Orationes 13
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
δʼ ὅμως τῶν ἀντιπάλων, ἀντετάξαντο παντὶ τῷ ναυτικῷ τῶν πολεμίων, ὥσπερ ἄλλου μέν τινος ἀεὶ παρέχοντος σφίσι τὰς τριήρεις, ἐν δὲ τῷ Καρὶ καὶ οὐκ ἐν τοῖς αὑτῶν σώμασι τὰς πείρας ποιούμενοι· καὶ οὔτε πλήθους τῶν ἀντιτεταγμένων ἐφρόντισαν οὔτε τῆς Καλλικρατίδου δόξης, οὔτε νήσων ἐχομένων οὔτε ἠλλοτριωμένης ὡς εἰπεῖν ἤδη τῆς τύχης· οὐ χειμῶνος ἡττήθησαν, οὐχ ὅσον τοῦ πολέμου τὸ λοιπὸν ἐνεθυμήθησαν, ἀλλʼ ὥσπερ ἐξαρκοῦν εἰς τὴν θάλατταν ἰδεῖν, τρέπονται μὲν Λακεδαιμονίους, κρατοῦσι δὲ σύμπαντας Πελοποννησίους, τριήρεις δὲ τὰς μὲν αἱροῦσι, τὰς δὲ καταδύουσιν ὁμοῦ τῷ σκηπτῷ καὶ τοῖς πολεμίοις μαχόμενοι τοσοῦτον ἐποίησαν τῆς πολιορκίας τὸ διάφορον· τὸ δὲ πάντων μέγιστον, ὅτι ἄνδρα
ῥύονται ὃς μόνος ἤρκεσε τὴν Λακεδαιμονίων ὕστερον δυναστείαν καταλῦσαι. οἱ δʼ ὥσπερ ἅπαντες καταναυμαχηθέντες εἰρήνης αὖθις ἐδέοντο, οὕτως οὐ μόνον τοὺς ἐν τοῖς ἀγῶσι παρόντας εἴθιστο τότε νικᾶν ἡ πόλις, ἀλλὰ καὶ τοὺς ἄλλους ἐξέπληττε καὶ διὰ πάντων ἐνίκα. ἀλλὰ μὴν φανήσεται νίκας τε μεγίστας τῶν πώποτε ἀνῃρημένη καὶ συμφορὰς οὕτως ἐνεγκοῦσα ὡς μᾶλλον ἄν τινα τῆς πόλεως ἄγασθαι τὴν ἐν τοῖς δεινοῖς εὐψυχίαν ἢ τὰ ἔργα τῶν κεκρατηκότων, ὥστʼ ἔμοιγʼ ἐπέρχεται καὶ τοῦτʼ εἰπεῖν, ὅτι νικῶσα ταῖς εὐπραξίαις οὐχ ἧττον ἐν οἷς ἠτύχησε διενήνοχεν, εἴπερ μηδεὶς ὁμοίως ἐνήνοχε τὰς συμφοράς. τοῦ μὲν οὖν οἷς κατώρθωσε νικᾶν ἄνευ τῶν πρὸς αὐτοὺς πεπραγμένων τοὺς ἀντιπολιτευσαμένους ἄλυτα ὑπάρχει διττὰ σημεῖα· ἅ τε γὰρ καθʼ αὑτὴν ἔπραξε τῶν ἰδίᾳ τισὶ πραχθέντων ὑπεραίρει οὐχ ὅσον ἀγνοῆσαι, ἅ τʼ ἐν ταὐτῷ γενομένων ὁμοῦ πάντες ἐλάττους ἀντιθεῖναι. καὶ μὴν ἔν γε τοῖς δυσκόλοις κρείττων γέγονε τῶν νενικηκότων· οἱ μὲν γὰρ εἴκοντες, ἡ δʼ ἀντέχουσα δέδεικται τῇ τύχῃ. οὐκοῦν ἀμφοτέρας τὰς νίκας οὐ παρὰ μικρὸν φέρεται καὶ νικᾷτὰς πόλεις ὁμοίως οἷς τε κατώρθωσε καὶ ἐν οἷς ἀπέτυχε.
καὶ μὴν αὐτὴ μὲν ἐθνῶν ἅμα καὶ πόλεων κεκράτηκεν, αὐτῆς δʼ οὐδεὶς ὅστις οὐ μετὰ πολλῶν συμμάχων.
ἔτι δʼ αὐτὴ μὲν πρὸς ἅπαντας ὁμοῦ πολεμεῖν ἠνάγκαστο τοὺς ἐπιόντας, ἢ κινοῦντας, τῶν δʼ ἐναντίων οἱ πλεῖστοι πρὸς μέρος αὐτῆς ἀντήρκασιν, ἀθρόας δὲ τῆς δυνάμεως ἢ τίς ἢ οὐδεὶς ἐπειράθη. ὥσθʼ ἡ τῶν Ἀθηναίων πόλις νενίκηκε μὲν πολλὰ δὴ πολλάκις, αὐτὴ δʼ ἴσα καὶ ἀήττητος ἐστί. τὸ δὲ πάντων μέγιστον ὅτι αὐτῆς μὲν οὐδεὶς ἐκράτησεν—οὐδεὶς γὰρ αὐτῆς τὴν γνώμην παρεστήσατο, ἀλλὰ στρατιᾶς γέγονε πάντα τὰ τοιαῦτα ἀτυχήματα— αὐτὴ δὲ τὰς γνώμας τῶν ἐναντίων ἅμα τοῖς ἔργοις δεδούλωται, Ξέρξῃ μὲν φεύγειν ἀπὸ τῶν πραγμάτων ποιήσασα ἐν εὐχῆς μέρει, Λακεδαιμονίους δὲ ἀνακλίνασα οὐχ ἧττον τοὺς ἀκούοντας ἢ τοὺς ἐν ταῖς μάχαις παρόντας καὶ πταίσαντας αὐτῶν. γνοίη δʼ ἄν τις ὡς οὐκ ἴσον οὐδʼ ὅμοιον τὸ τῶν πόλεων τούτων οὔτε τῷ μεγέθει τῶν ἔργων οὔτε τοῖς τολμήμασιν οὔθʼ ὅλως οὐδενὶ τῶν ὑπαρχόντων. Λακεδαιμόνιοι μὲν γὰρ ἐν Λεύκτροις ἀτυχήσαντες οὐκ ἀνήνεγκαν, ἀλλʼ ὥσπερ ἀνδρὸς τελευτὴ κἀκείνοις συνέβη. εἰρήνην μὲν γὰρ ἀπηξίωσαν ποιήσασθαι πρὸς Θηβαίους, μόνῃ τῇ τῶν Ἀθηναίων πόλει νομίζοντες εἴκειν εὐπρεπῆ συμφορὰν εἶναι, ἀναμιχθέντες δὲ τοῖς ἄλλοις Πελοποννησίοις οὐ μᾶλλον σώζειν ἑτέρους εἶχον ἢ τῶν ἄλλων ἐδέοντο σώζειν σφᾶς· καίτοι τὸ μέγιστόν γε αὐτοῖς ἡ πόλις ἤρκεσε, τὸ μὴ ὥσπερ καταιγίδος ἢ στροβίλου τινὸς ἐμβολῇ καθάπαξ ἀναρπασθῆναι. ἡ δὲ πόλις κλαπεῖσα τῇ ναυμαχίᾳ τῇ καθʼ Ἑλλήσποντον, καὶ στερηθεῖσα τῶν νεῶν καὶ τῶν τειχῶν, καὶ μετὰ τοῦτο ἐν αὑτῇ στάσει χρησαμένη, καὶ Λακεδαιμονίων οὐδὲν μέτριον ποιούντων, ἐκείνους μὲν διʼ ἑνὸς ἀνδρὸς ἀφείλετο τῆς θαλάττης τὴν ἀρχὴν, αὐτὴ δʼ ἐπέστη τοῖς Ἑλληνικοῖς ὥσπερ ἄρτι παριοῦσα ἀπὸ τῶν Μηδικῶν. οὐ τοίνυν μόνον τὰ τῶν πολέμων ἐλαττώματα κάλλιον ἤνεγκεν ἢ τὰς εὐπραξίας ἕτεροι, ἀλλὰ καὶ τὰςοἴκοι δυσκολίας οὕτω διέθετο ὥσθʼ ὅρον εἶναι σωφροσύνης πᾶσιν ἀνθρώποις καὶ μηδένα μηδʼ ὕστερον ἐξευρεῖν ἔχειν βέλτιον τῶν ὑπʼ ἐκείνων γενομένων μηδέν. ἔδειξε δὲ τῇ τʼ ἐπὶ τῶν τετρακοσίων μεταστάσει τῆς πολιτείας, ἣν ἀψοφητὶ κατέλυσε, καὶ τῷ πρὸς τοὺς τριάκοντα πολέμῳ, μηδέν τι πρὸς πλείους μετʼ ἐκείνους γενομένῳ. ἀλλὰ μὴν ἅμα σωφροσύνης τε καὶ τόλμης οὐδένες ἀνθρώπων σαφέστερα δείγματʼ ἐξήνεγκαν, οἵ γε ὀλίγῳ μὲν πλείους ὄντες ἢ πεντήκοντα οἱ πρῶτοι ταῦτα βουλεύσαντες ὁμοῦ πρός τε τὴν Λακεδαιμονίων ἀρχὴν γῆς καὶ θαλάττης οὖσαν καὶ πρὸς τοὺς ἐν αὐτῇ τῇ πόλει κινδυνεύειν ὑπέστησαν, οἰόμενοι δεῖν ἢ ζῆν ἐν ἐλευθερίᾳ, ἢ μὴ προσορᾶν τὸν ἥλιον, κακίας μάρτυρα ἑαυτοῖς γενόμενον. ἐπεὶ δʼ ἠγωνίσαντο μὲν πρὸς τοὺς ἀπὸ τοῦ ἄστεος, ἀντετάξαντο δὲ Λακεδαιμονίοις, ἔσχον δὲ τὸν Πειραιᾶ, παράδειγμα δʼ ἀνθρώποις τῶν ἐν τοῖς δεινοῖς ἐλπίδων ἐγένοντο, ὁ δῆμος ἤδη
συνειλεγμένοι ἅμα τʼ εἰς χεῖρας παρῆσαν καὶ σχεδὸν εἰς λόγους, ὥσπερ ὑπὲρ ἀλλήλων, οὐχ ὑπὲρ αὑτῶν πολεμήσοντες ἑκάτεροι· ὥστε μὴ εἶναι διελέσθαι πότερον τῶν ἐναντίων ἦν καταρᾶσθαι τὴν στάσιν, ἢ τῶν εὔνων συνεύξασθαι τῇ πόλει, τοῦτόν γε λυθεῖσαν τὸν τρόπον. ἐνόσησε μὲν γὰρ τῇ τῶν πάντων ἀνθρώπων φύσει, ἰάθη δὲ τῇ ἑαυτῆς· ὥστε καὶ τοῦτο ζῆλον αὐτῇ μᾶλλον ἐνήνοχεν ἢ συμφοράν. βούλομαι δὲ τοσοῦτον ἔτι ὑπὲρ τῶν ἀνδρῶν ἐκείνων εἰπεῖν, ὅτι τῇ μὲν τόλμῃ παρῆλθον οὐ μόνον Λακεδαιμονίους, ἀλλὰ καὶ τοὺς Μαραθῶνι σχεδὸν τῶν προγόνων. οἱ μὲν γὰρ, εἰ καὶ πολὺ τῶν ἐναντίων ἥττους, ἀλλʼ οὖν ἐν πλήθει συντάγματος ὄντες ἐθάρρησαν, οἱ δʼ ὀλίγῳ πλείους ὄντες οἱ σύμπαντες ἢ πρὸς ὅσους τοὺς τυράννους ἠγωνίζοντο Φυλὴν κατέλαβον. καὶ οἱ μὲν εὐθενούσης τῆς πόλεως ξένους καὶ βαρβάρους, οἱ δʼ ἑτέρως πεπραγυίας Λακεδαιμονίους τῶν Ἑλλήνων ἄρχοντας καὶ τοὺς ἐκ τοῦ ἄστεος αὑτῶν ἐκράτησαν. κρατήσαντες δὲεὐψυχίᾳ τοὺς ἐχθροὺς, ἐπιεικείᾳ τοὺς οἰκείους ἐνίκησαν. χρησάμενοι δʼ ἀμφοτέροις, καὶ τῇ παρὰ τοὺς ἀγῶνας ἀνδρείᾳ καὶ τῷ μετὰ τὰς πράξεις ἃ δεῖ βουλεύσασθαι, οὕτως ἀνεκτήσαντο τὴν πόλιν ὥστʼ εἴ τις βούλοιτο μὴ πάντα διηγεῖσθαι, ἐνεῖναι κλέψαι τὴν συμβᾶσαν ἐπὶ τοῦ
πολέμου συμφοράν· οὕτως ἀκολούθους ταῖς ἄνω πράξεσι τὰς ἐφεξῆς καὶ προείλοντο καὶ κατώρθωσαν. καίτοι ἧς, ὅτε πάντων ἀπεστέρητο, τοσοῦτον ἡττῶντο Λακεδαιμόνιοι, πόσῃ τινὶ τῇ περιουσίᾳ χρὴ νομίζειν ταύτην ὑπεραίρειν;ὃ δʼ οὐδενὸς ἧττον τῶν ὑπʼ ἐκείνων πραχθέντων ἄξιον εἰπεῖν τε καὶ τιμῆσαι, Λακεδαιμονίων γὰρ ἃ τοῖς τριάκοντα ἐδάνεισαν ἐπὶ τὸν δῆμον ἀπαιτούντων, ἐπειδὴ συνέβησαν, συνεξέτισεν ὁ δῆμος, ἵνʼ ἔργῳ τὰς συνθήκας βεβαιώσηται. καὶ μὴν Λακεδαιμόνιοι μὲν ὅπως ὡμίλουν ἀλλήλοις οὐκ ἂν ἔχοιμεν εἰπεῖν· ἔκρυπτον γάρ· ἡ δὲ πόλις πρὸς τῷ τὰ σφέτερα αὐτῆς οὕτω θέσθαι μετὰ πολλῶν μαρτύρων καὶ τοῖς ἄλλοις παράδειγμα κατέστη. τὸ γοῦν Ἀργείων πλῆθος νοσοῦν ὕστερον ἰάσατο καὶ ἔργῳ καὶ λόγῳ· πέμψασα γὰρ ὡς αὐτοὺς καὶ ὑπομνήσασα τῶν ἑαυτῆς διήλλαξε. φαίνονται τοίνυν ὁμοίως τά τε οἰκεῖα καὶ τὰ κοινὰ τῶν Ἑλλήνων πολιτευσάμενοι μόνοι τῶν ἄλλων· τούς τε γὰρ Ἕλληνας οὐ μόνον ἐκ τῶν πολεμίων ᾤοντο δεῖν ῥύεσθαι, ἀλλὰ καὶ νοσοῦντας ἐν αὑτοῖς ἀπαλλάττειν, αὐτοί τε καὶ πρὸς τοὺς ἔξω πολέμους καὶ πρὸς τὰς οἴκοι δυσκολίας παρεσκευασμένοι κρεῖττον ἐλπίδος ἑωρῶντο. οὐ δὴ τὸ τοὺς ἄλλοθεν ἥκοντας καὶ πολλῷ νεωτέρους πρὸς αὐτόχθονας καὶ πρεσβυτέρους, οὐδὲ τὸ τῆς πόλεως ἑτέροις καταδειξάσης, οὐδὲ τὸ μηδενὸς ἄλλου πλὴν
τῶν εἰς τὸν πόλεμον προνοουμένους, τῆς πόλεως πλέον τοῖς ἄλλοις ἢ ταύτῃ νικώσης, οὐ ταῦτα μόνον δείκνυσι τὸ οὐκ ἴσον, ἀλλὰ καὶ τὸ ἐν αὐτοῖς τοῖς τοῦ πολέμου πράγμασι καὶ καιροῖς τοσοῦτον φαίνεσθαι κρατοῦσαν τὴνπόλιν, εὖ τε καὶ ὡς ἑτέρως χωροῦσιν, ὡς τά τʼ εἰρημένα δηλοῖ καὶ διʼ ὧν προσθήσομεν ἔξεστι θεωρεῖν. πάσχω δʼ ἔγωγε πρὸς τὰς τῆς πόλεως πράξεις ὅπερ οἱ πρὸς τοὺς ἐν ὥρᾳ· ἀεὶ γάρ μοι τὸ προφαινόμενον τῶν ἔργων κάλλιστον φαίνεται καὶ τίθεμαι τούτῳ κατὰ τὸν λόγον. ταῦτα μὲν οὖν θεῶν τις ἂν κρίνειε καλῶς, ἐγὼ δʼ, ὥσπερ ὑπεσχόμην, δίειμι τῶν λοιπῶν τὰ γνωριμώτατα, ἐξ ὧν ἅμα τήν τε γνώμην καὶ τὴν δύναμιν τῆς πόλεως ἔξεστι λογίζεσθαι. ἕνα μὲν τοίνυν καὶ πρῶτον ἄτοπον πόλεμον καὶ θαυμαστὸν ἤρατο ὑπὲρ Θηβαίων. ἐπειδὴ γὰρ ὡς ἀπειρηκότων ὑμῶν Λακεδαιμόνιοι παιδιὰν τὰ λοιπὰ κρίναντες ἤρχοντο τῆς δυναστείας ἀπὸ τῶν ἑαυτῶν συμμάχων καὶ φρουρὰν ἐπὶ Θηβαίους ἔφαινον, ἀμφότερα ἐξέπληξε τοὺς Ἕλληνας· οὔτε γὰρ ἡ πόλις ἐχθροῖς πικροτέροις οὔτʼ αὖ Λακεδαιμόνιοι συμμάχοις προθυμοτέροις ἅμα καὶ δυνατωτέροις ἐπʼ αὐτὴν ἐκείνην ἐκέχρηντο, οὐ μόνον ἀρχομένου τοῦ πολέμου καὶ μεσοῦντος, ἀλλὰ καὶ τὰ τελευταῖα πεπαυμένου. ἀλλʼ ὅμως ὁ δῆμος οὐκ ἐφήσθη
τοῖς γιγνομένοις, οὐδʼ αὖ τὴν ἀκαιρίαν κατεμέμψατο τῷ μήτε ναῦς μήτε τεῖχος ἔχειν πω τότε, ἄλλʼ ὥσπερ οὗ Λακεδαιμόνιοι κινοῦνται, ἐνταῦθα σφᾶς δέον εἶναι τοὺς ἀπαντῶντας, παραβάλλοντες μέσην τοῖς τοῦ πολέμου κινδύνοις τὴν πόλιν, παρʼ αὐτὰ τὰ τῶν συμφορῶν ὑπομνήματα, ἐξελθόντες εἰς Ἁλίαρτον ἐναντία Λυσάνδρῳ καὶ Παυσανίᾳ τὴν Βοιωτίαν ἐξείλοντο. καὶ τότε δὴ Λύσανδρος ἀκριβῶς ᾔσθετο ὅτι οὐχ, ὡς ᾤετο, ἐνενικήκει τὴν τῶν Ἀθηναίων πόλιν, ἀλλʼ ὥσπερ ὠνειροπόλησε τοῖς παισὶ παραπλησίως· ἡ μὲν γὰρ εὐθὺς ἀνειλήφει τὰς συμφορὰς, ὁ δʼ οὐ τὰ τῶν Ἑλλήνων διῴκει, ἀλλʼ ὁμοῦ τοῖς ἄλλοις ἔκειτο. οὐ πολλῷ δʼ ὕστερον καὶ Κορινθίους Ἑλληνικὴ καὶ τῇ πόλει πρέπουσα μετῆλθε δίκη, καὶ καταφεύγουσι καὶ οὗτοι πρὸς τὴν πόλιν· ἣν ὁτιοῦν δρῶσαν κακὸν αὐτοὺς οὐκ ἄν ποτε τὴν ἱκανὴν δίκην ἔχειν νομίσαι πᾶς τις ἂν εἴκασεν ἐκ τῶν ὑπαρχόντων, οἱ δʼ ἅπερ περὶ Θηβαίων, ταῦτα καὶ περὶ τούτων γνόντες βοηθοῦσιν εἰς Κόρινθον, ὡς ἄν τις ὑπὲρ τῆς οἰκείας· καὶ γενομένου τοῦ πολέμουπολλοῦ καὶ συνεχοῦς ἐν Κορίνθῳ, μάχας τε πολλὰς προκινδυνεύσαντες, καὶ τειχίσαντες αὐτοὺς καὶ τὴν πόλιν διὰ πάντων φυλάξαντες, κάλλιστον ἐκεῖνο ἐπέθηκαν· ἔχοντες γὰρ τὸν Ἀκροκόρινθον καὶ παρὸν αὐτοῖς κατασχεῖν τὴν πόλιν, ἡνίκʼ ἐβούλοντο, οὐκ ἐδέξαντο οὐδʼ ἐβουλεύσαντο, ἔργῳ δείξαντες ὅτι τὸ τῶν προστατῶν πολεμοῦσιν, οὐχ αὑτοῖς ἰδίᾳ τι πράττοντες. καὶ τέλος εἰς τοῦτʼ ἀπορίας
κατέστησαν Λακεδαιμονίους ὥστʼ ἐπὶ τὸν Περσῶν βασιλέα πάλιν καταφεύγουσι καὶ διʼ ἐκείνου ποιοῦνται τὴν θρυλουμένην εἰρήνην, τοὺς τὴν Ἀσίαν οἰκοῦντας Ἕλληνας προέμενοι, περὶ ὧν οὐδὲν ἔγωγε κατηγορῶ· ἀλλʼ εἴ τις ἔροιτο αὐτοὺς πότερον ἑκόντες ταῦτα συνεχώρησαν, ἢ βιασθέντες, εἰ μὲν ἑκόντες φήσουσιν, ἀνάγκη προδεδωκέναι φάσκειν, ὃ τίς ἂν πιστεύσειεν; εἰ δʼ ἄκοντες καὶ διʼ ἀνάγκην, ὁμολογοῦσιν ἡττῆσθαι δή που πρὸς τὴν πόλιν τοῖς ὅλοις· οὐ γὰρ ἂν, εἴ γʼ εἶχον ὅ τι χρήσονται τοῖς πράγμασιν, εἶτʼ ἐξεπίτηδες τοιαύτην αἰσχύνην ὑπέστησαν. ὥστε τῷ μόνῳ λειπομένῳ τῶν λόγων αὐτοὶ μαρτυροῦσι προέχειν τῷ πολέμῳ τότε τὴν πόλιν, καὶ ταῦτʼ οὐχὶ μικρόν. ἐπεὶ δὲ τῆς εἰρήνης ἐμνήσθην, πάλιν ἐνταῦθα ἐπανελθεῖν βούλομαι βραχύ τι. δυοῖν γὰρ ὄντοιν ἐξ ὧν κρίνονται πόλεις, πολέμου καὶ εἰρήνης, καὶ τούτων ἀμφοτέρων τοῖς Ἕλλησι πρὸς τοὺς βαρβάρους γενομένων, ἐπὶ μὲν τοῦ πολέμου τοσοῦτον διήνεγκεν ἡ πόλις ὥσθʼ ἃ μόνη κατειργάσατο, μέγιστα τῶν ἔργων ἐστίν· ἢ τοῖς ὕστερον εἴ τις τιθοῖτο, τοσοῦτον τῶν μετασχόντων ὑπερῆρεν, ὅσονπερ ἂν εἰ καθʼ αὑτὴν ἠγωνίζετο. χωρὶς δὲ τούτων τοῖς τρισὶ καιροῖς μαρτυρεῖται· τὰ μὲν γὰρ πρῶτα τοῦ πολέμου μόνη κατέπραξεν, ἐν δὲ τοῖς δευτέροις καὶ πρὸς τὸν βασιλέα προκινδυνεύσασα τὰ ἀριστεῖα ἠνέγκατο· τὰ δʼ αὖ τελευταῖα αὐτῆς ἐστιν ἴδια, αἱ περὶ Κύπρον καὶ Παμφυλίαν ναυμαχίαι καὶ πεζομαχίαι καὶ ὁ πολὺς δρόμος· ὥστε καὶ μόνη τοὺς βαρβάρους καὶ πρώτη νενίκηκε, καὶσὺν ἄλλοις γενομένη οὐκ ἔλαττον τοὺς συμπαρόντας ἢ τοὺς ἀντιπάλους ἐνίκα· καὶ παρέμεινε μόνη. ἀλλὰ μὴν τῆς γε εἰρήνης ὅσον τὸ διάφορον· ἡ μέν γε τῆς πόλεως ἐπιτάττει τῷ βασιλεῖ κἀκεῖνόν φησι δεῖν τὸ κελευόμενον ποιεῖν· οὐ γὰρ ἐᾷ πλεῖν εἴσω Χελιδονέων καὶ Κυανέων, εἰ δʼ ἐπὶ τῇ ἵππῳ μέγα φρονεῖς, οὐδὲν μᾶλλον ἐλᾷς ἄχρι θαλάττης, ἀλλʼ αὐτῆς, φησὶ, τῆς ἵππου δρόμον ἡμέρας τῆς θαλάττης ἀποσχήσεις, καὶ ἀκούσει περὶ τῶν Ἑλλήνων ὁμοίως τῶν τε ἐν τῇ Ἑλλάδι καὶ τῶν ἐν τῇ σεαυτοῦ. ταῦτα μὲν ἡ τῆς πόλεως εἰρήνη λέγει, ἡ δʼ ἑτέρα τοὺς τὴν Ἀσίαν οἰκοῦντας Ἕλληνας ἀκούειν τοῦ βασιλέως κἀκεῖνον ποιεῖν ὅ τι ἂν βούληται περὶ αὐτῶν καὶ τοῖς
ἄλλοις τὰ δίκαια ὁρίζειν προστέθεικεν. ἆρʼ ἴσον τὸ κεφάλαιον, ἢ μικρὸν τὸ διάφορον, ἀλλʼ οὐ πᾶν τοὐναντίον;πάλιν δὴ τὰ πρὸς τοὺς Ἕλληνας καὶ τὰς τῶν ἐν αὐτοῖς πολέμων καταλύσεις. ἡ μὲν τοίνυν πόλις οὓς εἷλε Λακεδαιμονίων οὐδὲν κακὸν ποιήσασα ἀπέπεμψε μετʼ εἰρήνης, ὥσπερ ἀρκοῦν ἀρετῇ νενικηκέναι· οἱ δʼ ἐν Ἑλλησπόντῳ Λακεδαιμονίων, οὕτω γὰρ εὐπρεπὲς εἰπεῖν, οὓς ἔλαβον τῇ ναυμαχίᾳ κλαπέντας Ἀθηναίων ἀπέσφαξαν παραχρῆμα, καὶ πλέον οὐδὲν προστίθημι, καὶ ταῦτα ὑπάρχοντος αὐτοῖς τοῦ παραδείγματος οἴκοθεν, οἵα περὶ τοὺς δυστυχήσαντας ἡ πόλις ἐστίν· ἀλλʼ ὅμως οὐδʼ οὕτως ἐμιμήσαντο, τοσοῦτον ἀπέσχον τοῦ πρῶτοί γʼ ἂν αὐτοὶ δυνηθῆναι καταδεῖξαι. ἔτι δʼ οἱ μὲν οὐδὲν ἀποχρῶν ἡγήσαντο, ἀλλʼ ἄχρι τῆς τῶν τειχῶν ἦλθον καθαιρέσεως, ἡ πόλις δʼ ἅπαντας Πελοποννησίους κατὰ τοὺς ἄνω χρόνους νενικηκυῖα, ὡς ἐκομίσατο τὴν Εὔβοιαν, οὐ προῆλθε περαιτέρω, ἀλλὰ καὶ ἃ τῷ πολέμῳ προειλήφει, καὶ ταῦτʼ ἀπέδωκεν ἑκοῦσα, Μέγαρα, Νίσαιαν, Τροιζῆνα, Ἀχαΐαν, Πηγάς. δοκεῖ δʼ ἔμοιγε καὶ τὸ τῶν αἰχμαλώτων καὶ πᾶν ὅλως τὸ τοιοῦτον διπλῆς ἀρετῆς εἶναι τῇ πόλει σημεῖον, οὐχ, ὡς ἄν τις φήσαι, μόνον οὑτωσὶ φιλανθρωπίας. ὅσοις
μὲν γὰρ οἶμαι παρʼ ἐλπίδας ἢ δύναμιν τὰ τοιαῦτα