Orationes 13
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
Πελοπόννησον ἠλευθέρωσε, τοσούτῳ χεῖρον ἐκείνων διακειμένην ὅσῳ τοῖς μὲν μὴ καταφεύγειν ἀπορρηθὲν, τοῖς δὲ μὴ δέχεσθαι, οἱ μὲν διὰ τῆς πόλεως ἄδειαν εὕροντο, οἱ δʼ οὐκ εἶχον ὅπως μὴ ποιήσουσι τὸ κελευόμενον· ἕτερον δὲ πρὸ τούτων ἐν μέσῃ τῇ Βοιωτίᾳ τῆς πόλεως ἔργον γίγνεται, καὶ μάλα μέντοι τῆς πόλεως, ὃ τῷ μὲν ἀκοῦσαι
καὶ τῇ χρείᾳ τῶν ἱκετῶν ὑπὲρ Ἀργείων οἱ τότε ἔπραξαν, τῇ δʼ ἀληθείᾳ καὶ τῷ σχήματι τῆς εὐεργεσίας ὑπὲρ τῆς φύσεως ἁπάσης τῆς ἀνθρωπείας κατεπράχθη. ὡς γὰρ ἤκουσαν τοὺς ὑπὸ τῇ Καδμείᾳ δυστυχήσαντας ἀτάφους ἐρρῖφθαι, οὐ φοβηθέντες τὴν ὕβριν τῶν ταῦτα τετολμηκότων οὐδʼ οἷα βουλευομένοις περὶ ὧν ἂν κρατήσωσιν ἐπίασιν, ἀλλὰ τὴν μὲν τοῦ νικήσειν ἐλπίδα τῷ συνειδότι τοῦ κρείττονος δόντες, τὴν δʼ ὀργὴν ὥσπερ ἂν αὐτοὶ πεπονθότες, οὕτω λαβόντες ὑπὲρ τοῦ κοινοῦ νόμου πρέπουσαν τοῖς μὲν τὴν τιμὴν, τοῖς δὲ τὴν τιμωρίαν ἀπέδοσαν. καὶ μὴν αὐτὸ τοῦτο πρῶτον τὸ πάντας τοὺς ἐν χρείᾳ βοηθείας καταφεύγειν ἐπὶ τὴν πόλιν ὥσπερ ἐκ δυοῖν ποδοῖν ὡς ἀληθῶς καὶ μηδεμίαν τῶν ἄλλων πόλεων ὁρᾶν μέγα καὶ φανερὸν σύμβολόν ἐστι καὶ στήλης ἄμεινον τοῦ προέχειν εὐθὺς ἐξ ἀρχῆς, οὐχ ὅσον λανθάνειν, καὶ μαρτύριόν γε δυοῖν τοῖν καλλίστοιν ἀνδρείας καὶ φιλανθρωπίας, εἰ δὲ βούλει, λέγω δικαιοσύνης ἀντὶ τῆς φιλανθρωπίας. ὥσπερ γὰρ κήρυκες ἅπαντες οὗτοι περὶ αὐτῆς γεγόνασι καὶ τὴν ἀνάρρησιν ἀπʼ αὐτῶν τῶν ἔργων πεποίηνται, μήτε μέλειν τισὶ τοῦ δικαίου μᾶλλον τῶν Ἀθηναίων μήτε ἀμείνους εἶναι κωλύειν ὅσα ἂν ἔξω τοῦ καλοῦ γίγνηται, ἀλλʼ εἶναι τὰς μὲν ἄλλας πόλεις τῆς Ἀθηναίων δεομένας αὐτὰς ἐφʼ αὑτῶν ἀριθμὸν πληρούσας τῇ Ἑλλάδι, τὴν δʼ ὡς ἀληθῶς ὥσπερ πόλιν ἐν χωρίοις ἀνέχουσαν ὁμοίαν τῇ κατασκευῇ καὶ τοῖς λογισμοῖς, τῶν μὲν τὰ δίκαια τιμώντων ὀχυρωτέραν, τῶν δὲ τὰς δυνάμεις ἐχόντων ἐπιεικεστέραν, μᾶλλον δὲ τῶν μὲν τὰ δίκαια τιμώντων ἀκριβεστέραν εἰς αὐτὸν τὸν τοῦ δικαίου λόγον, τῶν δὲ ἐπὶ τοῦ βιάζεσθαι δυνατωτέραν εἰς τέλος· ὥστʼ ἄμφωτὼ γένη διʼ ἀμφοῖν νικᾶν. ταυτὶ μὲν οὖν κοινὰ δείγματα, ὅπερ εἶπον, ἀνδρείας τε καὶ φιλανθρωπίας ὑπαρχέτω τῶν ἀρχαίων ἐξειλεγμένα. ἀλλὰ μὴν ἅ γε ὑπὲρ τῆς οἰκείας ἐπεδείξαντο πρὸς τοὺς ἑκάστοτε ἐπιόντας ἀνήκοος μὲν οὐδεὶς οἶμαι, λεκτέον δὲ καὶ τούτων μικρὰ προχειρισαμένους· Ἀμαζόσι μὲν γὰρ, αἳ παρῆλθον τοῖς ἔργοις τὴν φύσιν, ἱππομαχίαν συνάψαντες πανωλεθρίᾳ διέφθειραν, οὐδενὸς ἀνταίροντος τῶν μέχρι τῆς Ἀττικῆς, ἀλλʼ ἐξισώκεσαν ἤδη τὰς ἠπείρους, ὥσπερ ἀπὸ σημείου τοῦ
Θερμώδοντος ὁρμώμεναι, τὴν μὲν Ἀσίαν μέχρι Λυκίας καὶ Καρίας καὶ Παμφυλίας παρατείνουσαι, ὥσπερ ἐν στρατοπέδῳ, τὴν δʼ Εὐρώπην ἄχρι τοῦ στρατοπέδου τοῦ πρὸς τὴν πόλιν. ἐντεῦθεν δὲ ἤδη πάντα ὥσπερ κάλω ῥαγέντος ἐχώρησεν ὀπίσω, καὶ διελέλυτο Ἀμαζόσιν ἥ τε ἀρχὴ καὶ ὁ δρόμος, καὶ ἡ πόλις κἀνταῦθα ἐβοήθησε τῇ κοινῇ φύσει, καὶ νῦν εἰς ἄπιστον περιέστηκεν εἴ ποτε ἐγένοντο. οἶμαι δʼ οὐδὲ Θρᾷκας αὑτοῖς μέμψασθαι τῆς συμφορᾶς, οἳ δεῦρʼ ἔτι πρόσθεν ἐλθόντες σὺν Εὐμόλπῳ καὶ Ἑλλήνων τοῖς τἀκείνων ἑλομένοις ἔγνωσαν παραπλήσια βουλεύσαντες ὥσπερ ἂν εἰ τὴν θάλατταν ἐνεχείρουν περαιοῦσθαι πεζῇ. ἄξιον τοίνυν κἀκεῖνο προσθεῖναι, ὃ τοῖς πολλοῖς τῶν εἰωθότων λέγειν ἐπὶ τῷ τάφῳ τῷ δημοσίῳ παρεῖται, ὅτι οὐ μόνον ἡ κοινὴ τῆς πόλεως προθυμία τε καὶ ῥώμη τοσαύτη περὶ πάντα ἃ δεῖ γεγένηται, ἀλλὰ καὶ ἰδίᾳ πεφήνασιν ἐνταῦθα βουλόμενοί τινες χρήσασθαι συμφοραῖς ὑπὲρ τοῦ κοινοῦ, καὶ μάλα εὐλόγως. ᾧ γὰρ ἑώρων τρόπῳ τὴν πατρίδα τοῖς Ἕλλησιν ὁμιλοῦσαν, τοῦτον ᾤοντο δεῖν αὐτοὶ προσφέρεσθαι τῇ πατρίδι, ἡνίκα ὁ καιρὸς καλοίη· ὥστε καὶ ἐκ τῶν κοινῶν καὶ ἐκ τῶν ἰδίων διπλῆν εἶναι τῇ πόλει τὴν ὅλην φιλοτιμίαν. ὃ δέ γε ἔτι τούτου μεῖζόν ἐστιν, ὅτι καὶ τῶν ξένων τινὲς οὕτω πρὸς αὐτὴν διετέθησαν. λέγεται γὰρ Ἐρεχθεὺς μὲν ἐν τῷ πρὸς Εὔμολπον τούτῳ πολέμῳ τὴν θυγατέρα ὑπὲρ τῆς πόλεως ἐπιδοῦναι,