Orationes 10
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ὅσα μὲν δὴ θεοῖς γενεθλίοις τε καὶ πατρῴοις καὶ πρό γε τούτων καὶ μετὰ τούτους τῷ σωτῆρι καὶ τοῦ βίου καθηγεμόνι καὶ πᾶν ὅ τι ἂν εἴποι τις εἰκότα ἦν ἀφʼ ἑστίας
ἀρξάμενα κατηῦκται πρεπόντως· οἷς δʼ ἄν τις ἀγήλαι τήνδε τὴν ἡμέραν πρεσβεύων γε δὴ τὸν νόμον, ὃς ἐπὶ τούτοις νενίκηκεν, ἐκπληροῦται τὰ νῦν εἰς δύναμιν, πάντων πᾶσαν προθυμίαν εἰσφερομένων. ὥστʼ οὐ μικρῷ τῷ παρεῖναι τεκμήρασθαι πρὸς εὐθυμίας ὁπόσον οὐκ ἰδίᾳ μόνον, ἀλλὰ καὶ δημοσίᾳ τὸ σχῆμα τῆς πόλεως ἐπιδέδωκεν, ὥσπερ αἴσθησιν ἀθρόαν νῦν γε δὴ μάλιστα λαβούσης, ὅσῳ παραλλάττει τὰς λοιπὰς εὐδαιμονίᾳ, καθάπερ πᾶσιν οἷς ἐκρίθη πρωτεύειν δικαίοις καὶ τὴν τοῦδε γένεσιν ἔχουσα προσθεῖναι. μάλιστα μὲν γὰρ κἀκείνων ἑκάστη, λέγω δʼ ὧν τις καὶ λόγος ἐστὶ καὶ μέγα τοὔνομα, οὐκ ἀπέχονται μὴ οὐ πολίτην τιθέναι καὶ τῷ προσρήματι τούτῳ καλεῖν, ὅπου γε καὶ προστάτην ἀτεχνῶς ὥσπερ τινὲς μητέρες ἀντιποιούμεναι παιδὸς, οἷον δὴ πάρεστιν ὁρᾶν τοῦτον, τὸ μὲν εἶναι μητρὶ διδοῦσαι τῇ φύσει λαχούσῃ, τὸ κεκλῆσθαι δὲ αὐτὰς οὐκ ἀφαιρούμεναι. ὅσῳ δʼ ἐκείνας ἥδʼ ἡ πόλις θεᾶται τῇ γνώμῃ τὴν φύσιν παρελθεῖν βιαζομένας, διπλασιάζει τὸ φίλτρον. ὥστʼ ἀγαθὴν μὲν τὴν ἔριν ταύτην μόνην μάλιστα καθʼ Ἡσίοδον προσειπεῖν ἐξεῖναι, νικᾶν δὲ ἀναμφισβητήτως ταύτην, ἐφʼ ἧς αἵ τε θυσίαι γίγνονται νῦν καὶ οἱ λόγοι· ἐπεὶ καὶ τοὺς λόγους ἥδε σοι δίδωσιν, ὦ φίλτατε παίδων, οὐ τουτουσὶ μόνον, ἀλλὰ καὶ τοὺς ἐπὶ τῆς ἡμέρας ἑκάστης. ἐμὲ μέν γε σώσας θεὸς ἐκ τῶν ἐσχάτων τῇ πόλει δέδωκε· σὺ δʼ ὅτου τυγχάνεις ἐξ ἐμοῦ, παρὰ τῆς λαβούσης διδούσης ἔχεις· ὥσθʼ ὁμοῦ σοι καὶ μητέρα τὴν πόλιν ἐξεῖναι καλεῖν καὶ φάσκειν ἐπὶ τῆςαὐτῆς γνησίως τετράφθαι. τοῦτο δʼ οὐ μικρόν ἐστιν εἰς τὸν τοῦ καλοῦ λόγον οἶμαι σοί τε καὶ ταύτῃ· σοὶ μέν γε, εἰ μὴ τὴν πατρίδα ἀτιμάσας ὡς οὐκ ἂν γενναίᾳ ψυχῇ πρὸς ἄσκησιν ἀρετῆς καὶ παιδείαν ἀρκέσουσαν ξένην εἵλου θεραπεύειν ἑστίαν, τῇ δʼ ὑπάρχει φιλοτιμεῖσθαι δήπουθεν οὐδενὸς ἧττον, ὅτι σὲ μὴ μόνον ἐνεγκεῖν ηὐτύχησεν, ἀλλὰ καὶ προϊόντα ἤδη τὴν ἡλικίαν παρʼ αὑτῇ κατέσχεν, ἔτι καὶ τῇ περὶ λόγους καὶ σοφίαν σπουδῇ μετὰ τῶν ἄλλων ὧν ἔχει καλῶν σὺν ἐκείναις ἢ πρό γʼ ἐκείνων νικᾶν κριθεῖσα. ταῦτά τοι καὶ τῶν ἄθλων τῶν ἐπὶ τούτοις τῶν μὲν ἐγγύς ἐστι τοῦ τυχεῖν ἐλπίσι χρησταῖς, τὰ δʼ ἤδη κεκάρπωται παρὰ τοῦ σοῦ γένους· ἐπεὶ καὶ τοῦτʼ οὐ μικρόν ἐστιν, οἶμαι, πρὸς ἀλλήλους ὑμῖν, τὸ μὴ σὲ φῦναι μόνον αὐτὸν ἐπὶ ταυτησὶ τῆς πόλεως λέγω, προγόνους δʼ ἀλλαχόθεν ἀριθμεῖν ἔχειν, ἀλλʼ ἄνωθεν ἀρξαμένην διαδοχὴν, ὅθεν οὐδʼ εὑρεῖν ἦν ἂν διὰ χρόνου μῆκος, εἰ μὴ προέκειτο ἡ λαμπρότης, μέχρι σοῦ προχωρῆσαι, διὰ σοῦ πλήρη
τὸν αἰῶνα τὸν ἑξῆς ἀναμένουσαν. ἀπὸ γάρ τοι Κοδράτου, δῆλον δʼ ἐστὶν, οἶμαι, καὶ φθεγξαμένου πᾶσιν ὁμοίως τοὔνομα, ἔξεστιν ἀριθμῷ κατιόντι τὸ γένος εἰς τοῦτον ὁρᾶν ἅπαν καθαρόν τε καὶ γνήσιον τῆσδε τῆς γῆς βλάστημα, ποιητὴς ἂν εἴποι, καὶ μάλʼ ἐπανθοῦν ἑαυτῷ καὶ μᾶλλον ἀνθῆσον, ὥσπερ ἀρχόμενον ἀεὶ καὶ μηδέποτε λῆγον, ἔστʼ ἂν ἡ τρέφουσα γῆ τουτονὶ τὸν καρπὸν ἀθάνατος μένῃ. κἄμοιγε κἀκεῖνο ἔπεισι θεωρεῖν πλεονέκτημα τοῦ γένους, ἀρτίως γάρ με εἰσῆλθε, τὸ μὲν γὰρ γνησίους πολίτας τοὺς ἀρχηγέτας ἔχειν εἰπεῖν κοινόν ἐστʼ ἴσως καὶ πρὸς ἑτέρους ἀγαθὸν, τὸ δʼ ἀπὸ τοῦ Κοδράτου γεγονέναι χωρὶς τῶν ἄλλων τῶν ἐκείνῳ προσόντων ἀναστρέφει πρὸς τοὺς λοιποὺς τὸ πλεονέκτημα. τοῖς μέν γε αὐτὸ τοῦτο ὑπάρχει φιλοτιμεῖσθαι τὸ πολίτας εἶναι, καὶ τοῦτʼ ἐστὶν αὐτοῖς τὸ μέγιστον, ὥσπερ οὖν ἔστιν· ὁ δʼ ὑπὸ τοῦ θεοῦ κληθεὶς ὡς ἀναληψόμενος τὴν πόλιν ὑπὸχρόνου κεκμηκυῖαν αὐτὸ τοῦτο ὅπερ ἐστὶν ἐποίησεν, ὥστʼ εἶναι λοιπὸν τὰ μὲν ἄλλα γένη τῆς πόλεως φάσκειν, τοῦδε δὲ τοῦ γένους τὴν πόλιν, καίτοι τοῦτό γε οὐκ ἐμὸς ὁ
λόγος, ἀλλʼ ἡ πόλις αὐτὴ συνομολογεῖ καὶ κέκραγεν ἐν τοῖς βουλευτηρίοις, ἐν τοῖς θεάτροις, ἐν ταῖς ἐκκλησίαις, ἐν ᾧ μέρει καὶ φήσαις, ἐπεὶ καὶ πᾶν ὑπʼ ἐκείνου κεκόσμηται.τούτων δὲ οὕτως ἐχόντων, ὅσα μὲν ἔκγονοί τε καὶ παῖδες ἐκείνου καὶ παίδων παῖδες, τοῦτο δὴ τὸ ποιητικὸν, τὴν Ῥωμαίων ἑλόμενοι πολιτείαν λαμπροὶ λαμπρῶς διῆλθον ὀρθῶς ἄν μοι δοκῶ ποιῆσαι παραλιπών. μικρῶν μέν γε ὄντων ἐμέμνητʼ ἄν τις ἀεὶ τὸ προστυχὸν τῷ λόγῳ σεμνύνων, μεγάλων δʼ ὄντων, οὐ μὲν οὖν ἐχόντων ὑπερβολὴν ὥστʼ ἔργον εἶναι μέρους μνησθέντα διελθεῖν ἀξίως
μὴ σύν τινι λαμπρᾷ τύχῃ τοῦ λόγου, τί ἄν τις τά γʼ ἐν χερσὶν ἐγκαταλιπὼν, ἃ μηδʼ αὐτὰ μικρὰ, εἰ μὴ καὶ μείζω τῶν ἀρχαίων ἐκείνων ὄντα, εὐχῆς προσδεῖται, περὶ τοῦ παντὸς ἔτι πρὸς τοῖς προκειμένοις ἀποκινδυνεύοι; κράτιστον δʼ ἂν εἴη τοὺς διὰ μέσου προγόνους τοῦ πάντʼ ἀρίστου παιδὸς ἀφέντα τῶν γʼ ἐν ὀφθαλμοῖς τρόπον τινὰ ὄντων μνησθῆναι βραχέα, καὶ τούτων ὅσα γε πρὸς τὸν παρόντα τείνει λόγον. ὑποβάλλει δʼ αὐτὸ τοὔνομα τοῦ παιδὸς, ὥστʼ οἴκοθεν οἴκαδε γένους τε ὁμοίως καὶ λόγου τὴν ἀρχὴν δίδωσι. γενναῖος μὲν δὴ καὶ καλὸς κἀγαθὸς καὶ πᾶσαν μετελθὼν ἀρετὴν, ὅσην ἀνθρώπων ἡ φύσις ἠξίωσε τῶν ὀνομάτων τούτων, εἶτα γενόμενος πατὴρ τοῦδε τοῦ παιδὸς ὁ Φρόντων, περὶ οὗ τί ἂν λέγοιμεν, προληψομένων ἅ τις ἂν εἴποι τῶν ἀκροωμένων, ἅτʼ οἶμαι μὴ πάλαι μεταστάντος τἀνδρὸς εἰς τὴν καλλίω τε καὶ θεοφιλεστέραν λῆξιν, πλὴν εἴ τις Ὁμηρικῶς βραχείᾳ προσρήσει τὸ πᾶν δηλώσειεν εἰπὼναἵματος εἶς ἀγαθοῖο φίλον τέκος.ἀλλʼ ὁ τοῦ πατρὸς αὐτῷ πατὴρ, τούτῳ δὲ ὁμώνυμος Ἀπελλᾶς ἐκεῖνος, ἀρχὴν γὰρ οἶμαι ταύτην μικρῷ πρόσθεν
ὁ λόγος ἐνεδίδου, ποῖός τις ἡμῖν; τῶν μὲν ἄλλων οὐδὲν εἴποιμʼ ἂν τῶν ᾀδομένων εἰς μέσον, οὐκ ἀνδρείαν, οὐ μεγαλοψυχίαν, οὐχ ὅσων ἐθνῶν ἐπῆρξεν, οὐδʼ ὅσας τιμὰς ἐκ βασιλέων ἐκαρπώσατο, τούτων οὐδέν· ταῦτα μὲν γὰρ εὔξασθαι δεῖ ποτʼ εἰπεῖν περὶ τοῦδε τοῦ νῦν ὄντος ἡμῖν, καὶ χρηστάς γʼ ἔχειν ἐλπίδας ὡς πατρὸς ἀμείνων οὐ μόνον οὗτός γε, ἀλλὰ καὶ πάππου, προσθήσω δʼ ὅτι καὶ τῶν λοιπῶν προγόνων καθεστήξει, δοκοῦν τοῖς τε ἄλλοις θεοῖς καὶ τῷ Παιῶνι. ἀλλʼ ὃ κοινὸν ἤδη θεωρῶ τούτῳ τε κἀκείνῳ καθάπερ τοὔνομα, τούτου μοι μνησθῆναι δοκῶ τὰ νῦν ἐν καιρῷ, καὶ μάλʼ ἀρχόμενος τοῦ λόγου τὸ πρόσω περαίνειν, ὑπερβῆναί θʼ ὑπὸ περιττῆς ἡδονῆς οὐκ ἔχων. ἀτὰρ, ὦ δέσποτʼ Ἀσκληπιὲ, μικρῷ μέν σε πρόσθεν ἐπὶ ταῖς εὐχαῖς ἐκάλουν, παρείης δʼ ἐπὶ παντὶ, καὶ μάλιστʼ ἐπὶ τοῖς νυνὶ λεγομένοις. ὦ δέσποτα, σὸν ἦν ἔργον ἄρα καὶ τοῦτο καὶ τῆς σῆς χάριτος σόφισμα. πρότερον μὲν γὰρ τὸν Ἀπελλᾶν ἐκεῖνον οὕτω σφόδρʼ ἐποιήσω φίλον ὥστʼ οὔτʼ ἀναπαυομένου σύ γε καὶ καθεύδοντος ἠμέλεις οὔτʼ ἐγρηγορότος καὶ πονοῦντος ἀφίστασο, ἀλλʼ ἡμέρα τε καὶ νὺξ ἐποίει ταυτὸν πάντα τρόπον ἐκ μέσου φασὶ πυρὸς τὸν ἄνδρα σώζειν· τίνα δʼ οὐκ ἂν οὗτός γε καὶ ἐκ πυρὸς αἰθομένοιο βουληθεὶς ἀναρπάσειεν, ὅπου γε καὶ πυρὶ
σώσειεν ἂν, εἰ τοῦτο βούλοιτο; νυνὶ δʼ, ὡς ἔοικεν, ἡμῖν ἕτερον ἀντʼ αὐτοῦ τὸν θεράποντα σεαυτῷ τρέφεις, ὥσθʼ ὁμοῦ τοὔνομα τοῦ πάππου καὶ τὴν ἐκ σοῦ τιμὴν αὐτὸν διαδέχεσθαι. καίτοι δοκῶ σέ τʼ ἂν φιλονεικῆσαι τῷ πατρὶ τῷ σῷ κἀμαυτὸν Ὁμήρῳ κατὰ τοῦτο· σοί τε γὰρ ἄμεινον τῷ παντὶ τοῦ Δηλίου παρὰ τοῖς βωμοῖς βλαστάνει τὸ φυτὸν, ἐμοί τʼ ἔξεστιν αὐτὸ φῆσαι σόν γʼ εἶναι φυτὸν, ἀλλʼ οὐχ ἑτέρῳ καθάπερ ἐκεῖνος ἀπεικάσαι. πῶς δʼ οὐχὶ τοῦ σωτῆρος αὐτοῦ τὸ πρέμνον, καὶ μάλʼ ἐν ἀκηράτοις Χαρίτων κήποις, ἐξ οὗ τῆς μακαρίας προῆλθε γαστρὸς ἐκτρεφόμενον· ἔξεστι δʼ οὐ μόνον αὐτὸ ταῖς ῥίζαις τοῦ γένους,αἳ δὴ προείρηνται, ἀλλὰ καὶ τοῖς ἐπανθοῦσιν αὐτῷ κατὰ ταυτηνὶ τὴν ἡλικίαν συμβαλεῖν καὶ μάλʼ ἐναργῶς, κἀκ τῶν εἰς ψυχὴν κἀκ τῶν εἰς σῶμα φερόντων οὑτωσὶ διελόμενον. τὸ μέν γε τῆς ψυχῆς πρᾶον φθάνει τὴν ἀκμὴν τῆς ἡλικίας σπεῦδον εἰς τὸ γῆρας, οὐ μὴν κεκμηκυῖα προσέοικεν ἡ πραότης, οἵαν ἐνειργάσαντο πολλοῖς αἱ κατὰ τὸν βίον ἀνάγκαι, συνηβᾷ δὲ ἀνακεκραμένη πρέποντι φρονήματι. θεωρείτω δʼ ἀπὸ τῆς βολῆς τῶν ὀμμάτων, εἴ τις ἀπολέλειπται τοῦ μαθεῖν ἔργῳ τὸ λεγόμενον· οὔτε γὰρ ἐπανεστᾶσιν ἀτενεῖς οὔτε ὕπνῳ δή τινι καθῃρημένοις ἐοίκασιν ὑπὸ ταπεινότητος, ἀλλʼ ἡσυχῆ σεμνότης ἥμερος ἐνείρει τὸ βλέμμα. χάρις τοίνυν, ἡ παισὶν ἐκ θεῶν δῶρον προτεθεῖσα καθάπερ ἔκ τινος ὁμολογίας, οὔ τί που γυμνὴ κατὰ τοὺς ζωγράφους, ἀλλʼ αἰδῶ πολλὴν ἐπαμφιασαμένη πᾶσι τοῖς μέρεσιν ἐντέτηκεν. οὐκοῦν οὔτε ἐμειδίασεν ἄλλος σὺν Ἀφροδίτῃ τοσαύτῃ οὔτε μὴν ἔστησεν ἐρυθήματι
κινούμενον ἤδη τὸν γέλωτα. οὐ τοίνυν οὔτε τὸ θυμοειδὲς αὐτὸν ἐπιλέλοιπεν, ᾧ τεκμήραιτʼ ἄν τις τὴν ἀρρένων φύσιν, οὐδέ γε εἰς ἀγρίαν καὶ θηριώδη ταύτην ἐρεθιζόμενον ἐπεξῆκται· δείγματα δʼ ἀμφοῖν τούτων αὐτὸς παρέσχηται, νῦν μὲν τῷ προσώπῳ τὴν κίνησιν τῆς ψυχῆς ἐπίδηλος ὢν, νῦν δὲ ἀτρέμα πείθων αὐτὴν ἡσυχάσαι καὶ γαλήνην ἱστάς. πειθὼ δʼ ἐν ταῖς σπουδαῖς καὶ παιδιαῖς τίς ἂν ἀπὸ τῶν τούτου χειλῶν ἀναστήσειεν οὐ φθεγξαμένου μόνον, ἀλλὰ καὶ σιωπῶντος; οὔτε γὰρ εἰπὼν ἄν τις ἐντρέψειεν οὕτως ὡς οὗτος ὃ βούλεται τῇ σιωπῇ προδείξας οὔτʼ ἂν ὁ Νέστωρ ἔτι δόξειεν ἂν, γέρων γε ὢν ἐκεῖνος, ἐοικότα φθέγγεσθαι μέλιτι παρὰ τοῦτον ἐξετασθείς. συνελόντι δʼ οὔποτε σπουδάζει δίχα φαιδρότητος, ἀλλὰ πᾶν, κἂν ᾖ χαλεπὸν, οὐκ ἔστιν ἑορτῆς ἄνευ πραχθῆναι, τό τε ἐν τῷ μέρει τερπνὸν αὐτῷ σπουδῆς οὐκ ἀπήλλακται. εἰ δὲὀρθῶς ἡμῖν ὁ τοῦ Πλάτωνος ἐπικελεύει λόγος, χρὴ δὲ οἴεσθαι τοῦθʼ οὕτως ἔχειν, ὥστε ἐν ταῖς παιδιαῖς τῶν μαθημάτων ὅσα ἀναγκαῖα προμεμαθηκέναι προμανθάνειν, οἷον τέκτονα μετρεῖν ἢ σταθμᾶσθαι, καὶ πολεμικὸν ἱππεύειν παίζοντα, ἤ τι τῶν τοιούτων ἄλλο ποιοῦντα, καὶ πειρᾶσθαι διὰ τῶν παιδιῶν ἐκεῖσε τρέπειν τὰς ἡδονὰς καὶ ἐπιθυμίας τῶν παίδων οἷ ἀφικομένους δεῖ τέλος ἔχειν, τοῦτʼ εἰ δεῖ φῆσαι καλῶς ἔχειν τῷ Πλάτωνι, καὶ γάρ πως ἔτυχον αὐτῶν ἀπομνημονεύσας, οὔτʼ ἀφελὼν οὐδὲν οὔτε προσθεὶς, τίς ἂν ἡμῖν ἐκ τῆς ἄλλης τῶν παίδων συμμορίας τούτῳ παράλληλος, ᾧ γε ἵππων μὲν ἅμιλλαι καὶ κυνῶν ἀσκήσεις ἀφεῖνται, τοσούτου δεῖ τι τῶν
χειρόνων νοσεῖν ἢ κατὰ ταῦτα ἐν οἷς ὅ τε νῦν βίος ἐστὶν αὐτῷ καὶ ὁ λοιπὸς μέλλει γενήσεσθαι· λέγω δʼ ἀγῶνες παίδων οἱ κατὰ τὰς παλαίστρας καὶ λόγων ἅμιλλαι· προϊὼν δʼ ἤδη τῇ παιδιᾷ μαντεύεται τὸ μέλλον ἀτεχνῶς τὴν ἑαυτοῦ τύχην γυμνάζων, καὶ δικαστὴς ἤδη κάθηται, πάντως δʼ οὐκ ἠγνόηκεν ἡ φύσις τὴν διὰ τῆς παιδιᾶς ὁδὸν ἐπὶ τὴν ἀληθῆ τύχην. καὶ τούτῳ γε οὐκ ἄν τις ἐπιτιμήσειεν ὡς ἀδίκως δικάσαντι, καθάπερ τῷ Κύρῳ φασὶ τὸν διδάσκαλον τῆς δικαιοσύνης, ἐπεὶ καὶ Κύρου τὴν δικαστικήν ἐστι σοφώτερος, παρʼ οὐδενὸς αὐτὴν ἐκμαθών. τοιοῦτόν ἐστι καθαρὰ φύσις, ἐξ ἀκηράτου γε τοῦ κηροῦ πλασθεῖσα κατὰ τὸν Πλάτωνα, μέσην ὑγροῦ τε καὶ μαλθακοῦ καὶ τοῦ σκληροῦ καὶ λιθώδους τὴν πλάσιν ἔχουσα. τί δʼ ἂν εἴποις ὅταν εἰς θεὸν ἡγεμόνα τοῦ παντὸς ἀναφέρῃ καὶ θεὸν, ᾧ μέλειν ἐκ προγόνων αὐτῶν ἐδόθη πρέπων γε πατέρων ἀγαθῶν ἀγαθὸς διάδοχος ἔκγονός τε καὶ παῖς καὶ πᾶν ὅσον προσειπεῖν ἔξεστιν. ὦ τρὶς ἐκεῖνοι καὶ πολλάκις εὐδαίμονες, οἳ τὴν μόνην τῷ γένει τῷ τῶν ἀνθρώπων ἀποδοθεῖσαν ἀθανασίαν ἐν σοὶ καρπούμενοι, καὶ μετὰ τῆς μνήμης τῆς ἑαυτῶν κλῆρόν σοι μεγαλοπρεπέστερον τῶν ὑπό τε γῆν καὶ περὶ γῆν θησαυρῶν καταλιπόντες τὴν ἑαυτῶν δόξαν, ἧς ἐπιβιβάζει σε τὰ νῦν ἀσφαλῶς θεὸς αὐτὸς ἐπιστὰς αὐτὸν αἰτήσαςὅσον αὐτός τε ἐβούλετο καὶ τοῦ γένους ἡ πρόσθεν ἀπῄτει τάξις. οἷα γὰρ οἷα ταυτηνὶ τὴν μακαρίαν ἡμέραν καὶ θεοῖς κεχαρισμένην ἑτέρα μετʼ οὐ πολὺ διαδέξεται, δυοῖν ἀρχαῖν ἔτους ἑνὸς εἰς ταυτὸν συνιουσῶν· ἥ τε γὰρ παροῦσά σοι τῆς γενέσεως ἀρχὴ μέγιστον ἀγαθὸν ἐπάγουσα τὸν ἐνιαυτὸν ἐξ ἀρχῆς εἰς τέλος, ἥ τε αὐτίκα διαδεξομένη ταύτην ἑτέρα πάλιν ἀρχὴ, καὶ ταῦθʼ ἑνὸς ὄντος ἔτους καὶ ταὐτοῦ, καθέστηκε, τὸ πατρῷόν σοι προγονικὸν ἐπὶ χρηστῇ τύχῃ τροφεῖον ἀποδιδοῦσα. καί μοι δοκεῖ προλαβὼν ὁ θεὸς τὴν ἐπὶ παίδων νενομισμένην τιμὴν ἐπὶ τοῖς
τῶν ἱερῶν Ἀσκληπείων ἄθλοις ἀποδοῦναί σοι πατρόθεν, ὡς πολλάκις εἴρηται, καὶ τῶν ἄνωθεν πρὸς τοῦ πατρὸς εἰς σὲ καθηκουσῶν, ὥσθʼ ἅμα τε πεπληρωκέναι πᾶν ὅσον ἦν θέμις καὶ μεταβαίνοντα λοιπὸν ἐκ παίδων εἰς ἄνδρας, ᾗπερ οὖν ὁ βασίλειος τάττει νόμος, ἀποδεδόσθαι λοιπὸν ἤδη ταῖς ἐκ τοῦ βασιλέως εἰς σὲ τιμαῖς, ἃς τοῖς τηλικούτοις ἀνδρουμένοις ἤδη νέμει. πάντως οὐ πόρρω μαντικῆς ἡμῖν ἐστιν Ἀπόλλων, ὅσον χρησταὶ μὲν ἐλπίδες ἐκεῖναι, χρησταὶ δὲ αἱ νῦν εἰς ὀφθαλμοὺς ἡμῖν αὐτίκα ἥξουσαι. ἐγὼ μέν γε ἤδη τινὸς κουφότητος αἰσθάνεσθαί μοι δοκῶ, καθάπερ Διομήδης Ὁμήρῳ πεποίηται πρὸς τῆς Ἀθηνᾶς ἐλαφρός τε ὁμοῦ τὰ μέλη καὶ καθαρὸς τὰς ὄψεις, καὶ κατέχειν ἐμαυτὸν ὑπʼ εὐφροσύνης οὐκ ἔχω. καλοὶ μὲν γὰρ καὶ κοσμεῖν ἴσως ἁρμόττοντες καὶ οἱ παρελθόντες ἤδη σοι τῆς γενέσεως ἐνιαυτοὶ δηλοῦν ἅπαντα τὰ σοὶ προσόντα, πολὺ δέ μοι δοκεῖ καλλίων ἐκείνων ὅδε ὁ νυνὶ παρὼν εἶναι, μόνον τῶν μετʼ αὐτὸν ἡττησόμενος, τὰ δʼ ἄλλα τοὺς ἐξήκοντας ἤδη νικῶν· ἐν ᾧ σε προσβλέψομεν οἰκεῖοί τε καὶ συγγενεῖς καὶ διδάσκαλοι καὶ ἡλικιῶται καὶ πᾶν φίλιον γένος ἡδίω προσβάλλοντα τὴν ὄψιν ἀπὸ τῆς ἁλουργίδος τῆς ἱερᾶς τοῦ σωτῆρος, πρέποντά τε τῇ ὥρᾳ τοῦ ἔτους τὴν τῆς ἡλικίας ὥραν ἀτεχνῶς ἀστέρι ὀπωρινῷἐναλίγκιον καὶ κατʼ ἐκεῖνον τὴν αἴγλην ἀφιέντα· ἁρμόττων τε ἀγωνοθέτης οὑτοσὶ τῷ προελομένῳ. σὰ ταῦτα, ὦ δέσποτα, οὕτω γὰρ ἄμεινον εἰς ἀρχὴν ἀναγαγεῖν τὸν λόγον ἐπευξάμενον αὖθις, σὰ ταῦτα. φέρʼ οὖν αὐτὸς ἡμῖν τοὺς οἴακας ἑλὼν, ὥσπερ οὖν ἤδη κατέχεις, ἔκσωζε τὸν οἶκον, διδοὺς μὲν ἐκ τοῦ μεγάλου βασιλέως τούτῳ τιμὰς ἅσπερ οἱ τούτου πρόγονοι παρὰ τῶν ἐκείνου προγόνων ἐκαρποῦντο, διδοὺς δὲ αὐτῷ βασιλεῖ καὶ γένει τῷ βασιλέως τὸν αἰῶνα πάντα διοικεῖν ὥσπερ οὖν ἔλαχεν ἐκ Διὸς, τούτῳ τε τὸ πεπρωμένον ἐν εὐδαιμονίᾳ διάγειν παρασχὼν χρόνον παισὶν ἐκ παίδων τὴν διαδοχὴν τοῦ γένους τῇ τε πόλει καὶ σεαυτῷ διαφύλαττε.