Orationes 13
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
παρασκευῆς τὴν ὑπερβολὴν παρέχειν θαυμάσαι; τά τε γὰρ πρὸς τοὺς βαρβάρους ὡς πᾶσαν ἄγουσα ἀπὸ πάντων σχολὴν οὕτω διῳκήσατο, καὶ τοῖς ἐνοχλοῦσι τῶν Ἑλλήνων οὐδὲν μᾶλλον ὑπῆρχε χρήσασθαι τῷ καιρῷ, ἀλλὰ καὶ τούτοις οὕτως ἀπήντησεν ὥστε σύμπεντε καὶ συμπλείω ταῦτʼ ἔχειν ἀπαριθμεῖν ὥσπερ ἄλλʼ ἄττα συλλήβδην ἀριθμούμενα. ἐνίκων μέν γε ναυμαχίᾳ Πελοποννησίους
ἐπὶ Κεκρυφαλίᾳ, ἐνίκων δʼ Αἰγινήτας πρὸς Αἰγίνῃ, καὶ Πελοποννησίους αὖθις. Μεγαρεῦσι δʼ ἔστησαν τείχη μέχρι θαλάττης, καὶ τὴν ἐλευθερίαν ἅμα καὶ χώραν διεφύλαξαν· ἐνίκων δὲ Κορινθίους πρὸ Μεγαρέων, καὶ πρὶν δώδεκα ἐξήκειν ἡμέρας ἐνίκων αὖθις ἑτέραν, οὐ καλῶς τὸ τρόπαιον ὑφαρπάζοντας. καὶ οὔπω ταῦτα μεγάλα· ἀλλʼ εἰρήσεται γὰρ, κἂν ἐπείγωμαι· ἡ γὰρ προσθήκη δείξει τὸ πᾶν. ἀπῆσαν μὲν γὰρ αἱ δυνάμεις τῇ πόλει, ἡ μὲν κατὰ τὴν τῶν Αἰγυπτίων χρείαν, νῆες πλείους ἢ τότʼ ἦσαν ἐν τοῖς Ἕλλησιν αἱ σύμπασαι σχεδόν· ἡ δʼ Αἰγίνῃ προσεκάθητο, ὅπερ καὶ τοὺς ἐναντίους μᾶλλον ἐπῆρεν ὁρμῆσαι πρὸς τὰ Μέγαρα. ᾤοντο γὰρ εἶναι σχολὴν Ἀθηναίων εἰς τὸ ἔργον αὑτοῖς. εἰ δʼ ἄρα καὶ τὰ δεύτερα νικῴη, ἀλλʼ ἑτέραν λύσειν πολιορκίαν, τὴν Αἰγίνης· οὐ γὰρ ἄλλοθέν γε λοιπὸν ἥξειν αὐτούς. οἱ δὲ τοσοῦτον κατεγέλασαν τοῦ σοφίσματος ὥστʼ οὐδὲν μᾶλλον οἱ πρὸς Αἰγίνῃ τότʼ ἐκινήθησαν τῶν ἐν Αἰγύπτῳ καὶ μηδὲν πεπυσμένων, ἀλλὰ τὸ λοιπὸν τῆς ἡλικίας οἱ πρεσβύτατοι καὶ νεώτατοι βοηθοῦσιν εἰς τὰ Μέγαρα, καὶ δυοῖν μάχαιν ἑξῆς κρείττους τῆς τῶν Κορινθίων καὶ Πελοποννησίων ἀκμῆς ἐφάνησαν· ὥστʼ ἐκείνους ἀκριβῶς ἤδη συγχωρῆσαι καὶ μηδὲν ἔχειν εἰπεῖν ἔτι, μηδʼ ὡς οὐ δικαίως τά γε νῦν ταῦτα προσανιμήκεσαν. καί μοι δοκεῖ θεῶν τινος εὐνοίᾳ καὶ σπουδῇ πρὸς τὴν πόλιν συσκευασθῆναι τοῦτο τὸ δεύτερον, ὥσπερἐν δράματι. εἰ μὲν γὰρ ὡς ἅπαξ ἐπλήγησαν, ἀπῆλθον, τάχʼ ἄν τις ἦν αὐτοῖς ὕστερον ἀντιλαβὴ, τὸ δʼ ὀνειδίζεσθαι μὲν ὑπὸ τῶν οἰκείων, ὀνειδιζομένους δὲ αὖθις ἐξελθεῖν, ἀνθιστάντας δὲ τρόπαιον μείζω τῶν πρότερον προσπαθεῖν, αὐτοὺς ἐποίησεν ἐπισφραγίζεσθαι τὴν νίκην,
ὡς μὴ δοκεῖν τύχῃ μᾶλλον ἢ τῷ τοῦ κρείττονος λόγῳ τὸ ἔργον κριθῆναι καὶ νῦν καὶ πρότερον. οὔκουν τοῦ τρίτου γε ἐπειράθησαν, καίτοι τοὺς ἀγωνιστὰς αὐτοὶ προσαναγκάζοντες ἐν Ἰσθμῷ.ἆρʼ οὖν ταῦτα καὶ μόνα τῶν ἀνδρῶν ἐκείνων ἔχομεν λέγειν; πολλῶν μέντἂν καὶ μεγάλων ἀποστεροίημεν αὐτούς· οἳ περιέπλευσαν μὲν τὴν Πελοπόννησον, οὐχ ὡς ἁπλῶς εἰπεῖν περίπλοις ναυτικοῖς, ἀλλʼ ὥστε κρατεῖν μὲν τῶν ἐπικαίρων τῆς χώρας, νικᾶν δὲ τοὺς ἀντιστάντας ἐν φαύλῳ, στρατηγὸς ἐπὶ στρατηγῷ. διέβησαν δὲ εἰς τὴν ἀντιπέρας ἤπειρον, παντὸς τοῦ προστυχόντος εἴκοντος. αὖθις δʼ ἐπὶ Φωκέας Λακεδαιμονίων παρελθόντων
ἐκέκλειστο μὲν ὁ Κρισαῖος κόλπος, ἀπήντων δʼ ἐπὶ τοὺς ὅρους. χωρὶς δʼ ὑπὲρ Μεγάρων ἦσαν ἐν Γερανείᾳ· ὥστε μὴ ἔχειν Λακεδαιμονίους ὅ τι χρήσονται, ἀλλʼ ἀπορεῖν ἑστῶτας ἐν Βοιωτοῖς ὅποι σωθήσονται· οὕτω περιέπτυξεν αὐτοὺς ἡ πόλις. τέλος δὲ συμβάλλουσιν ἐν Τανάγρᾳ τῆς Βοιωτίας, καὶ γενομένων ἀμφοτέρων ἀνδρῶν τοῦ τολμήματος ἀξίων ἔδοξαν καθʼ ἓν τοῦτο Λακεδαιμόνιοι πλέον ἐσχηκέναι, πῶς ἂν εἴποιμι εὐπρεπῶς; ὀκνῶ γὰρ εἰπεῖν ὅτι οὐκ ἀπώλοντο. καὶ γὰρ ἦν ὅρος οὗτος Ἀθηναίοις μὲν κλεῖσαι τὴν πάροδον, Λακεδαιμονίοις δὲ σωθῆναι οἴκαδε. καὶ κινδυνεύει μόνον τοῦτο τὸ ἔργον τὴν φυγὴν σύμβολον τῆς νίκης ἐσχηκέναι, ἐπεὶ τούς γε καὶ παρὰ τὴν μάχην κρείττους καὶ τοῖς ὅλοις ἄνευ πολλῶν τῶν καὶ πρότερον κρινάντων τὰ ἐφεξῆς εὐθὺς ἔδειξε. τρεῖς γάρ εἰσιν οἱ μαρτυρήσαντες παραχρῆμα Ἀθηναίων εἶναι τὴν νίκην,