Orationes 13
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἀλλʼ ἤδη τότε ἀμυνομένη καὶ δίκην ἀξιοῦσα λαβεῖν τῶν ἐν τῇ ἠπείρῳ τῇ τῶν Ἰώνων δεδουλωμένων Ἑλλήνων, οὓς μόνη μὲν ἐδέξατο φθειρομένους κατὰ πᾶσαν τὴν Ἑλλάδα, μόνη δὲ εἰς τὸ δέον κατέστησε. καὶ πρῶτοι δὴ τῶν εἰς ἐκεῖνον τὸν χρόνον Ἑλλήνων ἀναβάντες εἰς Σάρδεις στρατιᾷ κοινῇ πορθήσαντες ᾤχοντο· τέως δὲ ἐν Βαβυλῶνος τάξει καὶ τῶν ἐν Ἰνδοῖς Ἕλληνες Σάρδεις ἐθαύμαζον·
λαβὼν δὲ ταύτην πρόφασιν Δαρεῖος ἡσυχίαν ἄγειν οὐκ ἠδύνατο, ἀλλʼ ἐξήταζε τὴν ἀρχὴν καὶ τὰς δυνάμεις συνεκρότει, καὶ πᾶν μικρὸν ἦν αὐτῷ. καὶ τὸ μὲν πρόσχημα τοῦτο ἦν ἀμύνασθαι Ἀθηναίους καὶ Ἐρετριέας· παρενθήκην γὰρ τοὺς Ἐρετριέας ἐποιήσατο, ἵνα δὴ πιστὸν ᾖ. δύο δʼ ὡς ἀληθῶς ἦν τὰ κινοῦντα, ἓν μὲν φόβος ἤδη καὶ ὑποψία τῆς πόλεως μὴ ἄρα οὐδὲν ἀποχρῆν ἀξιώσῃ· ἕτερον δʼ ἐπιθυμία καὶ πόθος αὐξῆσαι τὴν ἀρχὴν ἐνδόξῳ προσθήκῃ τῇ τοῦ Ἑλληνικοῦ καὶ τῆς γῆς μὴ διῃρημένως ἄρχειν, ἀλλὰ καὶ πάσης. τοῦτο δʼ οὐ παντάπασιν ἀνέλπιστον ἦν αὐτῷ, διὰ πλῆθος τῶν ἤδη δεδουλωμένων ἐθνῶν, ἃ καὶ ὀνομαστὶ γνωρίσαι φιλοτιμίαν εἶχε καὶ ψιλῇ πορείᾳ διελθεῖν ἐλπίδος κρεῖττον ἦν. πάντα γὰρ τότε Πέρσαις εἴπετο, ὥσπερ ἄλλως ζῆν οὐ δυνάμενα. ἔχων δʼ, ὡς εἶπον, μέσην τινὰ τοῦ τε φόβου καὶ τῆς ἐπιθυμίας ἦλθεν. αὐτὸς μὲν γὰρ ἀπέγνω μὴ διαβαίνειν, τὰ δʼ ἔθνη πέμπειν ἐπενόει.καὶ πρῶτον μὲν ἡ τῶν κηρύκων περίοδος ἡ γιγνομένη κατὰ τὴν Ἑλλάδα ὑπʼ ἐκείνου τε καὶ τοῦ μετʼ ἐκεῖνον βασιλέως περὶ τῆς γῆς καὶ τοῦ ὕδατος ἀπὸ ταύτης τῆς πόλεως ἤρχετο, καὶ πάντα πρὸς ταύτην διελέγοντο· ἔν τε ταῖς ἐπιστολαῖς ταῖς Ἑλληνικαῖς καὶ ὅσαι πυκναὶ τοῖς ὑπάρχοις ᾔεσαν οὐδὲν ἦν ὅτι μὴ Ἀθῆναι, ὡς ταυτὸν ὃν εἰπεῖν τὴν Ἀθηναίων πόλιν καὶ τὴν Ἑλλάδα, καὶ οὐκ εἰπεῖν μόνον, ἀλλὰ καὶ ἔργῳ συμβαῖνον πάσας ἔχειν τὰς πόλεις, εἴ τις κατάσχοι ταύτην. καὶ μὴν ὅσα γε αὖ
τούτοις ἔδει χρήσασθαι καὶ προβουλεῦσαι περὶ τῶν ὅλων, ἅπαντα ἡ πόλις ἐξήταζεν, ἀπʼ ἀρχῆς προτάξασα τῶν
Ἑλλήνων ἑαυτήν. καὶ διχόθεν ἤδη ἀπὸ Περσῶν καὶ Ἀθηναίων συνεκροτεῖτο ὁ πόλεμος, τοῦ μὲν ἀπειλοῦντος καὶ πειρωμένου, τῆς δʼ ἀνθεστηκυίας καὶ νικώσης εὐθὺς ταῖς ἀποκρίσεσι. καὶ παρʼ ἀμφοτέρων τούτων ἐμαρτυρεῖτο ὅτι Ἀθηναίων καὶ Περσῶν ἐστιν ὁ πόλεμος περὶ τῆς Ἑλλάδος, τῶν μὲν λαβεῖν πειρωμένων, τῶν δὲ κωλῦσαι. ἐν ἐκείνοις μέντοι τοῖς καιροῖς ἔργα λόγων ἡττήθη—λέγω δὲ τὰ τῶν ἄλλων ἔργα λόγων τῶν παρʼ ὑμῖν—καὶ ψήφισμα τροπαίου κρεῖττον εἰς μνήμην ἐνίκησεν ἅμα λόγῳ καὶ ἔργῳ νικῆσαν. εὐθὺς γὰρ ἐν χεροῖν κύριον ἦν οὐ τῇ χειροτονίᾳ μόνον, ὡς νόμος, ἀλλὰ καὶ τῷ διαφθεῖραι τοὺς ἀγγέλους. τῷ δʼ ἑρμηνεύσαντι τὰ γράμματα διαχειροτονίαν μὲν ἀπέδοσαν, ἵνʼ, ἐπειδήπερ Ἕλλην ἦν, ἔχοι πλέον τὴν τῆς κρίσεως εἰκόνα, ἀπέκτειναν δὲ καὶ τοῦτον, ὡς οὐδʼ ἄχρι φωνῆς διακονῆσαι προσῆκον τοῖς βαρβάροις. καὶ τὸ ἰσχυρὸν περιῆλθεν αὐτῷ· τὸν γὰρ τῆς πόλεως ἄποικον οὐκ ἠξίουν κατὰ τῆς πόλεως καὶ τῶν Ἑλλήνων ἑρμηνέα τῷ φύσει πολεμίῳ γίγνεσθαι. καὶ οὕτω δὴ ῥίπτουσιν εἰς τὸ βάραθρον, ὥστʼ ἄλλους ἀναγγεῖλαι τῷ βασιλεῖ τὰς ἀποκρίσεις καὶ παρὰ τῶν πεμφθέντων μὴ ἐκγενέσθαι μαθεῖν. ὁ δὲ δὴ καὶ δὴ λαμπρῶς ἐκινεῖτο, καὶ τοῦτο μὲν τοῖς ὑπάρχοις ἐκέλευεν ἑτοιμάζειν αὐτόθεν τὰς πέδας ὑπερβαλὼν ἢ καθʼ ὅσους ᾤετο τοὺς Ἀθηναίους εἶναι, ἵνα μηδεὶς ἄδετος αὐτῶν διαφύγοι, καὶ τῆς ὀργῆς ἀπολαύων ἕως ἐξῆν, τοῦτο δὲ τοῖς πλήθεσιν ἄλλα ἄλλοις ἐπέταττεν. ἐκ δὲ τούτου κήρυκες μὲν οὐκέτι ἐφοίτων εἰς τὴν Ἑλλάδα, αὐτάγγελον δὲ ἤδη κατέπεμπε τὸν στόλον, προστήσας ἄρχοντας Περσῶν τοὺς ἀρίστους, καὶ δίδωσι πλῆθος στρατιᾶς. οὗ τὸ διαλλάττον παρʼ ἑκάστους τοὺς ἀφηγουμένους τοσοῦτόν ἐστιν ὥστʼ εἶναι τὸν μέγιστον ὅρον στόλου, βουλόμενος μηδεμίαν πρόφασιν λιπεῖν μήτʼ