Orationes 13
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
οἴκοι δυσκολίας οὕτω διέθετο ὥσθʼ ὅρον εἶναι σωφροσύνης πᾶσιν ἀνθρώποις καὶ μηδένα μηδʼ ὕστερον ἐξευρεῖν ἔχειν βέλτιον τῶν ὑπʼ ἐκείνων γενομένων μηδέν. ἔδειξε δὲ τῇ τʼ ἐπὶ τῶν τετρακοσίων μεταστάσει τῆς πολιτείας, ἣν ἀψοφητὶ κατέλυσε, καὶ τῷ πρὸς τοὺς τριάκοντα πολέμῳ, μηδέν τι πρὸς πλείους μετʼ ἐκείνους γενομένῳ. ἀλλὰ μὴν ἅμα σωφροσύνης τε καὶ τόλμης οὐδένες ἀνθρώπων σαφέστερα δείγματʼ ἐξήνεγκαν, οἵ γε ὀλίγῳ μὲν πλείους ὄντες ἢ πεντήκοντα οἱ πρῶτοι ταῦτα βουλεύσαντες ὁμοῦ πρός τε τὴν Λακεδαιμονίων ἀρχὴν γῆς καὶ θαλάττης οὖσαν καὶ πρὸς τοὺς ἐν αὐτῇ τῇ πόλει κινδυνεύειν ὑπέστησαν, οἰόμενοι δεῖν ἢ ζῆν ἐν ἐλευθερίᾳ, ἢ μὴ προσορᾶν τὸν ἥλιον, κακίας μάρτυρα ἑαυτοῖς γενόμενον. ἐπεὶ δʼ ἠγωνίσαντο μὲν πρὸς τοὺς ἀπὸ τοῦ ἄστεος, ἀντετάξαντο δὲ Λακεδαιμονίοις, ἔσχον δὲ τὸν Πειραιᾶ, παράδειγμα δʼ ἀνθρώποις τῶν ἐν τοῖς δεινοῖς ἐλπίδων ἐγένοντο, ὁ δῆμος ἤδη
συνειλεγμένοι ἅμα τʼ εἰς χεῖρας παρῆσαν καὶ σχεδὸν εἰς λόγους, ὥσπερ ὑπὲρ ἀλλήλων, οὐχ ὑπὲρ αὑτῶν πολεμήσοντες ἑκάτεροι· ὥστε μὴ εἶναι διελέσθαι πότερον τῶν ἐναντίων ἦν καταρᾶσθαι τὴν στάσιν, ἢ τῶν εὔνων συνεύξασθαι τῇ πόλει, τοῦτόν γε λυθεῖσαν τὸν τρόπον. ἐνόσησε μὲν γὰρ τῇ τῶν πάντων ἀνθρώπων φύσει, ἰάθη δὲ τῇ ἑαυτῆς· ὥστε καὶ τοῦτο ζῆλον αὐτῇ μᾶλλον ἐνήνοχεν ἢ συμφοράν. βούλομαι δὲ τοσοῦτον ἔτι ὑπὲρ τῶν ἀνδρῶν ἐκείνων εἰπεῖν, ὅτι τῇ μὲν τόλμῃ παρῆλθον οὐ μόνον Λακεδαιμονίους, ἀλλὰ καὶ τοὺς Μαραθῶνι σχεδὸν τῶν προγόνων. οἱ μὲν γὰρ, εἰ καὶ πολὺ τῶν ἐναντίων ἥττους, ἀλλʼ οὖν ἐν πλήθει συντάγματος ὄντες ἐθάρρησαν, οἱ δʼ ὀλίγῳ πλείους ὄντες οἱ σύμπαντες ἢ πρὸς ὅσους τοὺς τυράννους ἠγωνίζοντο Φυλὴν κατέλαβον. καὶ οἱ μὲν εὐθενούσης τῆς πόλεως ξένους καὶ βαρβάρους, οἱ δʼ ἑτέρως πεπραγυίας Λακεδαιμονίους τῶν Ἑλλήνων ἄρχοντας καὶ τοὺς ἐκ τοῦ ἄστεος αὑτῶν ἐκράτησαν. κρατήσαντες δὲεὐψυχίᾳ τοὺς ἐχθροὺς, ἐπιεικείᾳ τοὺς οἰκείους ἐνίκησαν. χρησάμενοι δʼ ἀμφοτέροις, καὶ τῇ παρὰ τοὺς ἀγῶνας ἀνδρείᾳ καὶ τῷ μετὰ τὰς πράξεις ἃ δεῖ βουλεύσασθαι, οὕτως ἀνεκτήσαντο τὴν πόλιν ὥστʼ εἴ τις βούλοιτο μὴ πάντα διηγεῖσθαι, ἐνεῖναι κλέψαι τὴν συμβᾶσαν ἐπὶ τοῦ
πολέμου συμφοράν· οὕτως ἀκολούθους ταῖς ἄνω πράξεσι τὰς ἐφεξῆς καὶ προείλοντο καὶ κατώρθωσαν. καίτοι ἧς, ὅτε πάντων ἀπεστέρητο, τοσοῦτον ἡττῶντο Λακεδαιμόνιοι, πόσῃ τινὶ τῇ περιουσίᾳ χρὴ νομίζειν ταύτην ὑπεραίρειν;ὃ δʼ οὐδενὸς ἧττον τῶν ὑπʼ ἐκείνων πραχθέντων ἄξιον εἰπεῖν τε καὶ τιμῆσαι, Λακεδαιμονίων γὰρ ἃ τοῖς τριάκοντα ἐδάνεισαν ἐπὶ τὸν δῆμον ἀπαιτούντων, ἐπειδὴ συνέβησαν, συνεξέτισεν ὁ δῆμος, ἵνʼ ἔργῳ τὰς συνθήκας βεβαιώσηται. καὶ μὴν Λακεδαιμόνιοι μὲν ὅπως ὡμίλουν ἀλλήλοις οὐκ ἂν ἔχοιμεν εἰπεῖν· ἔκρυπτον γάρ· ἡ δὲ πόλις πρὸς τῷ τὰ σφέτερα αὐτῆς οὕτω θέσθαι μετὰ πολλῶν μαρτύρων καὶ τοῖς ἄλλοις παράδειγμα κατέστη. τὸ γοῦν Ἀργείων πλῆθος νοσοῦν ὕστερον ἰάσατο καὶ ἔργῳ καὶ λόγῳ· πέμψασα γὰρ ὡς αὐτοὺς καὶ ὑπομνήσασα τῶν ἑαυτῆς διήλλαξε. φαίνονται τοίνυν ὁμοίως τά τε οἰκεῖα καὶ τὰ κοινὰ τῶν Ἑλλήνων πολιτευσάμενοι μόνοι τῶν ἄλλων· τούς τε γὰρ Ἕλληνας οὐ μόνον ἐκ τῶν πολεμίων ᾤοντο δεῖν ῥύεσθαι, ἀλλὰ καὶ νοσοῦντας ἐν αὑτοῖς ἀπαλλάττειν, αὐτοί τε καὶ πρὸς τοὺς ἔξω πολέμους καὶ πρὸς τὰς οἴκοι δυσκολίας παρεσκευασμένοι κρεῖττον ἐλπίδος ἑωρῶντο. οὐ δὴ τὸ τοὺς ἄλλοθεν ἥκοντας καὶ πολλῷ νεωτέρους πρὸς αὐτόχθονας καὶ πρεσβυτέρους, οὐδὲ τὸ τῆς πόλεως ἑτέροις καταδειξάσης, οὐδὲ τὸ μηδενὸς ἄλλου πλὴν
τῶν εἰς τὸν πόλεμον προνοουμένους, τῆς πόλεως πλέον τοῖς ἄλλοις ἢ ταύτῃ νικώσης, οὐ ταῦτα μόνον δείκνυσι τὸ οὐκ ἴσον, ἀλλὰ καὶ τὸ ἐν αὐτοῖς τοῖς τοῦ πολέμου πράγμασι καὶ καιροῖς τοσοῦτον φαίνεσθαι κρατοῦσαν τὴν