Orationes 13
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
γὰρ τὴν ἀκρόπολιν κατεκόσμησε τοῖς τῶν ἔργων ὑπομνήμασι, καὶ τῷ τῆς φύσεως κάλλει τὸ παρὰ τοῦ πλούτου καὶ τῆς τέχνης ἐφάμιλλον προσέθηκεν, ὥστʼ εἶναι πᾶσαν ἀντʼ ἀναθήματος, μᾶλλον δὲ ἀντʼ ἀγάλματος· τοῦτο δὲ τὰς ἄλλας τιμὰς τοῖς θεοῖς ἀνῆψε, κρεῖττον ἁπάσης Ἑλληνικῆς δυνάμεως, τὰ μὲν οἴκοι, τὰ δʼ ἐν τῇ ὑπερορίᾳ· αὐτή τε παρῆλθε τοὺς ἀρχαίους ὅρους πανταχῆ κατʼ ἀξίαν τῶν ἔργων καὶ τὴν τοῦ κύκλου προσθήκην ποιουμένη· ὡς δʼ εἰπεῖν συνελόντι, μόνη μὲν διʼ ἀρετὴν ἀοίκητος ἐγένετο, μόνη δʼ ἐξ ἀρετῆς ᾠκίσθη τε αὖθις καὶ
τῶν πρόσθεν ἀοικήτων ἐπέλαβεν ἅμα τοῖς ἔργοις καὶ τῇ δόξῃ καὶ τῷ κόσμῳ καλλίων τε καὶ μείζων γενομένη. ἀλλὰ γὰρ ἐνταῦθα μὲν ὥσπερ ἄκων ἐνέπεσον καὶ καθʼ ὁδὸν τοῦ λόγου μᾶλλον ἢ προειδόμενος· οὐ γὰρ εἰς ταῦτα ὁρῶν ἠπειγόμην, ἀλλʼ ἐκεῖνο ἐπιδεῖξαι βουλόμενος, ὅτι εἰ κάλλιστον ἀνθρώποις καὶ τὸ αὐτὸ λυσιτελέστατόν τε καὶ νικῶν ἡδονῇ, θεῶν πρόσοδοι καὶ ὁμιλίαι, καὶ τοῦτʼ εἰς τοσοῦτον τότʼ ἐπανθῆσαν τοῖς Ἕλλησι μιᾷ δὴ πόλει ταύτῃ μάλιστʼ ἄν τις προσθείη δικαίως, πρῶτον μὲν κατʼ αὐτὴν ὡς ἀληθῶς τὴν τῶν θεῶν τιμήν· τούς τε γὰρ θεοὺς ὡς αἰτίους δή που τῶν ἀγαθῶν ἅπαντες ἀμειβόμεθα, ἥ τε πόλις τό γʼ εἰς ἀνθρώπους ἐλθὸν τότʼ ἐπὶ πλεῖστον αἰτία τῶν ἀποβάντων φαίνεται· ἔπειτα τῷ καὶ τοῖς ἀναθήμασιν αὐτοῖς καὶ τοῖς χαριστηρίοις τοσοῦτον ὑπερσχεῖν. τὰ γὰρ σύμβολα τῆς εὐσεβείας αὐτῆς ταῦτα τοῦ κάλλους καὶ μεγέθους ἐστὶ τεκμήρια. οὐ μὴν ἐξαρκεῖν τοῦτʼ ἐνόμισε, χάριν τοῖς θεοῖς ἔχειν τῶν γεγενημένων καὶ μηδὲν πλέον ζητεῖν οὐδʼ ἐπὶ τοῖς τροπαίοις καθῆσθαι, ὥσπερ ἀπιστοῦσαν ἑαυτῇ, ἀλλʼ ὥσπερ ἐπίβασιν τῶν μελλόντων τὰ ὑπάρχοντα κρίνασα αὐτὴ πρὸς ἑαυτὴν ἡμιλλήσατο, καλῶς καὶ τῷ καιρῷ προσήκοντα βουλευσαμένη· ἐν γὰρ τοῖς δευτέροις χρόνοις τὰ δεύτερα πράττειν ἠξίου. ταῦτα δʼ ἦνἀντεπεξελθεῖν τοῖς προτέροις ἐπιστρατεύσασι καὶ τοὺς φόβους καὶ τοὺς κινδύνους εἰς τὴν ἐκείνων μεταστῆσαι. ὃ καὶ μάλιστʼ ἄξιον τῶν ἐν τοῖς ἔργοις ἐκείνοις ἀγασθῆναι τὸ σχῆμα τοῦ πολέμου καὶ τὴν σύστασιν. δυοῖν γὰρ ὄντοιν ἑτέροιν πολέμοιν, τοῦ μὲν, ἂν ἄρχῃ τις ἐξ ἀρχῆς, τοῦ δὲ, ἂν ἀμύνηται, τῷ μὲν οὐχ ἕπεται τὸ δίκαιον, τοῦ δʼ ἀφαιρεῖ τὴν φιλοτιμίαν ἡ τῆς ἀνάγκης προσθήκη, διὰ τὸ φύσει γνώμην ἀνάγκης κεχωρίσθαι. ἀλλʼ ἀμείνων μὲν ὁ ποιῶν οἶμαι τὰ δίκαια ἀναγκαίως τοῦ παραβαίνοντος ἑκόντος, οὐ μὴν αὐτοῦ γε τὸ πᾶν ὡς εἰπεῖν γίγνεται. καὶ δὴ καὶ τότε τοῦ προτέρου πολέμου τὸ μὲν αἰσχρὸν εἰς τοὺς βαρβάρους ἦλθε, τὸ δʼ ὀφειλόμενον παρὰ τῶν Ἑλλήνων ἀπήντησεν· ὥστʼ ἐνενικήκεσαν μὲν, τὸ δʼ ἐκ περιουσίας οὐ προσῆν. ὃ δὲ τρίτον ἄν τις φαίη τοῦ πολέμου σχῆμα, τὸ τοῖς προτέροις ἐπιβουλεύσασιν ἀντεπελθεῖν αὐτοὺς, ἐλευθερίᾳ μὲν τῇ τῶν ἀρχόντων, δικαιοσύνῃ δὲ τῇ τῶν ἀμυνομένων χρωμένους, τοῦτʼ οὖν ἡ πόλις ἐσκέψατο καὶ ὑπὲρ αὑτῆς καὶ ὑπὲρ τῶν ἄλλων Ἑλλήνων ἐπιδεῖξαι τοῖς βαρβάροις, ὅτι οὐκ ἐπʼ ἐκείνοις ἐστὶν, ὅταν ἥκωσι, ποιεῖν ἀγαθοὺς τοὺς Ἕλληνας, οὐδʼ ἀνάγκης τύχῃ
ταῦτα πέπρακται σφίσιν, ἀλλὰ τῷ προτέρους ἄρχειν μὴ καλῶς ἔχειν ἡγεῖσθαι· νῦν δʼ ὅτε ἡ ἀρχὴ περιέστηκεν εἰς δικαίου τάξιν, εὖ καὶ καλῶς εἴσεσθε τίνας κεκινήκατε. οὕτως ἐγώ φημι καὶ πρὸς δικαιοσύνης καὶ πρὸς ἀνδρείας ἐπίδειξιν ἀληθινῆς τὰ δεύτερα, ἵνα μηδὲν ἐπαχθὲς εἴπω, τῶν πρότερον οὐχ ἧττον ἐναργῆ πεπρᾶχθαι τῇ πόλει. πρὸς δὲ τούτοις καὶ τῶν Ἑλλήνων ἀσφάλειαν εἶναι καὶ σωτηρίαν ὑπελάμβανεν οὐκ εἰ καθείρξασα αὐτοὺς ἐπὶ τῆς ἑστίας τηροίη, οὐδʼ εἰ μηδὲν μήτʼ αὐτὴ διʼ αὐτῶν μήτʼ αὐτοὶ πράττοιεν ὑπὲρ σφῶν αὐτῶν, ἀλλʼ εἰ τοὺς βαρβάρους ὡς ἐπὶ πλεῖστον ὤσαιντο ἀπὸ τῆς Ἑλλάδος, οὕτως ᾤετο ἀρίστην καὶ καθαρὰν ἡσυχίαν ἅπασιν ἔσεσθαι, ὀρθῶς λογιζομένη καὶ τὰ πράγματα ὡς πέφυκεν ὁρῶσα. μόνοι γὰρ σχεδὸν οὗτοι καθαρῶς ἡσυχάζουσιν οἵτινες ἂν δείξωσι μὴ πάντως ἡσυχίαν ἄγειν δεόμενοι.