Orationes 13

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

πείσαντι. εἰς μὲν γὰρ ἐκεῖνα ὅπλοις καὶ τριήρεσι καὶ ὀργάνοις ἔδει προσχρήσασθαι, ἐνταῦθα δὲ τοῖς σφετέροις αὐτῶν καθαρῶς ἐχρήσαντο, γνώμῃ καὶ λόγῳ.

τίνες οὖν ἀρετῆς ἀγωνισταὶ καλλίους, ἢ τίνες τῶν πώποτε διαρκέστερον τὴν ἐπίδειξιν αὐτῆς ἐποιήσαντο; οἳ καὶ χρυσῷ καὶ ἀργύρῳ καὶ σιδήρῳ καὶ τοῖς πᾶσιν ἀήττητοι διεγένοντο καὶ πάντα ἀπέφηναν ὁμοίως ἄχρηστα τῷ βασιλεῖ ὥσπερ ἂν εἰ ἐκρύπτετο ὑπὸ γῆς ἔτι, πενίαν μὲν ἀντὶ πλούτου τιμήσαντες, κινδύνους δʼ ἀντʼ ἀσφαλείας ἑλόμενοι, δικαιοσύνην δʼ ἀντὶ τῆς βασιλέως τοσαύτης φιλανθρωπίας. καὶ οὐ πρὸς μὲν τὰς βαρβαρικὰς ὑποσχέσεις οὕτως ἐχθρῶς καὶ παρατεταγμένως εἶχον, πρὸς δὲ τὰς Ἑλληνικὰς, εἰ προσείη σχῆμα χρείας, ὑποπεπτωκότως, ἢ

ὡς ἐπὶ πλεῖον ἀκοῦσαι λόγου. ἀλλὰ ἐλθόντων Λακεδαιμονίων περιφόβων καὶ δεομένων ἐναντία τῇ τοῦ βασιλέως πρεσβείᾳ καὶ τοὺς παῖδας καὶ πρεσβύτας καὶ γυναῖκας αὐτοῖς θρέψειν ὑπισχνουμένων, ἕως ἂν ὁ πόλεμος ᾖ, συνέγνωσαν μᾶλλον ἢ ἀπεδέξαντο, τῷ μὲν φόβῳ χρηστοὺς νομίζοντες, οἷς δʼ ἐπηγγέλλοντο ἀπείρους ἔτι τῶν Ἀθηναίων· καὶ τὴν μεγαλοψυχίαν οὐχ ἧττον ἔδειξαν τῷ τὴν ὀργὴν κατασχεῖν ἢ τῷ τὰς ἐπαγγελίας διώσασθαι· εὖ γὰρ ποιεῖν, οὐκ εὖ πάσχειν πεφυκότες ᾔδεσαν καὶ μισθὸν ὀφείλειν αὐτοὺς τοῖς εὖ ποιοῦσι τὸ Ἑλληνικὸν, ἀλλʼ οὐχ αὑτοὺς δεῖν παρʼ ἑτέρων μισθὸν τῆς ἀρετῆς λαμβάνειν, οὐδʼ ἐπὶ κέρδει φιλεῖν τοὺς δόντας αὑτοὺς, οὐδέν γε μᾶλλον ἢ τοὺς παῖδας καὶ γονέας ἐπὶ κέρδει φιλεῖν, ἀλλὰ καὶ μετὰ τῶν ἀναλωμάτων σώζειν, ὥσπερ εἰκὸς τοὺς ὡς ὑπὲρ οἰκείων ταῖς γνώμαις διακειμένους. καὶ τοῦτο μὲν τοσοῦτον καὶ τηλικοῦτον ἔργον εἰς ἀρετῆς λόγον ἐν τοῖς τοῦ πολέμου καιροῖς ἐξέλαμψε, μέσον τῆς ἐν Σαλαμῖνι ναυμαχίας καὶ τῆς
Πλαταιᾶσι μάχης. ἔδειξαν δʼ αὖ κἀκ τούτων χωρὶς ὧν καὶ πρόσθεν διεξῄειν καὶ βασιλεὺς καὶ οἱ Ἕλληνες ἐξ ἁπάντων τοῖς Ἀθηναίοις τιθέμενοι ὁ μὲν διὰ Μαρδονίου καλῶν ἐπὶ τούτοις, οἱ δὲ μὴ ποιεῖν ταῦτα διὰ

Λακεδαιμονίων δεόμενοι· τὸ γὰρ ἀνθέλκειν καὶ καλεῖν ὡς αὑτοὺς ἑκατέρους ψῆφος ἦν φανερὰ καὶ πίστις ἐναργὴς παρʼ ἀμφοῖν ὅτι καὶ σφῶν αὐτῶν καὶ τῶν ἐναντίων συνίσασι κρείττους ὄντας οὐ μικρῷ τινι. οὕτω δʼ ἐλπίσαντες ἐξ ἀρχῆς ἔτι μᾶλλον θαυμάσαντες ἀπῆλθον· τῶν μὲν γὰρ οὐκ ἠνέσχοντο, τοὺς δὲ ἀπὸ πολλοῦ τοῦ κρείττονος προσεδέξαντο. ὥστε καὶ τὸ εἰκὸς προσγενέσθαι, τὸ καὶ αὐτοὺς ὑπὲρ σφῶν αὐτῶν τὴν ἀξίαν προσθέσθαι ψῆφον καὶ τρεῖς εἶναι τοὺς μάρτυρας ἑξῆς, τοὺς πολεμίους, τοὺς συμμάχους, αὐτοὺς ἑαυτοῖς ἔργῳ διὰ πάντων ὁμοίους γεγενημένους. συναγαγόντες δὲ τοὺς Ἕλληνας ἤδη μᾶλλον αὐτοῖς ἀκολουθεῖν δυναμένους Πλαταιᾶσι γίγνονται. καὶ τὸ μὲν ἀξίωμα τῶν στρατοπέδων, ἢ τὴν παράταξιν τῶν βαρβάρων, ὡς ἐτάχθη διὰ τῆς Βοιωτίας, ἢ τὰ πρὸ τῆς μάχης διηγεῖσθαι διατριβή ἐστι τῆς σπουδῆς οὐκ ἐφικνουμένη.

μαρτυρία δʼ αὖθις γίγνεται τῇ πόλει θαυμαστὴ παρʼ ἀμφοτέρων ἐπὶ τῆς μάχης. Λακεδαιμόνιοι μὲν γὰρ Ἀθηναίοις ἐξέστησαν τῆς ἐπὶ Πέρσας τάξεως, ὥσπερ ἀνάγκῃ τινὶ καὶ φύσει συγκεκληρωμένον Πέρσας Ἀθηναίων ἡττᾶσθαι. αὖθις δὲ ἀνθυπῆγε Μαρδόνιος τοὺς Λακεδαιμονίους ἀνθαιρούμενος, ἡγούμενος λυσιτελεῖν αὑτῷ Λακεδαιμονίους καλῶς ἀποθνήσκοντας μᾶλλον ἢ Ἀθηναίους καλῶς νικῶντας. ταῦτα γὰρ ἐκ τῶν πρὸς αὐτοὺς παραδειγμάτων εὕρισκεν. ὥσπερ οὖν οἱ πύκται περὶ τῆς στάσεως πρῶτον ἠγωνίσαντο, οἱ δὲ ἐδέχοντο μὲν Πέρσας, ἐδέχοντο δὲ πάντας ἀνθρώπους, ὑπῆρχον δὲ εἰς ἅπαντα νικῶντες, τοὺς μὲν βαρβάρους ἀρετῇ, τοὺς δʼ Ἕλληνας ἀρετῇ τε καὶ πλήθει. καὶ τήν τε μάχην κρίνουσι διὰ πάντων ἐξελθόντες καὶ τοὺς ἡγουμένους τῆς ἵππου διαφθείραντες. καὶ δεῆσαν τειχομαχίας, ὅσον αἰσχυνθείη τις ἂν εἰπεῖν οἱ ἄλλοι πρὸς αὐτοὺς ἦσαν, ἕως τῶν βαρβάρων οἱ μὲν οὐχ ὁμοίως καὶ πρόσθεν κατεῖχον τὴν Βοιωτίαν κείμενοι,