Orationes 12
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
Ἀριστείδης τῇ βουλῇ καὶ τῷ δήμῳ τῷ Κοτυαέων χαίρειν.
εἰκὸς μὲν ἦν καὶ ἀπὸ πάσης τῆς Ἑλλάδος ὡς ὑμᾶς ἰέναι συναχθεσθησομένους ἐπὶ τοιαύτῃ συμφορᾷ καὶ κοσμήσοντας ἄνδρα τῶν Ἑλλήνων τοσοῦτον πρῶτον· ἐγὼ δʼ οὖν πέμπων καὶ τάττων ἐμαυτὸν εἰς τοὺς οἰκεῖον τὸ συμβεβηκὸς νομίζοντας οὐκ ἄν μοι περιεργάζεσθαι δοκῶ. ὅσα γὰρ νομίζεται κατʼ ἀνθρώπους καλὰ καὶ ἔντιμα ὀνόματα καὶ παισί τε ἡδονὴν ἔχοντα καὶ πρεσβυτέροις αἰδέσιμα, οὐδὲν τούτων ἀνὴρ ἐλλελοιπὼς ἦν ἐμοί. ἀλλὰ καὶ τραφεὶς ὑπʼ ἐκείνῳ καὶ παιδευθεὶς καὶ ὅσων ἡ τύχη παρέσχε μετὰ ταῦτα κοινωνήσας πάντων διὰ σπουδῆς, τροφέα, διδάσκαλον, πατέρα, ἑταῖρον, πάντʼ εἶχον καλεῖν. μέγιστον δʼ ἦν ἡμῖν πρὸς ἀλλήλους ὅτι ἴσον φρονῆσαι ἐπʼ ἀλλήλοις εἴχομεν, ἐγὼ μὲν ἐκείνῳ διδασκάλῳ φιλοτιμούμενος, ὁ δʼ
ἐν οἰκείας δόξης μέρει τὸ καθʼ ἡμᾶς τιθέμενος. ἕως μὲν οὖν ἐξῆν ὡς ἐκεῖνον πέμπειν, ἐποίουν τοῦτο, καί τις ἦν ἡμῖν οὐκ ἄμουσος διατριβὴ περὶ λόγους διὰ γραμμάτων. ἐπειδὴ δʼ οὐκέτʼ ἔξεστιν ἐκείνῳ διαλέγεσθαι καὶ οὐδʼ ἃ πρώην ἔτυχον πέμψας ἀπεδέξατο ταῖς ἡδίσταις ἐμοὶ χερσὶν, ὑπόλοιπον ἦν ὡς ὑμᾶς ἀποστεῖλαι τὴν τῆς πόλεως ἑστίαν ἀντʼ ἐκείνου θέμενον. ἐδόκουν γὰρ οὕτως Ἀλέξανδρόν τε διπλῇ τιμῇ τιμῆσαι, ἅμα μὲν αὐτοῦ μεμνημένος
τὰ πρέποντα, ἅμα δὲ ὑμᾶς οἰκειούμενος διʼ ἐκεῖνον, ὑμῖν τε δὶς ἂν ποιεῖν κεχαρισμένα, δημοσίᾳ τε θαρρῶν ὑμῖν καὶ μεμνημένος ἀνδρὸς οὗ πλεῖστον λόγον ποιεῖσθε· οἶμαι δʼ οὐχ ὑμεῖς μόνον, ἀλλὰ καὶ πάντες ὅσοι καὶ ὁπωσοῦν τελοῦσιν εἰς Ἕλληνας. συμβαίνει δʼ ἐμοὶ τῇ μὲν μνήμῃ πάντων ἐφικνεῖσθαι τῶν ἐκείνου καλῶν, τῷ λόγῳ δὲ ἀπόρως ἔχειν ἐπεξελθεῖν. ἀθρόα γὰρ πάντα ἐπέρχεται, ἃ καθʼ ἕκαστον μὲν εἰπεῖν ἀδύνατον, ἀρχὴν δὲ οὐδὲ πειρᾶσθαι καιρὸν ἔχειν μοι δοκεῖ· ἀπὸ μέρους δʼ εἰ λέγοιμι, δέδοικα μὴ βελτίων ὦ σιωπῶν. ἐκεῖνος γὰρ ἓν μὲν καὶ πρῶτον ἁπάντων μετέθηκε τὸ γιγνόμενον περὶ τοὺς ἐπαίνους. τοσοῦτον γὰρ ἀπέσχε τοῦ διὰ κοινότητα γένους εὐδοκιμεῖν, οἷον ἔθνει προσφεύγων ἢ πόλει, ὥστε παλαιότατον μὲν δή που γενῶν τὸ ὑμέτερον καὶ ἐν τῷ κοινῷ γένει τῶν Φρυγῶν ἡ πόλις αὖ, καθά φασιν, ἡ ὑμετέρα, ὁ δὲ καὶ τῇ πόλει καὶ τῷ γένει σύμπαντι τὴν φιλοτιμίαν αὑτοῦ κατέστησε, καὶ πᾶσιν ὑμῖν οὐ μικρὸν καύχημα πρὸς τοὺς Ἕλληνας ἐκείνου πολίτας εἶναι. διδασκάλοις δὲ χρήσασθαι μὲν λέγεται τοῖς ἀρίστοις, ὑπερβαλόμενος δʼ ὅσον παῖδας ἅπαντας φαίνεται. ἐφαψάμενος δὲ τοῖς χρόνοις τῆς ἡλικίας ἁπάντων τῶν ἐνδοξοτάτων τῶν μὲν ἀρχαιοτάτων μαθητὴς, τῶν δʼ ἐπὶ τούτοις ἁπάντων τῶν μὲν διδάσκαλος, τῶν δὲ συνεργὸς κατέστη. καὶ ὁποίους μέν τινας ἀπειργάσατο ἐροῦσιν ἕτεροι, οἷς δʼ αὖ συνεπαίδευσενοὐδεὶς ἦν ἐκείνων μείζων αὐτοῦ. καὶ μὴν οἱ μὲν ἄλλοι τῶν μεγάλων ὀρεγόμενοι τὰ μικρὰ παριᾶσιν, ὁ δὲ ἀρξάμενος ἐκ τῶν βραχυτάτων ἄχρι τῶν τελεωτάτων διεξῆλθεν, ὥσπερ φασὶ καὶ μυεῖσθαι θεμιτὸν εἶναι τὰ μικρὰ πρῶτον. ἕτεροι δὲ τὰ μὲν ἴχνη καὶ τὰς ἀρχὰς μέχρι πολλοῦ διηρευνήσαντο, μᾶλλον δὲ καὶ κατέτριψαν ἐν τούτοις τὸν ἑαυτῶν βίον, ὧν δὲ ἕνεκα ταῦτα ἐξευρεῖν ἄξιον οἱ μὲν ὅλως οὐκ εἶδον, οἱ δʼ οὐκ ἐφίκοντο, ὡς ἔοικεν· ὁ δʼ ὥσπερ ὁδόν τινα ἐξ ἀρχῆς εἰς τέλος ἠρευνήσατο, οὐδὲν οὐδαμοῦ παριεὶς τῶν σχολῆς καὶ ὁποσηστινοσοῦν ἀξίων. καὶ γάρ τοι κατέστη τοῖς Ἕλλησιν ἀντὶ ταμιείου κοινοῦ· ἦν γὰρ ὅτου τις δέοιτο τῶν εἰς παιδείαν παρʼ ἐκείνου λαμβάνειν, ὥσπερ ἐκ πηγῶν ἀρυόμενον. τὸ δὲ δὴ μέγιστον τῶν ἐκείνου καὶ μάλιστα ἄξιον ἐπισημήνασθαι, ὃ καὶ πρὸς αὐτὸν ἔγωγέ ποτε εἶπον διαλεγόμενος· πάντα γὰρ ὥσπερ λέγω διεξελθὼν τὰ μαθήματα καὶ οὐδὲν ἔσθʼ ὅ τι οὐκ ἀκριβέστερον τῶν ἐφʼ ἑκάστῳ καθημένων, οὔτε τὸ σοβαρώτατον αὑτῷ τῶν ὀνομάτων ἐπεγράψατο, ἀλλʼ ἔμεινεν ἐπὶ τοῦ ἀρχαίου, καὶ τοὺς ἄλλους οὐκ ἀπεστέρει
τῶν διατριβῶν, ἀλλὰ συμπράττων ἑκάστοις ἦν φανερὸς καὶ συναύξων κατὰ δύναμιν ἀεί. καὶ γὰρ οὖν οἱ μὲν ἄλλοι μείζους διὰ τὰς τέχνας γίγνονται, ὁ δὲ καὶ τὴν τέχνην αὐτὴν μείζω τῷ παρʼ ἑαυτοῦ μέρει κατέστησε· πολλαχόθεν γὰρ αὐτὴν ἦρεν, ὥστʼ ἀπʼ ἐκείνου τὸ σχῆμα ἔχειν. τοῖς μὲν γὰρ ἄλλοις ἐξαρκεῖ τῶν καθʼ αὑτοὺς ὑπερσχεῖν, ὁ δὲ συμπάσης ἁπλῶς τῆς τέχνης πρωτεύσας φαίνεται. τῶν γὰρ ἄλλων τῶν ἐνταῦθα παιδείας ταχθέντων τῶν μὲν κρίσεως εὖ σχεῖν δοξάντων, φωνὴν δὲ οὐδένων γενομένων, τῶν δʼ εἰπεῖν μὲν ἐξικνουμένων, τῇ δʼ ἐπιστήμῃ οὐ πολλὰ ὡμιληκότων, τῶν δʼ αὖ πολυμάθειαν ἀσκησάντων, ὑπὸ δʼ αὐτῆς ταύτης εἰς τὰ κρείττω τυφλωθέντων καὶ μεθέντων τὸ βέλτιστον, πάντα δὴ συλλαβὼν εἷς ἀνὴρ εἶχε. καὶ μὴν τό γε φωνῆς οὕτως ἔχοντα μὴ εἰς συγγραφάς τε καὶ τοιοῦτον σχῆμα ἀναχωρῆσαι, ἀλλʼ ἑλέσθαι τὴν τοῖς παλαιοῖς Ἕλλησι διακονίαν, πῶς οὐχὅμοιον τῷ πρὸς τοὺς φοιτῶντας ἀφθόνῳ καὶ ἀφειδεῖ; διὸ τῶν τε μαθημάτων εὐθέως ἐνεπίμπλη καὶ ὅσους ἑώρα βίου δεομένους συστάσεις αὐτοῖς καὶ τάξεις ἐπορίζετο· ὥστε πλείστους δὴ εἷς ἀνὴρ οὗτος παιδεύσας τε καὶ διαδοὺς φαίνεται καὶ γενόμενος ἀκριβῶς τοῖς Ἕλλησιν ἀντʼ οἰκιστοῦ.
εἰκάσαι δὲ ἔξεστι τὸ κατʼ αὐτὸν καὶ ταῖς
μητροπόλεσιν. ἄλλους γὰρ ἄλλοθι τῆς γῆς κατῴκισεν, ἐπʼ ὠφελείᾳ αὐτῶν τε ἐκείνων καὶ τῶν χρωμένων. μόνος δὲ καὶ τὸν Ἡσίοδον ἤλεγξεν ἔργῳ ψευδόμενον ποιήσαντα ὅτι καὶ ἀοιδὸς ἀοιδῷ φθονέει. ἦν γὰρ τῶν ὁμοτέχνων οἷον πατὴρ κοινὸς, καὶ πάντες ἐπʼ ἐκείνῳ πλείους ἐλπίδας εἶχον ἢ ἕκαστος ἑαυτῷ. μόνος δʼ ἰδιώτας τε οὐκ ἤλεγχε καὶ παρὰ τοῖς δεξιοῖς εἰς τὰ πρῶτα ἐθαυμάζετο. καὶ μόνος πλήθει τε καὶ ἀκριβείᾳ μαρτύρων ἐνίκα. ἦν δὲ καὶ τοῖς περὶ τοὺς λόγους φιλοτιμία ἐκείνῳ συγγεγονέναι καὶ τοῖς ἄλλως ἐνδόξοις τε καὶ λαμπροῖς ἀντʼ ἄλλου τινὸς τῶν εἰς τὸ ὑπερέχειν τὸ ἐκείνῳ χρωμένους φαίνεσθαι. ὥστʼ ἦν ἅπασιν ἀσπαστὸς, καὶ ὁπότε μὴ δημοσιεύοι, ἢ παρὰ τοῖς δυνάσταις ἂν ἦν, ἢ ἐν αὐτῷ τῷ βασιλέως οἴκῳ. καὶ μὴν καὶ τὰς μετὰ τῶν βασιλέων διατριβὰς ὥσπερ ὁδῷ τινι χρησάμενος οὕτως ἐποιήσατο, διὰ παντὸς γὰρ τοῦ Ἑλληνικοῦ πρωτεύσας καὶ πεῖραν ἑαυτοῦ παρασχὼν μυρίαν, οὕτως καὶ εἰς βασιλέως αὐλάς τε καὶ ἀκοὰς ἀφίκετο. ἐκ δὲ τούτου ἕτερος παρʼ ἑτέρου παραλαμβάνων αὐτὸν εἶχεν ἀντʼ ἄλλου κόσμου τῶν βασιλικῶν. γενόμενος τοίνυν ἐπʼ ἐξουσίας καὶ δυνάμεως τοσαύτης ὥστε καὶ τροφέως χώραν, οὐχὶ διδασκάλου μόνον τῶν παίδων ἔχειν, τὴν μὲν ἄλλην σωφροσύνην καὶ κοσμιότητα ὅσην παρέσχετο οὐ φαῦλον ἔργον διηγήσασθαι. ἔπραττε δὲ ταυτὸν ὅπερ καὶ περὶ τὰς ἀρχαίας διατριβάς. ἔν τε γὰρ ταῖς διατριβαῖς δυσχεροῦς μὲν οὐδενὸς οὐδενὶ πώποτε τῶν πάντων αἴτιος γενέσθαι λέγεται, ἀγαθοῦ δὲ ἀεί τινος καὶ μαθηταῖς αὐτοῖς καὶ παιδαγωγοῖς αὐτῶν. καὶ γὰρ ἐλευθέρους ἀφεθῆναι καὶἑτέρων τιμῶν τυχεῖν. πλείστοις δὴ πάντων αἴτιος Ἀλέξανδρος ἐγένετο, μάλιστα μὲν οἶμαι τοιούτους παρέχων ἑκάστοις τοὺς παῖδας ὥστε καὶ τοὺς ἀκολουθοῦντας καὶ μετέχοντας τῆς εἰσόδου τῆς παρʼ ἐκεῖνον εὐδοκιμεῖν παρὰ τοῖς ἐπιστήσασιν, ἔπειτα καὶ αὐτὸς ἐκ τοῦ φανεροῦ τὰς τοιαύτας χάριτας ἀντὶ τῶν συνήθων τοῖς ἄλλοις αἰτούμενος.
παραπλήσια δὲ καὶ ἐν τοῖς βασιλικοῖς πράγμασιν· ἐλύπησε μὲν γὰρ οὐδένα πώποτε, ἀγαθὸν δέ τι καὶ συγγενεῖς καὶ φίλους καὶ πατρίδα καὶ πόλεις ἐργαζόμενος διεβίω. μυρία δὲ εὐεργετήσας μυρίους οὐδένα πώποτε τῆς εὐεργεσίας
μισθὸν ᾔτησε, τῆς μέντοι τέχνης οὐκ ᾐσχύνετο λαμβάνων. ἐδόκει γὰρ αὐτῷ λυσιτελεῖν τοῖς νέοις μαθημάτων ἕνεκα τολμᾶν προΐεσθαι, καὶ ταῦτα ὅστις δυνατός· ἐπεὶ τούς γε ἀδυνάτους οὐκ ἠνώχλει, ἀλλὰ καὶ παρʼ αὑτοῦ προστιθέντα αὐτὸν ἴσμεν. οὐ τοίνυν ἀπὸ μὲν τῆς τέχνης καὶ τῶν συνουσιῶν τοσαῦτα ὠφέλει, τὰ δʼ εἰς πράξεις τε καὶ πολιτείαν ἑτέρων ἡττήθη. εἰδείητε δʼ ἂν ὑμεῖς μάλιστα κἀγὼ παρʼ ὑμῶν τινῶν ταῦτα πυνθάνομαι, ὡς ὑμῖν μικροῦ πᾶσαν τὴν πόλιν ἐκ καινῆς ἀνώρθωσεν. οὕτως οὐ μόνον λόγος ἦν τις τὸ ἐκείνου πρᾶγμα· ὃ δὲ τῶν οἰκοδομημάτων πλείονος ἄξιον, ἡ σωφροσύνη καὶ τὸ δίκαιον, ἡγούμενον πάντων ὧν ἐκεῖνος καὶ λέγειν καὶ πράττειν ἠξίου, καὶ τὸ μηδαμοῦ τὴν χρείαν ἐκβαίνειν, ἀλλʼ εἶναι νοῦν ἐχούσας τὰς φιλοτιμίας ἃς ὑμῖν προὐξένει. οὐ μὴν οὐδʼ ἐπὶ τούτῳ προῖκα χρηστὸς ἦν, ἀλλʼ οἱ μέγιστοι τῶν κόσμων ὑμῖν τῆς ἐκείνου μεγαλοψυχίας σημεῖον εἰσίν. ἡγοῦμαι δʼ εἰ καὶ μηδὲν πώποτε ἀνάλωσεν εἰς ὑμᾶς, ἔκ γε τῶν ἄλλων ὧν ἔλεγε καὶ ἔπραττεν ὑπὲρ ὑμῶν εἰκότως ἂν αὐτὸν εὐεργέτην νομίζεσθαι. εἰ δʼ αὖ μηδὲν μὲν ἄλλο μήτʼ εἶπε μήτʼ ἔπραξε, τοσαῦτα δὲ οἴκοθεν εἰσήνεγκεν, εἰκότως ἂν αὐτὸν ἐν πρώτοις εὐδοξεῖν. καὶ μὴν εἰ μήτε ἀπὸ χρημάτων μήτε ἀπὸ τῶν ἄλλων χρήσιμος ὑμῖν ἐγένετο δημοσίᾳ, τό γʼ ἐν τούτῳ καταστῆναι τάξεως αὐτὸν ἐντοῖς Ἕλλησιν εἰκότως ἂν ὑμῖν εἶχε φιλοτιμίαν· ἡ γὰρ ἐκείνου δόξα κοινὴ τῆς πόλεως γεγένηται. μέγα γὰρ καὶ πόλει καὶ ἔθνει ἕνα τὸν πρῶτον παρέχεσθαι. ὑμεῖς δὲ καὶ διαφερόντως ἑτέρων τῆς ἐκείνου τύχης ἀπελαύσατε. οὐδενὶ γὰρ τῶν πάντων οὕτως ὠνομάζετο ἡ πατρίς. ἀλλʼ ὥσπερ οἱ ἄλλοι πατρόθεν ἢ ἀπὸ τῶν ἄλλων πραγμάτων γνωρίζονται, οὕτως ἐκεῖνος μετὰ τῆς πόλεως εὐθὺς ἠκούετο. ἐπεὶ κἀν τοῖς βιβλίοις ἃ διωρθοῦτο τοῦτο ἐγκαταλέλειπται σύμβολον. ἐπὶ γὰρ τῷ Ἀλεξάνδρῳ παράγραμμα ἦν ἡ πατρίς. ὥστε ὁσάκις τις ἐκείνου μέμνηται, τοσαυτάκις ὑμεῖς εὐδοκιμεῖτε. καὶ καθέστηκεν ὑμῶν ἡ πόλις ἐν μητροπόλεως σχήματι τῇ ἀρχαίᾳ Ἑλλάδι. ἀνθʼ ὧν δικαίως τόν τε τάφον κοσμεῖτε καὶ ὡς ἀρχηγέτην καὶ οἰκιστὴν τιμᾶτε τοῖς πᾶσι τὸν ἄνδρα καὶ ψηφίζεσθε, ἃ τοῖς πρώτοις κτίσασι τὴν πόλιν ὑμῶν. ταῦτα γὰρ οὖν μικρόν τί με ὡς ἐπὶ τῇ συμφορᾷ παρεμυθήσατο ἀκούσαντα, καὶ διὰ ταῦτα μάλιστα ἐπιστεῖλαι προήχθην ἀγασθεὶς τῆς γνώμης. αἰσχρὸν γὰρ εἰ Ἀμφιπολῖται μὲν Βρασίδᾳ θύειν ἠξίουν
ὡς ἥρωι καὶ οἰκιστῇ, ὅτι αὐτοὺς Ἀθηναίων ἀπέστησεν, ὑμεῖς δὲ ὃς ὑμᾶς συνέστησεν ἅπασι τοῖς Ἕλλησι, καὶ ὃς δυσχεροῦς μὲν οὐδενὸς οὐδενὶ πώποτε αἴτιος κατέστη, πάντας δὲ ὠφελῶν καὶ λόγῳ καὶ ἔργῳ διετέλεσεν ἀφʼ ὑμῶν ἀρξάμενος τῆς πατρίδος, τοῦτον μὴ ἐμέλλετε ἐν ἀρχηγέτου μοίρᾳ τιμήσειν, κοινοῦ γε τοῖς Ἕλλησιν, ὡς ἐγώ φημι.καὶ μὴν εἰ Ὅμηρον Σμυρναίοις παρασχέσθαι καὶ Παρίοις Ἀρχίλοχον καὶ Βοιωτοῖς Ἡσίοδον καὶ Κείοις δὴ Σιμωνίδην καὶ Στησίχορον Ἱμεραίοις καὶ Θηβαίοις Πίνδαρον καὶ Μυτιληναίοις Σαπφὼ καὶ Ἀλκαῖον καὶ ἑτέροις ἑτέρους τινὰς φέρει φιλοτιμίαν, τὰς γὰρ Ἀθήνας ἐῶ τὰ νῦν, ἦ που καὶ ὑμᾶς μέγα φρονεῖν εἰκὸς ἐπὶ τῷ τούτους ἅπαντας κοσμήσαντι καὶ δείξαντι. οἶμαι γὰρ εἴ τις θεῶν ἔδωκεν αὐτοῖς ἀνάστασιν ἔτι τούτου ζῶντος πάντας ἂν
εἰς ταυτὸν τοὺς ὁμοτέχνους αὐτῶν συναγαγόντας παρὰ τούτου κελεύειν μανθάνειν ἃ χρὴ περὶ αὐτῶν φρονεῖν καὶ λέγειν. ἐγέλων δʼ ἔγωγε ἐπὶ τοῖς τὸν Πλάτωνα προϊσταμένοις καὶ περὶ τοῦτον μόνον φιλοσοφοῦσιν, ὁ δὲ τῷ Πλάτωνι παντὸς ἄλλου μᾶλλον γνώμην ἐμὴν κεχαρισμένος. καὶ τοσοῦτον τοὺς ἄλλους ἐνίκα ποιηταῖς, λογογράφοις,
ἅπασι τοῖς ἄνθεσιν ὅσοις αἱ ὧραι, φασὶ, φύουσι. καὶ μὴν τοῦτό γε οὔθʼ ὑμᾶς λανθάνειν εἰκὸς οὔτε τοὺς ὕστερον ὡς καλὰ μὲν καὶ ἃ γράψας κατέλιπε καὶ βελτίονα τῶν ὁμοφύλων πάντων. ὅμως δὲ μικρὰ ἄττα εἴδωλα τῆς ἐκείνου παιδείας τε καὶ γνώμης. τοσοῦτον ἐνίκα ταῖς συνουσίαις ὥστʼ ἔμοιγε τὸ τοῦ Πλάτωνος αὐτοῦ παρίστασθαι, παιδιὰν εἶναι δοκεῖν τὰ ἐν τοῖς γράμμασι πρὸς τὰς ὁμιλίας αὐτὰς τῶν σοφῶν ἀνδρῶν· ὥστε τοῦτό γε μήποτε οἰηθῇ τις ἐκ τούτων ὄψεσθαι πάντα τὸν Ἀλέξανδρον· καίτοι τὸ τῆς Ὁμηρικῆς συγγραφῆς ἀποχρῶν καὶ ταύτῃ κόσμος εἶναι πολλαχῆ. δοκεῖ δέ μοι καὶ τὸ Αἰσώπου πρᾶγμα κομψὸν μέν τι γενέσθαι καὶ σοφὸν, τῇ δὲ Ἀλεξάνδρου παιδείᾳ παραβαλεῖν παιδιά· ἐπεὶ πόστον μέρος ἦν τῶν Ἀλεξάνδρου τὰ Αἰσώπου σοφὰ, τοσοῦτον τὰ δεύτερα τῶν πρώτων ὑμῖν βελτίω ἐξήνεγκεν ἡ γῆ. θαυμαστὸν δὲ καὶ τοῦτο. μόνῳ γὰρ αὐτῷ τὸ δαιμόνιον πάνθʼ ὁμαλῶς συμμετρησάμενον φαίνεται, σῶμα μὲν κάλλιστον καὶ ἰσχυρότατον καὶ ὑγιεινότατον καὶ γεραρώτατον. οὔκουν ἔμοιγε κριτῇ οὐδεὶς οὕτως ὡραῖος καὶ καλὸς ὡς ἐκεῖνος ἐν μυχῷ τοῦ γήρως. ψυχὴ δὲ ἡμερωτάτη καὶ παντὸς καλοῦ φυὴν μετεσχηκυῖα, παιδεία δὲ εἰς ὑπερβολὴν καὶ δόξα πρὸς ἀξίαν καὶ τιμαὶ παρʼ ἰδιωτῶν καὶ παρὰ βασιλέων παραπλήσιαι κατὰ τὴν ἑκατέρων τάξιν· καὶ κλῆρος οἴκου προϊὼν ἀεὶ καὶ πόνοι μετὰ ῥᾳστώνης καὶ βίου πέρατα μήκιστα, ὡς δʼ εἰπεῖν, πᾶν εἶδος εὐχῆς συνεληλυθὸς, καὶ τὸ δίκαιον θεωρούμενον μετὰ τῆς τύχης.καίτοι πάντα τὸν αὐτὸν λαβεῖν ἐδόκει μέχρι τούτου τῶν ἀδυνάτων εἶναι, ὁ δὲ ἢ τῶν γε δὴ πλείστων ἀνὴρ εἷς τυχὼν φαίνεται. γνοίη δʼ ἄν τις ἐξετάσας ἓν μόνον αὐτοῦ τὸ περὶ τὴν συνουσίαν τὴν πρὸς τοὺς βασιλέας καὶ παραθεὶς τὴν Ἀριστοτέλους πρὸς Φίλιππον καὶ Ἀλέξανδρον γενομένην. ὡς ἡ μὲν ἐκείνου οὐ παντάπασιν ἀναίτιος τοῖς Ἕλλησιν, ἀλλʼ ἐδόκει τοῖς ἀνταγωνισταῖς καὶ τοῖς πολεμίοις συνεῖναι τοῦ κοινοῦ γένους, ἡ δὲ τούτου μετὰ τῆς δυνάμεως τὴν εὐδοξίαν εἶχεν. οὐ γὰρ δυσμενέσι καὶ τοῖς πολεμίοις τῶν Ἑλλήνων, ἀλλʼ εὐεργέταις, οὐδʼ ἐπὶ τῷ κοινῷ κακῷ τῶν ὁμοφύλων συνῆν, ἀλλὰ καὶ πρὸς τῷ μηδὲν ἐναντιοῦσθαι καὶ ὠφελῶν εἴ τι δυνατὸν ἀεὶ τὸν εἰς χρείαν ἐλθόντα τῶν Ἑλλήνων καὶ δημοσίᾳ πᾶσιν ἀντὶ προξένου κοινοῦ καθεστηκώς. τὴν δʼ αὖ Πλάτωνος πρὸς Διονύσιον, ὄντα μὲν δή που τὸν Διονύσιον ὅστις ὤφθη καλῶς ὕστερον ἐν Κορίνθῳ.
ἀλλʼ ἐῶ τοῦτο. ἀλλʼ ὅ γε ἐβουλόμην εἰπεῖν περὶ τῆς ὁμιλίας, ὅτι γενναίαν μὲν, εὐτυχῆ δὲ οὐκ ἔξεστι προσειπεῖν, αὐτῷ δὲ ὑπῆρξεν ἀμφότερα, καὶ βούλεσθαι τὰ βέλτιστα ἀεὶ καὶ τυγχάνειν. καὶ γὰρ οὖν οὐ ῥᾴδιον εὑρεῖν ὁποτέρῳ τῷ γένει μᾶλλον ἀνὴρ τίμιος, πότερα τῷ
Ῥωμαίων, ἢ τῷ Ἑλληνικῷ, οὕτω πολλοῦ τοῖς ἄρχουσιν ἄξιον παρέσχεν ἑαυτόν. ἐν τίσι δὲ ἀνθρώπων οὐκ εἰκὸς ἐκείνου λόγον εἶναι καὶ πάλαι καὶ νῦν; τίνες οὕτως ἐπʼ ἐσχάτοις οἰκοῦσι; τίνες οὕτω τῶν καλῶν ἀναίσθητοι; τίς οὐ δακρύσει τῆς φήμης ἐπελθούσης; καὶ γὰρ εἰ καθʼ ὥραν ὁ θάνατος, ἀλλʼ οὐ τοῖς γε Ἕλλησιν ὡραῖον ἀνδρὸς τοιούτου στερηθῆναι. ἦ που νῦν ἅπασα μὲν ποίησις ἀπήνθηκε, πᾶσα δὲ συγγραφὴ συνέσταλται, πάντα δʼ ὑπολέλοιπε τὸν ἐξηγητὴν καὶ προστάτην οὐκ ἔχοντα, χήρα δʼ ἡ τέχνη. συνέσταλται δʼ ἀναγκαίως μικρὰ μικρῶς τοῖς πολλοῖς. ὃ δέ φησιν Ἀριστοφάνης περὶ Αἰσχύλου σκότον εἶναι τεθνηκότος, τοῦτʼ ἄξιον καὶ περὶ τούτου νῦν εἰπεῖνεἰς παιδείας λόγον. ὦ σχῆμα κάλλιστον. ὦ τῶν Ἑλλήνων πρεσβύτατε. ὦ διὰ βίου θαυμασθείς. ὦ ποθεινὸς μὲν τοῖς ἐντυχοῦσι, ποθεινὸς δὲ τοῖς ἄλλοις ἐντυχεῖν, μακαριστὸς δὲ καὶ τῆς τελευτῆς ἧς πυνθανόμεθα, ὃς οὐκ ἐν νόσοις ἀναλωθεὶς οὐδὲ ὀδύναις πληγεὶς, ἀλλὰ διημερεύσας ἐν τοῖς εἰωθόσιν, ὥσπερ κληθεὶς ὑπὸ τοῦ δαίμονος μεθῆκας ἐπὶ τῷ βιβλίῳ τὴν ψυχὴν, καὶ κατʼ ἐπωνυμίαν ἐτελεύτησας τὸν βίον, ὥσπερ οἵ τι ἄλλο ἐξειργασμένοι διʼ ἀκριβείας εἰς τέλος, ἅπασαν δὴ τὴν πορείαν τοῦ βίου διεξελθὼν καὶ τὰ σαυτοῦ πράξας εἰς τὸ ἔσχατον τῆς δυνάμεως. εἰ δὲ
ἀληθεῖς οἱ Πινδάρου λόγοι καὶ Πλάτωνος καὶ παντὸς τοῦ περὶ Ἀλέξανδρον ἐργαστηρίου καὶ διατριβαί τινές εἰσι τῶν ἐν Ἅιδου, ἦ που νῦν ποιητῶν τε χοροὺς εἰκὸς ἵστασθαι περὶ ἐκεῖνον ἀρχομένων ἀπὸ Ὁμήρου τὴν δεξιὰν προτεινόντων καὶ λογοποιῶν καὶ συγγραφέων καὶ ἁπάντων ὡς αὑτὸν ἑκάστου καλοῦντος καὶ μεθʼ αὑτοῦ σκηνοῦσθαι κελεύοντος, ταινιούντων, ἀναδούντων, καὶ οὐ δή τοι μετὰ κρίσεώς τε καὶ ἀμφισβητήσεως πρὸς ἕτερον, ἀλλʼ ἀπὸ τῆς πρώτης βοῆς· οἶμαι δὲ οὐδὲ καταβήσεσθαι πολλῶν ἐτῶν κεφαλὴν ἀξιόχρεω πρὸς τοῦτον ἀγωνίσασθαι, ἀλλʼ εἶναι διηνεκῆ τὸν θρόνον αὐτοῦ ὡς ἀρίστου κήρυκος τῶν Ἑλλήνων καὶ προηγητοῦ. μηδεὶς δʼ ὑμῶν νεμεσήσῃ, εἰ μεταξὺ γράφων πρὸς ὑμᾶς ταῦτα ἀπεφθεγξάμην, ἐπεὶ καὶ αὐτῆς τῆς ἐπιστολῆς αἴτιον τὸ βούλεσθαι περὶ ἐκείνου καὶ ἀκούειν καὶ λέγειν. οὐ μὴν οὐδὲ δάκνεσθαί γε ἐπὶ τῷ ἀνδρὶ ἔγκλημα, οὐδʼ εἰ τηλικοῦτος ὢν οἴχεται· μάλιστα μὲν γὰρ οὐ τὰ νεώτατα εἰκὸς ἀσπάζεσθαι, ἀλλὰ τὰ σπουδαιότατα. ἔπειτα καὶ ἡ ζημία τοσούτῳ μείζων ὅσῳ μεῖζον καὶ σπανιώτερον τὸ ἕρμαιον ἄνδρα ἐν τούτῳ γήρως ἰδεῖν οὕτω τοῖς πᾶσι πράττοντα, καὶ διὰ πάντων σώζοντα τὴν ἕξιν ὑγιείας, μνήμης, συνέσεως, φαιδρότητος,τῶν ἄλλων. πολὺ γὰρ μᾶλλον ἔτι ζῶντος εἰκὸς ἀγωνιᾶσαι μή ποτε ἀπαλλαγείη καὶ προσορᾶν, ἕως ἐνῆν, ὥσπερ ἄλλο τι ἀγαπητὸν ἢ τελευτήσαντος τὴν ἡλικίαν ὑπολογίζεσθαι. ἀλλὰ ταῦτα μὲν οὐ δέος μή τις ὑμῶν ἐπιτιμήσῃ, οὓς ἅπαν ἀκούω καὶ ποιεῖν καὶ λέγειν. ἐπιστρέψω δὲ πρὸς ὑμᾶς αὖθις τῷ λόγῳ, βραχέα δʼ ἔσται τὰ λοιπά. φημὶ γὰρ ὑμᾶς τοῖς τε ἄλλοις ἅπασι δικαίως ἐκεῖνον τιμᾶν καὶ τῶν οἰκείων αὐτοῦ μεμνημένους ὀρθότατα ποιεῖν καὶ προσήκοντα τῇ πάσῃ γνώμῃ, γυναῖκα μὲν τὴν ἐκείνου καθάπερ τινὰ ἱερὰν νομίζοντας καὶ ἀγαθοῦ τινος δαίμονος λῆξιν, εἰ θέμις εἰπεῖν, συγγενεῖς δὲ τοὺς ἐκείνου
κάλλιστα ὑπομνήματα ἐκείνου νομίζοντας, παῖδας δὲ τοὺς μὲν πρεσβυτέρους διʼ αἰδοῦς ἁπάσης ἄγοντας, τὸν δὲ νεώτατον ἐκτρέφοντας τέως προθυμότατα καὶ ἐπιτροπεύοντας δημοσίᾳ.συμβέβηκε δὲ αὐτῷ πάθος οὐ φαυλότατον· πλείστους γὰρ Ἑλλήνων παιδεύσας ὁ πατὴρ αὐτοῦ καὶ παῖδάς τε ὧν ἐπαίδευσε παιδεῦσαι ἐφικόμενος τὸν υἱὸν οὐκ ἐξίκετο τὸν αὑτοῦ, ἀλλʼ ἑτέρου δεῖται διδασκάλου ὁ τοῦ κοινοῦ τῶν Ἑλλήνων. ὑμεῖς δὲ καὶ ταύτην τὴν συμφορὰν καὶ πᾶσαν τὴν περὶ τὸ συμβεβηκὸς δυσχέρειαν ἀνασώσασθε, ὡς ἐν πατέρων μοίρᾳ προεστῶτες, συνελόντι δʼ εἰπεῖν τὴν ἑστίαν τὴν Ἀλεξάνδρου δημοσίαν ὑμῶν νομίζοντες· παρακελεύσασθαι δέ μοι ταῦτα ἀναγκαῖον, ὅπερ γε καὶ ἐν ἀρχῇ τῆς ἐπιστολῆς εἶπον, ἢ ὅ τι βούλεσθε καλεῖν τὸ βιβλίον, πολλαχῆ μοι τἀκείνου προσῆκεν· ἐπεὶ καὶ τῆς φιλίας ἣν ἐφίλουν ἐκεῖνον πρέποντας τοὺς καρποὺς ἐκομιζόμην· οὗτοι δʼ ἦσαν οὐχ ἧττον φιλοῦντα ἐφίλουν, ἔδειξε δὲ χωρὶς τῶν ἄλλων καὶ οἷς ὅτε ἐνόσουν ἐν Ῥώμῃ ἔπραξεν, οὐδὲν ὅ τι οὐ γιγνόμενος τῶν εἰς σωτηρίαν ἔμοιγε, καὶ τοῦ γε εἰς τὴν οἰκείαν σωθῆναι μετὰ
τοὺς θεοὺς αὐτὸς αἰτιώτατος κατέστη. καὶ μὴν τά γε ὕστερον τί τις ἂν λέγοι; ἠνίασε δέ με καὶ ἡ παράκλησις αὐτοῦ, μυρία γὰρ δὴ ἐπὶ μυρίοις καὶ αὐτὸς παρὼν καὶ διὰ γραμμάτων ὕστερον ᾔτει με τῶν συγγραμμάτων τῶν ἐμῶν ἀναθεῖναι μετὰ τῶν ἄλλων βιβλίων ὑμῖν, ἐπαγγελλόμενος τάξιν αὐτοῖς τὴν πρώτην. ἐγὼ δʼ ἔτι ἐπισκέψασθαι αὐτὰ χρῄζων οὐκ εἶχον ὑπακοῦσαι. οὕτως οὔτε ἀνέγραψεν Ἀλέξανδρος βιβλία ἡμέτερα οὔτε ἔγνω τὰ
πλείω. ἀλλὰ μὴν τήν γε ψῆφον ἣν ἤνεγκεν ἀεὶ περὶ τῶν λόγων τῶν ἡμετέρων, φθόνου μὲν οὐκ οἶδα εἰ κρείττω, μείζω δὲ ὑπερβολῆς ἤνεγκεν· ἃ πάντα καὶ μεμνῆσθαί με ἐκείνου καὶ συμφορὰν οὐ φαύλην ἄγειν τὸ συμβεβηκὸς ποιεῖ, καὶ προσέτι μὴ δοκεῖν πολυπραγμονεῖν πρὸς ὑμᾶς νυνὶ διαλεγόμενον. ἐβουλόμην δʼ ἂν καὶ τὸ σῶμα βέλτιον ἔχειν μοι τῶν τε ἄλλων ἕνεκα καὶ ὅπως κἀμοί τι ἔχοιτε χρῆσθαι· ὡς ἐγὼ τοὺς ἐκείνῳ προσήκοντας ἴσον ἐμαυτῷ προσήκειν ὑπολαμβάνω.