Orationes 13
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
διετέθησαν, μᾶλλον δὲ τοῖς χειμάρροις εἰς τοὐναντίον περιέστησαν· ὥσπερ γὰρ τὰ ἐκείνων ῥεύματα ἐκ Διὸς αὔξεται, οὕτως ὑπὸ Ξέρξῃ πάντα ἐπέλιπεν. ἐδέχετο δʼ αὐτὸν οὔτε γῆ οὔτε θάλαττα ἱκανῶς, καὶ ταῦτα εἶπε πρὸς τὴν ἐκείνου χρείαν καὶ μετέβαλλεν εἰς ἄλληλα. γῆ τε γὰρ ἡ μὲν ἐγίγνετο, ἡ δʼ ἀπώλλυτο, καὶ θάλαττα ὑπεχώρει καὶ πάλιν συνῄει τῷ βασιλεῖ· —καὶ νῦν ἐστι τῆς νέας θαλάττης ὅσος τῆς ἐκείνου διαβάσεως χρόνος καὶ ὁ Ἄθως
ἀντὶ στήλης τῷ ἔργῳ λέλειπται· —ὡς δʼ εἰπεῖν πάντα κινουμένοις ἐῴκει καὶ μεθισταμένοις ὡς ἐκείνῳ δοκοίη. κάμηλοι δὲ χρυσοῦ καὶ ἀργύρου κατέλαμπον, ὅσον μήκιστόν ἐστιν ἀνύσαι, τοσοῦτον ἐπέχουσαι. εἰ δʼ ἐπιθυμήσειε σκιᾶς, δένδρον ἦν αὐτῷ χρυσοῦν ἡ σκιά. ὥστε νύκτωρ μὲν ἤστραπτεν ἀργύρῳ καὶ χρυσῷ, μεθʼ ἡμέραν δὲ νύκτα ἐπῆγεν ὁσαχοῦ τοξεῦσαι κελεύσειε. πολλοῖς δʼ ἦν ἀφανὴς ὧν ἦγεν οὗ γῆς εἴη τὰ νῦν. οὐδὲν δʼ ἦν ἔθνος τῶν κατὰ τὴν πορείαν μεῖζον ἢ κρύπτεσθαι. φιλονεικήσας δὲ μαθεῖν ὁ πάντα ἄτοπος βασιλεὺς ὁπόσους ἄγει, χρῆν γὰρ καὶ τοῦτο ἐκείνῳ γενέσθαι δυνατὸν, ἠναγκάσθη μετρῆσαι τρόπον δή τινα μᾶλλον ἢ ἀριθμῆσαι τὴν στρατιὰν, καὶ κατασκευασάμενος τεῖχος μυρίανδρον πρὸς μέτρον ἠρίθμει. καὶ ὁ μὲν οὕτω πάντα κινῶν ᾔει, τοσαῦτα προσλαμβάνων ὁπόσοις ἐντύχοι, καὶ κατεπτήχει καὶ ἔθνη καὶ πόλεις καὶ πάντα γένη καὶ Εὐρωπαῖα καὶ τὰ ἐπὶ τῆς Ἀσίας πάντα, καὶ πρὸς τὴν κίνησιν εἶκεν ὥσπερ τὰ κοῦφα σὺν πολλῷ τῷ φόβῳ. ἡ πόλις δʼ ἕτερα ἀντεπεδείκνυτο, οὐδʼ ἦν Ξέρξην μᾶλλον θαυμάσαι τῆς ὑπερηφανίας ἢ τὴν πόλιν τοῦ μηδὲν τῶν ἐκείνου θαυμάσαι· ἣ θορύβου τοσούτου διὰ γῆς ἁπάσης καταρραγέντος καὶ τῶν ἠπείρων ἀμφοτέρων κρινομένων ἐπὶ τῆς Ἑλλάδος ἀντέσχεν, ὥσπερ ἔρυμα καὶ πρόβολος, ἀπʼ ἀρχῆς ἀρξαμένη καὶ αὐτὴ τὰ αὑτῆςἐπιδεικνύναι. πρῶτον μὲν τοῖς περὶ τὰς ἐπιστολὰς ἀκροβολισμοῖς καὶ πείραις τοσοῦτον ὑπερέσχε φρονήματι καὶ τοσοῦτον ἀπέσχε τοῦ πτοηθῆναι πρὸς τὰς τῶν ἀτόπων ἐκείνων φόβων ἐπαγωγὰς, ὥστʼ οὐκ ἐδεήθη ψηφίσματος πρὸς ταῦτα ἔτι, ἀλλʼ ὥσπερ ἑνὸς κοινοῦ νενικηκότος τοῦ κατὰ Δαρεῖον, μηδένα ἀκούειν βαρβάρων, πρὶν ἐκκλησίαν ἀποδοῦναι, ἀφανίζει τοὺς ἀγγέλους αὐτῇ σκευῇ καὶ ποικίλμασι, καὶ τοῖς εὖ φρονοῦσι τῶν Ἑλλήνων ἡγεμὼν τῆς ἀποκρίσεως ἐγένετο. ἔπειτα πάντων ἀγγελλόντων τὰ δεινὰ δὴ ταῦτα, ὅτι πάντα χρήματα μίγνυται καὶ τῶν Ἑλλήνων κερδανοῦσιν οἱ τελευταῖοι, πάντες δὲ ὥσπερ ὑπὸ κύματος τοῦ πολέμου καλυφθήσονται, καὶ τοσαύτης κατεχούσης ἐκπλήξεως τοῦ βαρβάρου ὥστʼ εἰκάζειν θεῶν τινος εἶναι πορείαν μετὰ τῶν λοιπῶν ἀνθρώπων ἐπὶ τὴν Ἑλλάδα ἐλαύνοντος, οὐδὲν μᾶλλον ὑφεῖτο οὐδὲ μετέγνω περὶ ὧν ἐβουλεύσατο, οὐδὲ ἐμέμψατο αὐτῇ τῆς ἀποκρίσεως, ἀλλὰ τούς τε Ἕλληνας συνεκάλει πρὸς τὸν ἀγῶνα τὸν κοινὸν, αἰσχυνομένη μοι δοκεῖν μόνη φανῆναι τῷ βαρβάρῳ, καθάπερ πρότερον Μαραθῶνι. οὐ γὰρ αὐτή γε ἐν ἄλλοις εἶχε τὰς ἐλπίδας τῆς σωτηρίας, ἀλλὰ πάντες εἶχον ἐν αὐτῇ τὰς ὑπὲρ αὑτῶν, οἵ γε ὁμοίως τε σωτηρίας δεόμενοι καὶ ἐλευθερίας, καὶ τὸ παράδειγμα ὑπῆρχεν ἀμφοῖν ἐγγύθεν ἡ προτέρα κρίσις, ἐσκόπει τε ὅ τι βουλευσαμένη
πρῶτον ἀντεκπλήξει τὸν βάρβαρον· καὶ παρῆλθέ γε αὐτὸν τοῖς θαύμασι. μετοικίζεται γὰρ ἐξαναστᾶσα, καὶ τὸ μέγιστον ἁπάντων, γῆς μὲν οὐδαμοῦ, πᾶσα γὰρ εἴχετο, ἡ δὲ εἰς τὴν θάλατταν ἀπεχώρει, καὶ τῆς περὶ τὸν Ἄθω διωρυχῆς καὶ τοῦ πορθμοῦ τῆς γεφύρας οὔτε εἰς ἀκοὴν ἀηδέστερον οὔτε γνώμῃ φαυλότερον τοῦτο τὸ τόλμημα ἀντεπεδείξατο ἐπὶ τῆς θαλάττης φανεῖσα, καὶ Ξέρξῃ καταλιποῦσα τὸ ἴχνος μόνον προσιδεῖν· ὥστʼ ἐλθὼν οὐχ εὗρε τὴν πόλιν οὐδὲ εἶχε λαβεῖν ἔχων ὡς ᾤετο· οὕτως