Orationes 13
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἐχώρουν δρόμῳ, καθάπερ διὰ ψιλοῦ τοῦ πεδίου θέοντες, καὶ τοῖς βαρβάροις οὐκ ἔδωκαν ἰδεῖν ὅ τι ἐστὶ τὰ γιγνόμενα, ἀλλʼ ἅμα τε τάξεις ἐρρώγεσαν καὶ ἄνδρες ἐκτείνοντο καὶ ἵπποι συνελαμβάνοντο καὶ νῆες εἵλκοντο καὶ χρήματα ἤγετο καὶ χορεία Πανὸς ἦν τὰ ποιούμενα. ἤδη δέ τις καὶ τελευτήσας εἱστήκει περιτοξευθεὶς ὑπὸ τῶν βαρβάρων,
φοβῶν τοὺς λοιποὺς, ὥσπερ ἀθάνατος ὤν. ἀπολλύμενοι δὲ οἱ τὰ μεγάλα τολμήσαντες καὶ τρόπαια φέροντες ἐν ταῖς ναυσὶ πλείους αὐτοῖς ἐφάνησαν ἢ πρότερον. οὔτε γὰρ τὸ ἕλος οὔτε ἡ θάλαττα ἀρκούντως αὐτοὺς ἐδέχετο, οὐδʼ ἦν εὐρυχωρία τοῖς κακοῖς οὐδὲ διέξοδος, ἀλλὰ τότε ὡς ἀληθῶς ὄχλος ὄντες ᾐσθάνοντο καὶ μέγιστον ἐναντίωμα ἑαυτοῖς, καὶ τοῖς πλείοσιν ἥττους ἐγένοντο ἢ ὅσοις ἄν τις ἐξ ἀρχῆς ἐθάρρησεν ἀντιστῆναι. ὥστε οἱ τοῦ αἵματος ῥύακες ἤρκουν ἐν νοτίῳ ταῖς ναυσὶν εἶναι. τοσαύτη δὲ ἡ λαμπρότης τῶν ἀνδρῶν ἐκείνων ἐγένετο καὶ τοσοῦτον τῆς νίκης τὸ ἀξίωμα, ὥστε καὶ τὸ χωρίον ὥσπερ τι σύμβολον ἀρετῆς κατέστησαν. οὔκουν ἔστι γε οὐδεὶς ὅστις ἀκούσας τὸ τοῦ Μαραθῶνος ὄνομα οὐκ ἀνίσταται τῇ ψυχῇ οὐδʼ ὥσπερ ἄλλο τι τὴν ἐπωνυμίαν ἀσπάζεται καὶ σέβεται σὺν χαρᾷ. καὶ συνέβη δὲ τῇ πόλει πρώτῃ μὲν κινδυνεῦσαι τῶν κατὰ τὴν ἤπειρον Ἑλλήνων, μόνῃ δὲ ἀρκέσαι νικῆσαι, τῶν δὲ ἰδίων κινδύνων κοινὰ τὰ ἆθλα ἅπασι καταστῆσαι καὶ τροφὸν οὖσαν τῆς Ἑλλάδος τοὐναντίον τοῦ νενομισμένου ποιῆσαι. τοὺς μὲν γὰρ ἄλλους τὰ τροφεῖα κομίζεσθαι παρὰ τῶν ἐκτραφέντων ὁ νόμος λέγει, ἡ δὲ πόλις πρὸς ταῖς τροφαῖς καὶ οἷς ἔδωκεν ἐξ ἀρχῆς καὶ τὴν ἐλευθερίαν μετὰ τῆς σωτηρίας ἐν τοῖς αὑτῆς κινδύνοις ἀπέδωκε τῇ Ἑλλάδι, ὥσπερ τοῦτο ὀφείλουσα τοῖς Ἕλλησι, ποιεῖν διὰ παντὸς αὐτοὺς εὖ καὶ τοῦτο ὡμολογηκυῖα τοῖς πρὸ τοῦ πᾶσιν. ὥστʼ εἰκότως εἰπεῖν εἶναι τὴν μὲν πόλιν τὸν ἐλευθέριον Δία τιμᾶν ἐπὶ τοῖς πραχθεῖσι προσήκειν, τοῖς δὲἄλλοις Ἕλλησι τὴν πόλιν, καὶ νομίζειν τὸν Ἀθηναίων δῆμον ὥσπερ ἐλευθέριον τοῖς Ἕλλησιν εἶναι. δοκεῖ δέ μοι συγκληρωθῆναι τῇ τύχῃ τῆς πόλεως ἡ μάχη καὶ μηδένων ἄλλων εἶναι κατὰ γένος ἢ τῶν Ἀθηναίων. ἐκείνη γὰρ, εἰ καὶ νεανικώτερον εἰπεῖν, ὥσπερ μητρόπολις καὶ ἀφορμὴ τῶν ὕστερον πάντων ἐγένετο τοῖς Ἕλλησιν, οὐ μόνον τῶν ἐν τοῖς πολέμοις ἀγώνων ἀντὶ κρηπῖδος ἢ παραδείγματος προτελεσθεῖσα, ἀλλὰ καὶ πάντων ἐπιτηδευμάτων καὶ βίου καὶ προαιρέσεως καὶ, τὸ σύμπαν εἰπεῖν, τοῦ τῶν Ἑλλήνων σπέρματος. καὶ εἰ μὴ τότε ἡ πόλις οὕτω διήνεγκεν, ἅπαντʼ ἂν ἔρρει καὶ σώματα καὶ πράξεις καὶ λόγοι καὶ τὰ κοινὰ τῆς φύσεως. οἱ μὲν οὖν πολλοὶ θαυμάζουσιν ὅσας μυριάδας τῶν βαρβάρων ἐνίκων, ἐμοὶ δὲ δοκοῦσιν
ἅπαντας ἀνθρώπους, οὐ μόνον πρὸς οὓς ἠγωνίσαντο, ἐκεῖνοι νενικηκέναι, εἰ δεῖ παραιτησάμενον τὸν φθόνον εἰπεῖν, οὐ μόνον τῷ πᾶσι τοιούτων ἀγαθῶν αἴτιοι καταστῆναι, ἀλλὰ καὶ τῷ μηδένας ἐγγὺς εἶναι τοῖς ὑπάρχουσιν. ὥστʼ εἰ τὸ μὴ ἔχειν ἐξ ἴσου γενέσθαι τῶν ἡττόνων ἐστὶν, ἅπαντας νενικήκασιν. οἶμαι μὲν οὖν εἰ καὶ μόνα ταῦτα ἐκλέξας ἐπεπαύμην, ἔχειν ἂν πέρας ἀρκοῦν τὸν λόγον καὶ μηδὲν ἂν προσδεῖν τῇ πόλει φιλοτιμίας μηδʼ ἀρετῆς εἰς τὸ ὁμόφυλον. τὴν γὰρ πρώτην μὲν ἀνεῖσαν ἀνθρώπους, πρώτην δὲ βίου χρῆσιν εὑροῦσαν, θρέψασαν δʼ οὐ μόνον τοὺς ἐξ αὑτῆς, ἀλλὰ καὶ πάντας, δεξαμένην δὲ τοὺς ἐκπίπτοντας πρώτην τε καὶ πλείστους, ἑκάστους τε καὶ σύμπαντας, πλείστους δὲ αὖθις ἀποστείλασαν πανταχοῖ, πάλιν δʼ ἐν τοῖς ὑπὲρ σωτηρίας ἀγῶσιν ἀμφοτέρων προστᾶσαν, τῶν τʼ ἐν τῇ ὑπερορίᾳ καὶ τῶν ἐπὶ τῆς ἀρχαίας Ἑλλάδος, πῶς οὐ διὰ παντὸς ἂν εἴποι τις ἀφῖχθαι καὶ καθάπερ τοὺς δρομέας τὸ γιγνόμενον πεπληρωκέναι; ὥστε μηδεμίαν πρὸ ταύτης ἐγχωρεῖν ἐν τοῖς Ἕλλησι κηρύττεσθαι. πρὶν γὰρ ἄρχεσθαι τῶν ὁμοίων ἑτέρους, τοσοῦτον ἡ πόλις προεληλύθει.