλλοις, ἔφην, καὶ τοῦτο ὁ θεός μοι παρήγγειλε μὴ φιλεῖν οὑτωσί· καὶ ὃς, ἀρκεῖ, ἔφη. κἀγὼ ἐσίγησα. καὶ ὃς ἔφη, καὶ μὴν θεραπεύειν γε παντὸς κρείττων ὁ Ἀσκληπιός. πέμπτῃ ἐφαίνετο μὲν τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τὸ ἐν τῷ ὄρει τῷ Μιλύᾳ· ἐδόκει δὲ οἰκήματα ἄττα προσγεγενῆσθαι, καὶ ὄνομα εἶναι τῷ χωρίῳ Ἐλεφαντίνη ἀπὸ
Ἐλεφαντίνης τῆς ἐν Αἰγύπτῳ. ἔχαιρον δὴ καὶ κατʼ αὐτὰ τὰ οἰκήματα καὶ κατὰ τὴν οἰκειότητα τοῦ τόπου τῷ τόπῳ· καὶ δὴ καὶ ἱερέα εἶναι τοῦ θεοῦ τὸν τῆς Ἴσιδος τῆς ἐν Σμύρνῃ ἱερέα, παρʼ ᾧπερ καὶ κατάγεσθαι καὶ ἐνθυμεῖσθαι πρὸς ἐμαυτὸν ὅτι πολλά μοι πρὸς αὐτὸν οἰκεῖα ὑπάρχοι ἐκ πολλοῦ· καί τι καὶ τυγχάνειν παρʼ αὐτοῦ πρόσθεν ἐωνημένος, ἔπειτα ὑπόλοιπόν τι ἔχων ἐθέλειν ἀλλάξασθαι. κἀκ τούτου δὴ ἐδόκουν εἰπεῖν τινὰ κοιφὶ μετὰ οἴνου· λαβεῖν τε δὴ εὐθὺς αὐτὸ ὡς ἴαμα καὶ σκοπεῖν εἴτε τῷ προσώπῳ δέοι προσθέσθαι εἴτε καὶ τοῖς ἐντός. καί τινος εἰπόντος ὅτι ἐπικάοι ὅπου ἐπιτεθείη, ἐνθυμηθῆναι ὡς ἐπιτηδείως ἔχοι παντὸς μᾶλλον ψύξεως εἶναι φάρμακον. καί πως ἐκ τούτων εἰπεῖν πρὸς τὸν ἱερέαὅτι δῆλον ἦν ἐξ ὧν ἀνεγίγνωσκον ὅτι οὐχὶ δεήσοι φαγεῖν. καὶ δῆτα εὐθὺς εἶχον ἐν νῷ ὡς διατελέσων ἄσιτος τὴν ἡμέραν· ἠσίτησα δή. ἡ δὲ ἐπιοῦσα ἀλουσίας πάλιν ἦν. τρίτῃ φθίνοντος ἐδόκουν ἐφθαρμένης μοι τῆς τροφῆς συμβουλεύεσθαι περὶ λουτροῦ Ζωσίμῳ τῷ τροφεῖ καὶ ἐρωτᾶν εἰ δέοι πλείω λούσασθαι. τὸν δὲ οὐ συμφῆσαι. μετὰ δὲ τοῦτο λελοῦσθαί γε καὶ τῆς γαστρὸς φαύλως ἔχειν, καὶ φάναι πρὸς τὸν Ζώσιμον, ἔδει γὰρ ἠσιτηκέναι; καὶ τὸν εἰπεῖν, ἔδει· ἠσίτησα αὖθις. καὶ τῆς ἐπιούσης ἤμουν πάλιν εἰς ἑσπέραν. ἦν δὲ τὸ ὄναρ ὡς ὀστοῦ γε ἐγκειμένου καὶ δέον ἐκβαλεῖν, ἔννοια δὲ καὶ αἵματος ἀφαιρέσεως ἀπὸ τῶν σφυρῶν· καὶ ἐποίησα οὕτω καὶ προῆλθον οὐ πολύ. Ληναιῶνος νουμηνίᾳ ἐδόκουν ἐν τῷ Ἀδριανείῳ κεχρῖσθαι μὲν, λελοῦσθαι δʼ οὔ· ὡς δʼ ἐπανελθεῖν, φάναι πρός τινα τῶν φίλων ὅτι οὐ λουσαίμην, ἀλλὰ χρισαίμην· τὸν δὲ, καὶ γὰρ ἐγὼ, φάναι, κέχρισμαι μόνον. ἀλουσία ἡμερῶν ἕξ. δευτέρᾳ ἐδόκουν ἐν τῷ ἱερῷ εἶναι τοῦ Ἀσκληπιοῦ
ὄρθριον εὐθὺς ἐξ ὁδοῦ ποθὲν ἥκων, καὶ χαίρειν ὡς ταχέως ἀνεῴγνυτο. ἐδόκουν δὲ καὶ τοὺς παῖδας ᾁδειν τὸ ἀρχαῖον ᾆσμα, οὗ ἡ ἀρχή ἐστιΔία τὸν πάντων ὕπατον κλῄζω·καὶ εἶναι ἐν ἐκείνῳ τῷ μέρει τοῦ ᾁσματος
ὥστʼ ἐθαύμαζον ὡς αὐτόματον τὸ ᾆσμα εἰς μέσον ἧκε. πάλιν δὲ ὡς γενεθλίων προσιόντων προπέμπειν εἰς τὸ ἱερὸν τοὺς οἰκέτας ἀποκομίζοντας δή τινα καὶ ἅμα γράμματα ἐγγράφειν ἐπʼ αὐτῶν ὧν ἀπεκόμιζον· καὶ φιλοτεχνεῖν ὑπὲρ συμβούλου ἀγαθοῦ ὅπως χορηγήσειεν ὅσων ἔδει τῷ λόγῳ. τρίτῃ λύχνων εἰσφορά τις ἐφαίνετο εἰς τὸ ἱερὸν ὑπὸ τοῦ θυρωροῦ κατʼ εὐχὴν ὑπὲρ ἐμοῦ καὶ ἐμεῖν ἔδει, ἤμεσα. πέμπτῃ θεοῖς ἐδόκουν εὔχεσθαι, τὰ μὲν οἷς εἴωθα κοινῇ, πάλιν δὲ ἰδίᾳ Διὶ καὶ Ἄρει καὶ θεοῖς οἳ Συρίαν ἔχουσι· καὶ παραπλήσια τἀκεῖ τοῖς οἴκοι κατὰ τὴν οἴκησιν ἐφαίνετο. καὶ μετὰ τοῦτο ἐγίγνετο ἡ πρόσοδος ἡπολὺ γὰρ πολύ μοι τὸ μέσον βιότου
- μέλπειν τε θεοὺς ἔν τʼ εὐφροσύναις
- ἦτορ ἰαίνειν
- τοιῷδʼ ὑπὸ παιδονόμῳ.
πρὸς τὸν αὐτοκράτορα, ἐπεπόμφειν δὲ ὡς τὸν ἐν τῇ Συρίᾳ τότε αὐτοκράτορα, καὶ συνέβη καλῶς. ἑβδόμῃ ἔν τινι ἀποδυτηρίῳ βαλανείου Χαρίδημον ἰδεῖν τὸν ῥήτορα τὸν ἐκ Φοινίκης φαιδρόν τε καὶ ἄρτι λελουμένον, καὶ φάναι δὴ πρὸς αὐτὸν ἅμα τῇ προσρήσει οὑτωσὶ, ὅτι πρῳαίτερον λούσαιτο· καὶ αὐτὸς ἅμα ἀποδύεσθαι, ἐλουσάμην.
καὶ πάλιν τῇ δεκάτῃ τοῦ μηνὸς ἐδόκει μοι Ἀντωνῖνος ὁ Πυθοδώρου διαλέγεσθαι περὶ Νυμφῶν ἐπαίνων· εἰπεῖν οὖν καὶ αὐτὸς ὅτι οὐκ εἶεν θεαὶ χαριέστεραι, πάντως δὲ εἶναι καὶ τῷ ἐπιεικεῖ ἀπολαύειν αὐτῶν, εἰ καὶ μὴ πολλὰ λουμένῳ, τά γε μέτρια. ταῦτά τε δὴ καὶ ὑγιείας
ἐδόκουν τι λέγειν ἐγκώμιον. δωδεκάτῃ ἐδόκουν Ἀντωνῖνον τὸν αὐτοκράτορα τὸν πρεσβύτερον καὶ τὸν τῶν πολεμίων βασιλέα σπονδὰς καὶ φιλίαν πεποιῆσθαι πρὸς ἀλλήλους· προσιόντων δὲ τῶν περὶ τὸν Βολόγεσον φωνὴν εἶναι οὐκ ὀλίγην, καὶ δοκεῖν αὐτοὺς ἑλληνίζειν. ἔπειτα ἀφικέσθαι παρʼ ἐμὲ ἀμφοτέρους μετὰ τοῦ σχήματος τοῦ βασιλικοῦ, καὶ εἶναι τόν τε Ἀντωνῖνον ἐπιεικῶς ἐν ἀκμῇ κἀκεῖνον βλοσυρόν τι ἰδεῖν· καθέζεσθαι δέ μου αὐτὸν οὐκ ἀπὸ πολλοῦ, ἑτέρωθεν δὲ ἐν θρόνῳ τὸν Ἀντωνῖνον. ἐδόκει δέ μοι καὶ ἰατρικῶν τινῶν ἐμπείρως ἔχειν ὁ Μῆδος, δεξιούμενος δέ με εἰπεῖν, πότε ἡμῖν ἀναγιγνώσκεις; κἀγὼ ἡσθῆναί τε τῷ ῥήματι καὶ φάναι, ὅταν ὑμεῖς κελεύητε. καὶ οἱ μὲν παρεσκευάζοντο πρὸς τὴν ἀκρόασιν, ἐγὼ δὲ ἀπῄειν ἐκλέξων τῶν βιβλίων. καί μοι ἔδοξε πρόλογόν τινα ὡς ἐν βραχεῖ συνθεῖναι εἰς αὐτοὺς, καὶ εἶχεν οὕτω πως— ἐδόκουν δὲ καὶ πάνυ τοῦ συντεθέντος ἅπαντος μνημονεύειν—ἃ δʼ οὖν διεσωσάμην· ἤδη μέν τις καὶ ἄλλος χρηστοῦ τινος αὐτῷ συμβάντος καὶ βουλόμενος ἐνδείξασθαι τὴν ἡδονὴν εἶπεν ὡς ἄρα εἴη πλεῖν ἢ διπλάσιος γεγονὼς, ἄλλος δέ τις ὡς ἐν μακάρων νήσοις εἶναι δοκοίη, ἐγὼ δὲ καὶ αὐτὸς οὕτως ὑπὸ τῆς παρούσης ἡμέρας τε καὶ τύχης διάκειμαι· καὶ ἅμα ἐσκοπούμην εἰ κοινοῦν χρὴ τὸνλόγον, ἢ πλέον τῷ παρʼ ἡμῖν βασιλεῖ νέμειν, ἔπειτα οὕτως ἐφέπεσθαι τὰ πρὸς τὸν ἕτερον. εἶπον δὲ οὕτω πως. ὥστʼ, ἔφην, εἰ μὴ γεγυμνασμένος ἦν ἐν θείαις ὄψεσιν, οὐκ ἄν μοι δοκῶ ῥᾳδίως οὐδὲ πρὸς αὐτὴν τὴν πρόσοψιν
ἀντισχεῖν, οὕτω μοι δοκεῖ θαυμαστή τις εἶναι καὶ κρείττων ἢ κατʼ ἄνθρωπον. ἔλεγον δὲ θείας ὄψεις, μάλιστα δὴ ἐνδεικνύμενος τὸν Ἀσκληπιὸν καὶ τὸν Σάραπιν.ταυτὶ μὲν τοιαῦτα. τῶν δὲ βιβλίων τέως μὲν ἐκλέγειν ἠξίουν, ἔπειτα ἔδοξέ μοι τὸ κιβώτιον κομίζειν, καὶ ἐπʼ αὐτοῖς ποιήσασθαι ἀνελέσθαι ὅ τι ἂν βούλωνται· τοῦτο γὰρ καὶ ἄλλως χάριν τινὰ ἔχειν καὶ ἅμα οὕτω μάλιστα αὐτοὺς ἐκπλῆξαι. ταῦτα καὶ ὕστερον ὡς ὀνείρατα φανθέντα πρὸς Πέλοπα κατὰ ῥῆμα ἐδόκουν διηγεῖσθαι. ὕστερον δὲ ἔδοξα λελουμένῳ μοι προσφέρεσθαι, τοτὲ μὲν ὡς ὕδωρ ψυχρὸν, τοτὲ δὲ ὡς γάλα· ἀμφιγνοεῖν οὖν καὶ λέγειν δὴ πρὸς Ζώσιμον ὅτι οὔτε διψῴην οὔτε πεινῴην. τί οὖν ἄν τις ἐσθίοι; καὶ μετὰ τοῦτο ἐκυροῦτο ἡ ἀσιτία καὶ ὁ ἱερεὺς ἐδόκει μου τὰ χείλη ἐκμυζεῖν. αὕτη μὲν ἀσιτίας, ἡ δὲ ἐπιοῦσα ἀλουσίας, ἡ δὲ ἀπʼ ἐκείνης ἀλουσίας, καὶ ἐμέτου. πέμπτῃ ἐπὶ δέκα ἐδόκουν τὸν ἡγεμόνα ἐπιστέλλοντά μοι τὴν πρόρρησιν οὕτω ποιήσασθαι· Ἀριστείδῃ τῷ ἱερεῖ χαίρειν· καὶ ἦν ἀλουσίας καὶ αὕτη. τῇ δὲ ἐπιούσῃ κάδους τινὰς ἔδει καταχέασθαι· ἔπειτα ἀλουσία. ὀγδόῃ ἐπὶ δέκα ἐδόκει μοι Μητρόδωρος ὁ ποιητὴς ἀγωνίζεσθαι ἐν Σμύρνῃ τὸν τῶν ποιητῶν ἀγῶνα, ὅσπερ καὶ ἦν σχεδὸν κατʼ αὐτὴν τὴν ἡμέραν· πρὶν δʼ εἰσιέναι, λαλεῖν μοι περί τινων καὶ ἅμα ἐσθίειν φύλλα πράσων καὶ ὠὸν μετʼ ἄρτου, καὶ μέρος τι τοῦ ὠοῦ ἐγκαταλιπεῖν. κἀγὼ μέντοι πρὸς αὐτὸν εἰπεῖν ἐπισχὼν ὀλίγα, ὅπως καὶ ἀγωνίσῃ. ἐγένετο δὲ ὁ λόγος καὶ περὶ τοῦ ἱεροῦ τοῦ ἐν Περγάμῳ καὶ τοῦ φρέατος, οἷον μέν τι εἴη αὐτὸν προσελθόντα πιεῖν, οἷον δὲ ἕτερον πίνοντα ἰδεῖν, οἷον δὲ αὐτὸ ἰδεῖν. ταῦτά τε οὕτως ἐδόκουν διαλέγεσθαι καὶ τυγχάνειν ἀκηκοὼς ὡς εἰ γενοίμην ἐν χερσὶ τοῦ θεοῦ, ἐλπίδες εἶεν. καί πως ἅμα τούτοις ἑστάναι μὲν ὡς οἴκοι ἐν τῷ προθύρῳ, ναρκῶντος
δέ μοι τοῦ ποδὸς παρελθεῖν εἰς τὸν οἶκον τὸν μέγαν. καί τινα ἐπελθεῖν τῶν ἐκ τοῦ ἱεροῦ τοῦ Διὸς τοῦ Ὀλυμπίου, διεξιέναι δὲ πρὸς αὐτὸν, ὡς ὀνειράτων μοι γεγονότων παρὰ τοῦ θεοῦ, καὶ κελεύειν ὑπηρετῆσαι. ὁ δὲ καὶ αὐτὸς ἔφη γεγενῆσθαι ὄναρ αὑτῷ, λαβόντα σκέλος χοίρειον ἐγκοιμίσαι ἐν Ἀσκληπιοῦ, σκευάσαντα ὥσπερ ἐγὼ εἴωθα χρῆσθαι. μετὰ δὲ τοῦτο ὡς ἐν Περγάμῳ ἐδόκουν στέφανον πέμπειν τῷ θεῷ τῶν μακρῶν, οἵ εἰσιν οὓς ἰδίᾳ τῷ Ἀσκληπιῷ κομίζουσι, προστάξας τῷ ἀποκομίζοντι—εἶναι δʼ αὐτὸν Ἀγαθίωνα—ἐπαναφέρειν μοι παρὰ τοῦ νεωκόρου ἕτερον. ὡς δʼ ἐπανήνεγκε, παραθέσθαι αὐτὸν ὡς ἔτυχον κατακείμενος ἐκ δεξιᾶς. ἐπὶ δὲ τούτοις ἔδοξα εἶναι μὲν ὅπου δὴ, ἀναστὰς δὲ ζητεῖν τὴν τροφόν· τὴν δὲ κατʼ ἀντίθυρον οἰκεῖν μου· καί τινα ἀποκρίνασθαι ὡς ἐναντιωμάτων τινῶν αὐτῇ γεγονότων, πρίν γε δὴ καὶ κατιδεῖν αὐτήν τε προσάγουσαν τὴν τροφὸν καὶ τὴν σύντροφον τὴν Καλλιτύχην ἑπομένην. φέρειν δὲ τὴν τροφὸν τὸ μὲν πρῶτον εἴκασα ὡς μῆλα, ἔπειτα ἦν ὠὰ ἑφθὰ τρία περιγεγλυμμένα, ὥσπερ μέλλοντος ἤδη ἐσθίειν. κομίζουσα δὲ ἔφη οἷα δὴ τὰ ἀπὸ ἀγροικίας. κἀγὼ ἐθαύμασά τε καὶ εἶπον ὅτι κατὰ θεὸν ἥκοι τὰ ὠά· ἐκέλευσε γὰρ, ἔφην, ὁ θεὸς τήμερον ὠῷ χρήσασθαι καὶ φυλλίοις καὶ παραθέσθαι στέφανον παρὰ τοῦ θεοῦ. ἐποίησα ταῦτα. ὁ δὲ στέφανος ἦν ἐκ τοῦ ἱεροῦ τοῦ Διὸς Ἀσκληπιοῦ. ἀλουσία δὲ καὶ διὰ πολλῶν ἐδηλοῦτο.
ἐνάτῃ ἐπὶ δέκα ἐδόκουν ἐν τοῖς βασιλείοις διατρίβειν, τὴν δʼ ἐπιμέλειαν καὶ τιμὴν τῶν αὐτοκρατόρων εἰς ἐμὲ θαυμαστὴν καὶ ἀνυπέρβλητον εἶναι διὰ πάντων ἑξῆς ὧν ἔπραττον. μόνῳ γὰρ ἅπαντα γίγνεσθαι ὧν οὐδὲ μικρὸν
ἄλλῳ τῳ. καὶ τοῦτο μὲν δὴ ἔνδον συνδιατρίβειν τε καὶ συνοικεῖν, οὐδενὸς ἄλλου τῶν σοβαρῶν παρόντος· αὖθις δʼ αὖ περιῆγόν με ἅμα ἑαυτοῖς· ἀπιέναι δʼ αὐτοὺς ὄρυγμά τι σκεψομένους ὃ ἐτύγχανον περιβαλόμενοι τῇ πόλει, τοῦ μὴ τὸ ὕδωρ ἐμπῖπτον κακουργεῖν· οὗ δὴ καὶ τὸν χοῦν ὁρᾶν ἐκβαλλόμενον. θαυμαστὰ δὴ καὶ παρὰτὴν πορείαν ἐνεδείκνυτό μοι. μέσος τε γὰρ ἐγιγνόμην πολλάκις ἀμφοῖν καὶ ὁπότε βουληθείην περιελθεῖν, ὥστε τὸν πρεσβύτερον μέσον καταστῆσαι, ὁ νεώτερος τοῦτʼ ἐποίει αὐτός· ἐμὲ δʼ ἐν χώρᾳ ἀεὶ διαμένειν. ἐδόκει δέ μοι καὶ παιδὸς ἡλικίαν ἔχειν, τοῦτο καὶ πολλάκις συνέβη. καὶ δὴ καὶ ὡς πρὸς ὑψηλόν τι καὶ οἷον κλίμακα ἔδει προσβαλεῖν, τὸ μὲν πρῶτον ὁ νεώτερος ἐβοήθησε, καὶ ἐπεφθεγξάμην οἷα δὴ καὶ χάριν εἰδώς· ἔπειτʼ ἄνω ἐπὶ τέλει ὁ πρεσβύτερος. καὶ ἐρομένου αὐτοῦ πῶς, τὸ ὅλον τε καὶ πᾶν αὐτὸν ἔφην βοηθῆσαι. καὶ ἐπὶ τούτοις ἤδη ἔλεγον ἀπαλλαξείων, χάριν ὑμῖν, ἔφην, ἔχω, αὐτοκράτορες, πάσης προνοίας καὶ τιμῆς ἥν με τετιμήκατε. οἱ δʼ ὑπολαβόντες, ἡμεῖς μὲν οὖν, ἔφασαν, τοῖς θεοῖς ἔχομεν χάριν πειραθέντες ἀνδρὸς τοιούτου· ἡγούμεθα γὰρ καὶ περὶ τοὺς λόγους ὅμοιον εἶναι. κἀκ τούτου ἤρχετο ὁ πρεσβύτερος λέγειν ὅτι τοῦ αὐτοῦ εἴη καὶ ἄνδρα ἀγαθὸν εἶναι καὶ περὶ λόγους ἀγαθόν. ἐπεξῄει δὲ ὁ νεώτερος ῥῆμα τινὸς, λέγων ὅτι ἀκολουθοίη τῷ τρόπῳ καὶ τὰ τῶν λόγων. κἀγὼ εἶπον ὅτι βουλοίμην ἂν ταῦτα οὕτως ἔχειν· λυσιτελεῖν γάρ μοι εἰς τοὺς λόγους, εἴπερ γε τὰ ἄλλα τοιοῦτος ὑφʼ ὑμῶν ὑπείλημμαι, καὶ ἅμα εἰ μέλλω δύʼ ἀνθʼ ἑνὸς ἕξειν τἀγαθά. τοιαῦτʼ ἄττα ἠμειψάμην αὐτούς. ἦν δὲ μυρία ἄλλα καὶ γιγνόμενα καὶ λεγόμενα, κρείττω λόγου τε καὶ ἐλπίδος. εἶτʼ ἐπὶ τούτοις ἐπικαταδαρθὼν ἐδόκουν τινὰ
τῶν γνωρίμων, Διοφάνη ὄνομα, λέγειν μοι ὡς συμπαρόντα καὶ ὁρῶντα τὰς ὑπερβολὰς τῶν τιμῶν, παρεῖναι δὲ καὶ τῶν ἑταίρων τινὰ τῶν νεωτέρων καὶ θαυμάζειν ἀκούοντα, ὡς παρὰ πᾶσιν οὕτως εὐδοκιμοίην. ἐκ δὲ τούτου φαίνομαι ἐν βαλανείῳ τινι. καὶ τὸ μὲν πρῶτον εἰσῆλθέ με οἷόν τι εἴην πεποιηκὼς, πρὶν ἰδεῖν τοὺς αὐτοκράτορας, ὅτι λουοίμην, δοκεῖν γὰρ δὴ χθὲς αὐτοῖς ἐντετυχηκέναι· ἔπειτα ὡς ἀνετριβόμην τε ἤδη καὶ ἱδρώς τις προσῄει, πορευώμεθα, ἔφην, εἴσω. οὕτω δὴ ἐλουσάμην τε καὶ ἤμεσα εἰς ἑσπέραν, ἐνθύμιον ποιησάμενος τὸ τοῦ χοῦ τοῦ ἐμφορουμένου.ὅμως δὲ ἔτι διεσκοπούμην περὶ τῆς ὁδοῦ τῆς εἰς
Πέργαμον διὰ τὰ πρόσθεν ὀνείρατα· ἐνταῦθα δὴ σαφῶς ἐδηλοῦτο ἐπισχεῖν. τοῦτο μὲν γὰρ περὶ ἑσπέραν ποι κεκινῆσθαι καὶ μεταγιγνώσκειν καὶ φάσκειν ὅτι ἀδύνατον εἴη Ἀδριανοῦ θήρας κατατυχεῖν, τοῦτο δὲ ἐδόκουν ἀπὸ Ἀδριανοῦ θήρας τινὰ ἐλθεῖν, βιβλίον τι κομίζοντα τῶν Μενάνδρου, καὶ λέγειν ὅτι πηλός τε εἴη ἀμήχανος καὶ τέλμα καὶ ἀνύσαι ἀδύνατον. πάλιν δὲ ὕειν τε ἔδοξα καὶ προσελθόντα μοι τινὰ λέγειν ὡς ἄρα τῶν ἀντιδίκων τις εἴη ἐν Ἀδριανοῦ θήρᾳ καὶ δέοι κατιέναι ὥστε τι πρᾶξαι. καὶ τί, φάναι, πλέον τοῦ θεοῦ μένειν προειρηκότος; τοῦτο καὶ αὖθις ἔδοξα πρός τινας λέγειν καὶ τὸ πᾶν οὕτω λαμβάνειν, ὅτι ἐπειδὴ δυσχερέστερον εἶχον πρὸς τὴν μονὴν, ἔξοδον προὔδειξεν ὁ θεὸς, βουλόμενος μεταβαλεῖν μου τὴν γνώμην, ἵνα ἥδιον μένοιμι. ἐνῆν δὲ καὶ ἀλουσίας σύμβολα. καὶ ἐπεγένετο ὑετὸς καὶ χειμὼν ἀμήχανος ἐξ ἑσπέρας. τῇ δʼ ὑστεραίᾳ ἀλουσία καὶ ἔμετος τροφῆς ἦν. καὶ ἐπειδὴ ἤμεσα, ἐγὼ μὲν οὕτως εἶχον ὥστε ἀγαπᾶν εἰ ἐξαρκέσαιμι εἰς τὴν ἐπιοῦσαν. τῇ δʼ ἐπιούσῃ ἀσιτία ἐπετάχθη, ἐπετάχθη δὲ οὕτως· ἐδόκουν εἶναι ἐν Σμύρνῃ, πᾶσαν ἀπιστίαν ἀπιστῶν τοῖς φανεροῖς καὶ ὁρωμένοις, διὰ τὸ μὴ
συνειδέναι ἐμαυτῷ ὁδοιπορήσαντι. παρατίθεσθαι δέ μοι σῦκα· ἔπειτα παρόντα Κόρον τὸν μάντιν δεῖξαι ὅτι ἐνείη φάρμακον τῶν ἐφημέρων· ἐκ δὲ τούτου ὑποψίας τε μεστὸς γενέσθαι καὶ κατὰ σπουδὴν ἐμεῖν καὶ ἅμα ἐνθυμεῖσθαι, τί δὲ εἰ μὴ ἀκριβῶς ἐξεμέσαιμι; ἔπειτα φάναι τινὰ ὅτι καὶ ἐν ἄλλῳ τῳ τῶν σύκων ἐνείη τοῦ φαρμάκου· ἔτι οὖν μειζόνως ἀπορεῖν καὶ ἀσχάλλειν ὅτι οὐ θᾶττον ἤκουσα. τούτων ὀφθέντων ὑπενόησα μὲν ἀσιτίαν δηλοῦσθαι, εἰ δὲ μὴ, ἀλλʼ ᾑρούμην γε. ἐδεόμην δὲ τοῦ θεοῦ σημῆναι σαφέστερον ὁπότερα λέγοι, ἀσιτίαν ἢ ἔμετον. ἐπικατέδαρθόν τε δὴ καὶ ἔδοξα εἶναι πρὸς τῷ ἱερῷ τῷ ἐν Περγάμῳ, καὶ ἤδη τε μέσην ἡμέραν ἐξήκειν, ἀσιτίας οὔσης μοι, καὶ Θεόδοτον ἐπελθεῖν μετὰ δή τινων φίλων, εἰσελθόντα δὲπαρακαθέζεσθαί μοι ἐπὶ τῆς κλίνης οὑτωσὶ κατακειμένῳ. φάναι οὖν πρὸς αὐτὸν ὅτι ἀσιτοίην· τὸν δὲ ἐνδείξασθαι ὅτι εἰδείη, καὶ εἰπεῖν ὅτι ἐγώ τοι ἀνέμενον μετὰ πάντα ταῦτα ἃ οὗτοι ποιοῦσι, φλεβοτομίᾳ χρῆσθαι· τὸ γὰρ ἄλγημα τοῦ νεφροῦ ἐστι καὶ ἡ ἀσιτία δὲ, ἔφη, νόθος τις ἔξοδός ἐστι τοῦ πυρὸς διὰ τοῦ στήθους διεξιοῦσα. καὶ ἅμα ταῦτα αὐτοῦ λέγοντος ἐκ τοῦ πρόσθε δύο σπινθῆρες ὤφθησαν. κἀγὼ ἔβλεψα πρὸς τὸν Θεόδοτον θαυμάσας, καὶ σύμβολον ἐποιησάμην τοῦ λόγου, καὶ ἠρόμην αὐτὸν ὅ τι εἴη ταῦτα. ὁ δὲ ἔφη ἀπὸ τοῦ πυρὸς τούτου, δείξας τί μοι παρακείμενον. ἀφυπνιζόμην τε δὴ καὶ εὗρον ἐκείνην τὴν ὥραν οὖσαν, ᾗπερ ἔδοξα τὸν Θεόδοτόν μοι διαλέγεσθαι, καὶ φίλοι παρῆσαν ἐντευξόμενοι.
ταῦτα δὴ ἐφάνθη τὰ ὀνείρατα, ἰατροῦ τε ἥκοντος καὶ παρεσκευασμένου βοηθεῖν ὅσα ἐπενόει. ὡς δὲ ἤκουσε τῶν ὀνειράτων, αὐτός τε ὑπεχώρει νοῦν ἔχων τῷ θεῷ καὶ ἡμεῖς ἐγνωρίζομεν τὸν ἀληθινὸν καὶ προσήκοντα ἡμῖν ἰατρὸν, καὶ ἐποιοῦμεν ἃ ἐπέταξε. νὺξ εὔφορος ἤδη παντελῶς καὶ πάντα ἀνώδυνα. ὕστερον δὲ στέαρ τε χήνειον ἔδωκεν, ἐπὶ τῷ νεωκόρου Ἀσκληπιακοῦ σχήματι, καὶ ἐπερέσθαι τὸν θεὸν, ᾧ τὴν ἀγορὰν ἐν τῷ Μυσίῳ πεδίῳ
ποιοῦσιν· εἴσεσθαι γὰρ παρʼ ἐκείνου περὶ ὧν ἂν δέωμαι. καὶ ὁ θεὸς ἀνεῖλε μηδὲν ἔσεσθαι δυσχερές. τὸ μὲν οὖν τῶν ἀλουσιῶν τί τις ἂν λέγοι; ἤδη γὰρ καὶ πέντε ἐτῶν συνεχῶς ἐγένοντό μοι καὶ προσέτι μηνῶν, ὅσα γε μὴ χειμῶνος ὥρᾳ θαλάττῃ ἢ ποταμοῖς ἢ φρέασιν ἐκέλευσε χρήσασθαι. ὡς δʼ αὕτως καὶ τὸ τῆς καθάρσεως τῆς ἄνω σχεδὸν εἰς δύο ἔτη συνέβη καὶ δύο μῆνας ἑξῆς, ὁμοῦ καὶ κλύσμασι καὶ φλεβοτομίαις, ὅσας οὐδείς πω ἠρίθμησε, καὶ ταῦτα ἐν ἀκαρεῖ τροφῆς καὶ ταύτης ἀναγκαστῆς. ἀλλὰ τάς γε ἀσιτίας αὐτὰς ἁπάσας καὶ τὰς ἔτι τούτων πρότερον καὶ μετὰ τοῦτο γενομένας ἡμῖν ἐν τῷ χειμῶνι τούτῳ σχεδὸν διημερεύσαμεν περὶ λόγους, γράφοντές τε καὶ λέγοντες καὶ τὰ γεγραμμένα ἐξετάζοντες· καὶ παρετείναμεν οὐκ ἔλαττον ἢ εἰς μέσας νύκτας τὰ πλείω· ἔπειτα ἐφʼἑκάστῃ τῇ ἐπιούσῃ πράξαντες ἂν πάλιν τὰ εἰωθότα οὕτω τροφὴν ᾑρούμεθα ὅσην δὴ, καὶ ὅτε γε ἐπὶ τῷ ἐμέτῳ ἀσιτία ἐγκατέλαβε, τοῦτο ἦν τὸ παραμυθησάμενον, ἡ περὶ ταῦτα ἀσχολία τε καὶ διατριβή· ὥσθʼ ὅταν ἐνθυμηθῶ τοῦ ἐκ τοῦ συμποσίου Σωκράτους ἐν Λυκείῳ διημερεύοντος, μηδὲν ἐλάττω μοι προσήκειν οἴεσθαι τῆς περὶ ταῦτα καρτερίας τε καὶ δυνάμεως χάριν εἰδέναι τῷ θεῷ.
τοσαῦτα μὲν τὰ παρὰ τοῦ ἤτρου. ὅμοιον δὲ τῷ περὶ τὸ ἦτρον συνέβη καὶ τὸ τοῦ φύματος πολλοῖς ἔτεσι πρότερον. ὁ μὲν γὰρ θεὸς προὔλεγεν ἐκ πολλοῦ δεῖν ὕδερον φυλάττεσθαι, καὶ ἄλλα τε ἔδωκεν ἀλεξιφάρμακα καὶ ὑποδήματα Αἰγύπτια, οἷσπερ οἱ ἱερεῖς χρῆσθαι νομίζουσι. καὶ δὴ καὶ ἔδοξεν αὐτῷ τὸ ῥεῦμα ἀπάγειν κάτω. καὶ
γίγνεται φῦμα ἀπʼ ἀρχῆς οὐδεμιᾶς φανερᾶς τὸ μὲν πρῶτον οἷον ἄν τῳ καὶ ἄλλῳ γένοιτο, ἔπειτα προῆλθεν εἰς ὄγκον ἐξαίσιον, καὶ ὅ τε βουβὼν μεστὸς ἦν καὶ πάντα ἐξῴδει, καὶ ὀδύναι παρηκολούθουν δειναὶ καὶ πυρετὸς ἔστιν ἃς ἡμέρας. ἐνταῦθα οἱ μὲν ἰατροὶ πάσας φωνὰς ἠφίεσαν, οἱ μὲν τέμνειν, οἱ δὲ ἐπικάειν φαρμάκοις, ἢ πάντως δεῖν ὑπόπυον γενόμενον διαφθαρῆναι. ὁ δὲ θεὸς τὴν ἐναντίαν ἐτίθετο, ἀντέχειν καὶ τρέφειν τὸν ὄγκον· καὶ δηλαδὴ οὐχ αἵρεσις ἦν ἢ τῶν ἰατρῶν ἀκούειν, ἢ τοῦ θεοῦ. ὁ δὲ ὄγκος ἔτι ἐπὶ μᾶλλον ᾔρετο καὶ ἦν ἀπορία πολλή. τῶν δὲ φίλων οἱ μὲν ἐθαύμαζον τὴν καρτερίαν, οἱ δὲ ἐνεκάλουν ὡς λίαν ἅπαντα ἐπὶ τοῖς ὀνείρασι ποιουμένῳ, τινὲς δὲ καὶ ὡς ἄτολμον ἐπῃτιῶντο, ἐπειδὴ οὐ παρεῖχον τέμνειν οὐδʼ αὖ φαρμάκων ἠνειχόμην. ὁ δʼ αὖ θεὸς διὰ τέλους ἀντεῖχε, κελεύων φέρειν τὸ παρόν· πάντως γὰρ αὐτὸ ὑπὲρ σωτηρίας εἶναι, εἶναι γὰρ τοῦ ῥύματος τούτου τὰς πηγὰς ἄνω, τοὺς δὲ κηπουροὺς τούτους οὐκ εἰδέναι τοὺς ὀχετοὺς ᾗ χρὴ τρέπειν. συνέβαινε δὴ θαυμαστά. ἐγένοντο γὰρ μῆνες τέτταρες μάλιστα τῆς διατριβῆς ταύτης. ἐν δὲ τούτοις κεφαλὴ μὲν οὕτω κούφη καὶ τὰ ἄνω τῆς κοιλίας, ὡς ἂν μάλιστά τις εὔξαιτο· ἔτι δὲ οἷον πανήγυρις ἦν κατὰ τὴν οἰκίαν. οἱ γὰρ φίλοι τὰ πρῶτα τῶν τότε Ἑλλήνων ὄντες ἀπήντων ἀεὶ καὶ συνῆσάν μοι κατὰ τοὺς λόγους αὐτόθεν ἐκ κλίνης τοὺς ἀγῶνας ποιουμένῳ.πολλὰ μὲν οὖν καὶ παράδοξα ἐπετάχθημεν· ὧν δὲ ἀπομνημονεύω, δρόμος τέ ἐστιν ὃν ἔδει δραμεῖν ἀνυπόδητον χειμῶνος ὥρᾳ· καὶ πάλιν ἱππασία πραγμάτων ἀπορώτατον. καί τι καὶ τοσοῦτον μέμνημαι· τοῦ γὰρ λιμένος κυμαίνοντος ἐξ ἀνέμου λιβὸς καὶ τῶν πλοίων ταραττομένων, ἔδει διαπλεύσαντα εἰς τὸ ἀντιπέρας μέλιτος καὶ δρυὸς βαλάνων φαγόντα ἐμέσαι, καὶ γίγνεται δὴ κάθαρσις ἐντελής. πάντα δὲ ταῦτα ἐν ἀκμῇ τῆς φλεγμονῆς
οὔσης ἐπράττετο καὶ δὴ πρὸς αὐτὸν ἀναχωρούσης τὸν ὀμφαλόν. τέλος δὲ ὁ σωτὴρ σημαίνει τῆς αὐτῆς νυκτὸς ταυτὸν ἐμοί τε καὶ τῷ τροφεῖ, περιῆν γὰρ δὴ τότε ὁ Ζώσιμος, ὥστε ἐγὼ μὲν ἔπεμπον ἐκείνῳ φράσων ἃ εἰρηκὼς εἴη ὁ θεὸς, ὁ δʼ ἀπήντα φράσων αὐτός μοι ἃ ἀκηκόει τοῦ θεοῦ. ἦν δέ τι φάρμακον οὗ τὰ μὲν καθʼ ἕκαστα οὐ μέμνημαι, ἁλῶν δὲ ὅτι μετεῖχεν. ὡς δὲ ἐπεπάσαμεν, ἔρρει δὴ ταχὺ τοῦ ὄγκου τὸ πλεῖστον, καὶ ἅμα ἕω παρῆσαν οἱ ἐπιτήδειοι χαίροντες μετὰ ἀπιστίας. ἐντεῦθεν δὲ ἤδη τῶν μὲν ἐγκλημάτων ἐπαύσαντο ἰατροὶ καὶ ἐθαύμαζον ὑπερφυῶς ἐφʼ ἑκάστῳ τοῦ θεοῦ τὴν πρόνοιαν, καὶ ὡς ἕτερόν τι ἦν ἄρα μεῖζον, ὃ λάθρα ἰᾶτο, τὸ δὲ τοῦ κόλπου τίνα ἂν τρόπον κατασταίη διεσκοποῦντο· καὶ ἐδόκει αὐτοῖς νῦν γε δὴ πάντως δεῖν τομῆς, οὐ γὰρ εἶναι ἄλλως εἰς τὸ ἀρχαῖον καταστῆναι. καὶ μετὰ τοῦτό γε ἠξίουν συγχωρῆσαι, πάντως δὲ ἤδη πεπρᾶχθαι τά γε τοῦ θεοῦ. ὁ δʼ ἄρα οὐδὲ τοῦτο ἐκείνοις παρῆκεν, ἀλλʼ οὔσης τῆς ἀποστάσεως θαυμαστῆς ὅσης καὶ δοκοῦντος ἅπαντος ἀπηλλοτριῶσθαι τοῦ δέρματος, ὠὸν κελεύσας ἐπιχρίειν οὕτως ἰάσατο καὶ συνήγαγε πάντα εἰς ταυτὸν, ὥστε ὀλίγων ἡμερῶν παρελθουσῶν οὐδεὶς οἷός τʼ ἦν εὑρεῖν ἐν ὁποτέρῳ μηρῷ τὸ φῦμα ἐκεῖνο ἐγένετο, ἀλλʼ ἤστην ἀμφοτέρω καθαρὼ τοῖς ἅπασι. Ζώσιμος δὲ ἦν οὗτος, ᾧ μεγάλη δωρεὰ γίγνεται παρὰ τοῦ θεοῦ χρόνῳ ὕστερον· ἔσχε δὲ οὑτωσί. ἀπῄειμεν διὰ Μυσίας εἰς Πέργαμον, ἐπισχόντος δὲ ὀνείρατος καθʼ ὁδὸν ἔμεινα ἡμέρας πλείους, συνεχῶςτῆς αὐτῆς ὄψεως γιγνομένης. ὁ δʼ ἐν τούτῳ ἀναθεῖ ὀπίσω εἴς τι χωρίον ἡμέτερον δεῆσάν τι καὶ μετʼ οὐ πολὺ ἔκαμνε. συνέβαινε δὲ κἀμοὶ τοῦ τε στομάχου καὶ τῆς ὑπερώας καὶ κεφαλῆς ὅλης καὶ σύμπαντος τοῦ σώματος οὕτως ἔχειν ὥστε ἐπʼ ἔσχατον ἐλθεῖν, καὶ τῆς τε τροφῆς ἀπεκεκλείμην καὶ ὅ τι προσείμην παραχρῆμα ἐφθείρετο,
καὶ ἀναπνεῖν οὐκ ἦν καὶ ἡ δύναμις καθῄρητο. ἀπείχομεν δὲ ἀλλήλων σταδίους μάλιστα εἴκοσι καὶ ἑκατόν. συνέβαινεν οὖν ἡμῖν πυνθανομένοις ὡς ἔχοιμεν ἑκάτεροι πολὺ μᾶλλον οἷς ἠκούομεν ἢ τοῖς αὐτῷ παροῦσιν ἑκάτερον βαρύνεσθαι. φανέντος δὲ τοῦ θεοῦ λαμβάνομαι τῆς κεφαλῆς ἐπαλλὰξ τοῖν χεροῖν, καὶ λαβόμενος ἐδεόμην σῶσαί μοι τὸν Ζώσιμον. ἀνένευσεν ὁ θεός. πάλιν οὖν τὴν αὐτὴν λαβὴν λαβόμενος ἐδεόμην ἐπινεῦσαι. αὖθις ἀνένευσε. τὸ τρίτον παραλαβὼν ἐπειρώμην πεῖσαι ἐπινεῦσαι· ὁ δὲ οὔτε ἀνένευσεν οὔτε ἐπένευσεν, ἀλλʼ εἶχε διʼ ἴσου τὴν κεφαλὴν καί μοι λέγει ῥήματα ἄττα, ἃ χρὴ λέγειν ἐν τοῖς τοιούτοις, ὡς ἀνύσιμα· ἁγὼ μνημονεύων οὐκ οἶμαι δεῖν ἐκφέρειν εἰκῆ. ἔφη δʼ οὖν ὅτι ἐπαρκέσει τούτων λεχθέντων· ἓν δʼ ἦν αὐτῶν, φύλαξον. τί οὖν ἀπέβη αὐτῷ μετὰ ταῦτα; πρῶτον μὲν ἀνίσταται παρʼ ἐλπίδας ἐξ ἐκείνης τῆς νόσου ὁ Ζώσιμος, καθαρθείς γε διὰ πτισάνης καὶ φακῆς, προειπόντος ἐμοὶ τοῦ θεοῦ ὑπὲρ αὐτοῦ, ἔπειτα ἐπεβίω μῆνας τέτταρας· ὥστε ἐνετύχομέν τε ἀλλήλοις καὶ συνεωρτάσαμεν, γενομένης γε κἀμοὶ παρὰ τοῦ θεοῦ βοηθείας πολλῆς καὶ συνεχοῦς καὶ παράδοξα ἐχούσης. ὧν ἓν ἦν λειποψυχοῦντα καὶ παντελῶς ἀπορούμενον ποιῆσαι μέλη, γάμον τε κορωνίδος καὶ γένεσιν τοῦ θεοῦ, καὶ τὴν στροφὴν ὡς ἐπὶ μήκιστον ἀποτεῖναι· καὶ ἐποίησα τὰ ᾁσματα ἐφʼ ἡσυχίας οὑτωσὶ καὶ κατʼ ἐμαυτὸν ἐνθυμηθεὶς, καὶ πάντων ἤδη λήθη ἦν τῶν δυσχερῶν. καὶ δὴ καὶ κλύσματι χρήσασθαι ἐπετάχθην. ὥσθʼ ὁ μὲν ἰατρὸς οὐκ ἐθάρρει προσφέρειν, ὁρῶν τὴν λεπτότητα τοῦ σώματος καὶ τὴν ἀδυναμίαν, ἀλλʼ ἡγεῖτο ὥσπερ αὐτόχειρ ἔσεσθαί μου· ἐγὼ δʼ ἔπεισα μόλις καὶ παραχρῆμα ἀνήνεγκα. τροφὴν δὲ ἔδωκε λάχανα ἄγρια, ἃ καὶ πέψιν καὶ δύναμιν παρέσχε μοι τινά.ταῦτα μὲν οὖν οὕτως ἐγένετο. ὁ δὲ Ζώσιμος ἐμακαρίζετο ὑπὸ πάντων καὶ αὐτὸς οὐκ εἶχεν ὅστις γένηται, τῷ τε θεῷ χάριν ἔχων τῆς προνοίας καὶ τῆς διακονίας ἐμοί. καί μοι δοκεῖ καὶ πλείω βιῶναι χρόνον, εἰ μὴ διʼ ἀρετήν τινα ἑαυτοῦ. πυθόμενος γὰρ τῶν οἰκετῶν τινα τῶν ἐμῶν καὶ μάλα τῶν χρησίμων κάμνειν ᾤχετο ἀπιὼν χειμῶνος ὥρᾳ, σταδίους τετταράκοντα, ὡς ἐπισκεψόμενός τε καὶ βοηθήσων ὅ τι οἷός τε εἴη· ἦν γὰρ δὴ καὶ τὴν τέχνην ἀγαθὸς τὴν ἰατρικήν. ἐκπεσὼν δὲ τοῦ ὀχήματος ἐν χιόνι πολλῇ καὶ κρυμῷ καὶ παθὼν πολλὰ καὶ δεινὰ, ἀπιών τε καὶ ἐπανιὼν ἐμπίπτει τὸ δεύτερον εἰς νόσον δεινὴν καὶ χαλεπήν· ὥστʼ οὐδʼ αὐτὸς ἐτόλμα κατʼ ἀρχὰς οὐδὲν τῶν συμβεβηκότων αὑτῷ δηλῶσαι πρὸς ἐμέ. ἐγώ τε ὡς ᾐσθόμην, οὐχὶ προσῄειν, ὀργιζόμενος ὅτι οὐκ ἔπεισε. τῆς γὰρ νυκτὸς τῆς παρελθούσης ἐγεγόνει μοι ὄψις ὀνείρατος τοιαύτη· ἐδόκει μοι λέγειν ὁ νεωκόρος ὁ Ἀσκληπιακὸς, Ζώσιμον δὲ ἔδει ἀναλαμβάνειν ἑαυτὸν, ἕως ἔξεστιν. ἐγὼ οὖν ἐπὶ τούτῳ τῷ ὀνείρατι οὐκ εἴων αὐτὸν κινεῖσθαι, ὅθʼ ἡ περὶ τοῦ οἰκέτου ἦλθεν ἀγγελία. ὁ δʼ ἀπειθήσας ᾤχετο, ἐκ δὲ τούτου ἡ τελευτὴ ἐγένετο αὐτῷ. οὕτως ὅσον τε ἐπεβίω χάρις ἦν τοῦ θεοῦ, ὡς ἀληθῶς φυλάξαντος αὐτόν μοι, καὶ ἐτελεύτα παρὰ τὰ φανθέντα κινηθείς· καὶ τὰ κατʼ ἀρχὰς ὑπὸ τοῦ θεοῦ δειχθέντα, ὅτε αὐτοῦ λαβόμενος τῆς κεφαλῆς ἱκέτευον, εἰς τοῦτο ἐτελεύτησε. τὴν τοίνυν τροφὸν τὴν ἀρχαίαν, ἧς οὐδέν μοι φίλτερον, Φιλουμένη ἦν ὄνομα αὐτῇ, μυριάκις μὲν ἔσωσε παρʼ ἐλπίδας, κειμένην δέ ποτε ἀνέστησεν ἐκπέμψας ἐμὲ ἀπὸ Περγάμου, προειπὼν ὅτι καὶ τὴν τροφὸν ἐλαφροτέραν ποιήσοιμι. καὶ ἅμα λαμβάνω τινὰ ἐπιστολὴν πρὸ ποδῶν κειμένην τοῦ Διὸς Ἀσκληπιοῦ, σύμβολον ποιούμενος· εὗρον οὖν μόνον οὐ διαρρήδην ἕκαστα ἐγγεγραμμένα. ὥστε ἐξῄειν ὑπερχαίρων καὶ καταλαμβάνω τὴν τροφὸν τοσοῦτον ἀντέχουσαν ὅσον αἰσθέσθαι προσιόντος. ὡς δʼ ᾔσθετο, ἀνέκραγε τε καὶ ἀνειστήκει οὐκ εἰς μακράν.