Orationes 6
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ὦ πολλὰ δὴ πολλάκις ἐν νυξί τε καὶ ἡμέραις ἰδίᾳ τε καὶ δημοσίᾳ κληθεὶς ὑφʼ ἡμῶν, Ἀσκληπιὲ δέσποτα, ὡς ἀσμένοις καὶ ὑπερποθοῦσιν ἔδωκας ἡμῖν οἷον ἐκ πελάγους πολλοῦ καὶ κατηφείας λιμένος τε λαβέσθαι γαληνοῦ καὶ προσειπεῖν τὴν κοινὴν τῶν ἀνθρώπων ἑστίαν, ἧς ἀτέλεστος μὲν οὐδεὶς δή που τῶν ὑφʼ ἡλίῳ, διισχυρίσασθαι δὲ ἔστιν ὡς Ἑλλήνων γε οὐδείς πω πλείω μέχρι τοῦδε ἀπέλαυσε. καὶ γὰρ εἰ σφόδρα εἰωθότι ταῦτα ἐμοὶ λέγειν, ὀκνητέον γε οὐδὲν μᾶλλον. οὔκουν τάς γε προσρήσεις τὰς ἐφʼ ἡμέρᾳ ταύτας ἐλλείπομεν φεύγοντες τὴν συνήθειαν, ἀλλὰ καὶ κατʼ αὐτὸ τοῦτο φυλάττομεν, ὅτι εἰθίσθημεν
ἐξ ἀρχῆς. ἐμοὶ δὲ ἐπιμελὴς μὲν δή που καὶ ἡ διὰ τῶν θυμάτων τε καὶ θυμιαμάτων χάρις τε καὶ τιμὴ, εἴτε κατὰ τὴν Ἡσιόδου παραίνεσιν γιγνομένη εἴτε καὶ προθυμότερον τῆς δυνάμεως. ἡ δʼ ἐπὶ τοῦ λόγου μοι πολὺ δὴ μάλιστα προσήκειν φαίνεται. εἰ γὰρ οὖν ὅλως μὲν κέρδος ἀνθρώπῳ τοῦ βίου καὶ ὡσπερεὶ κεφάλαιον ἡ περὶ τοὺς λόγους διατριβὴ, τῶν δὲ λόγων οἱ περὶ τοὺς θεοὺς ἀναγκαιότατοι, φαίνεται δὲ ἡμῖν γε καὶ τὸ κατʼ αὐτοὺς τοὺς λόγους παρʼ αὐτοῦ τοῦ θεοῦ γενόμενον, οὔτε τῷ θεῷ καλλίων χάρις, οἶμαι, τῆς ἐπὶ τῶν λόγων οὔτε τοῖς λόγοις ἔχοιμεν ἂν εἰς ὅ τι κρεῖττον χρησαίμεθα. καὶ δὴ λέγωμεν ἀπʼ ἀρχῆς ἀρξάμενοι, κοινὰ μὲν οἶδʼ ὅτι καὶ βοώμενα, πῶς γὰρ οὔ; τοσούτῳ δʼ ἡμῖν δικαιότερα, ὅσῳ προστιθέντες καὶ πλεονάζοντες ταῖς θεραπείαις ἀμείνους ἂν εἴημεν ἢ παραλείποντες ἃ μηδεὶς τῶν πάντων ἀξιοῖ σιγᾶν. Ἀσκληπιοῦ δυνάμεις μεγάλαι τε καὶ πολλαὶ, μᾶλλον δʼ ἅπασαι, οὐχ ὅσον ὁ τῶν ἀνθρώπων βίος χωρεῖ. καὶ Διὸς Ἀσκληπιοῦ νεὼν οὐκ ἄλλως οἱ τῇδε ἱδρύσαντο. ἀλλʼ εἴπερ ἐμοὶ σαφὴς ὁ διδάσκαλος, εἰκὸς δὲ παντὸς μᾶλλον, ἐν ὅτῳ δὲ ταῦτʼ ἐδίδαξε τρόπῳ καὶ ὅπως ἐν τοῖς ἱεροῖς λόγοις εἴρηται, οὗτός ἐσθʼ ὁ τὸ πᾶν ἄγων καὶ νέμων σωτὴρ τῶν ὅλων καὶ φύλαξ τῶν ἀθανάτων, εἰ δὲ
θέλεις τραγικώτερον εἰπεῖν, ἔφορος οἰάκων, σώζων τά τε ὄντα ἀεὶ καὶ τὰ γιγνόμενα. εἰ δʼ Ἀπόλλωνος παῖδα καὶ τρίτον ἀπὸ Διὸς νομίζομεν αὐτὸν, αὖθις αὖ καὶ συνάπτομεν τοῖς ὀνόμασιν, ἐπεί τοι καὶ αὐτὸν τὸν Δία γενέσθαι λέγουσί ποτε, πάλιν δὲ αὐτὸν ἀποφαίνουσιν ὄντα τῶν ὄντων πατέρα καὶ ποιητήν.ἀλλὰ ταῦτα μὲν, ὥς φησι Πλάτων, ὅπως αὐτοῖς τοῖς θεοῖς φίλον ἐχέτω καὶ λεγέσθω. ἐπανέλθωμεν δὲ ὅθεν ἐξέβημεν. πάσας ἔχων ὁ θεὸς τὰς δυνάμεις διὰ πάντων ἄρα εὐεργετεῖν προείλετο τοὺς ἀνθρώπους ἑκάστῳ τὰ προσήκοντα ἀποδιδούς. μεγίστην δὲ καὶ κοινοτάτην
εὐεργεσίαν εἰς ἅπαντας κατέθετο ἀθάνατον ποιήσας τὸ γένος τῇ διαδοχῇ, γάμους τε καὶ παίδων γενέσεις καὶ τροφῶν ἀφορμὰς καὶ πόρους διὰ τῆς ὑγιείας ἐργασάμενος. τὰ δʼ ἐν μέρει πρὸς ἄνδρα ὁρῶν ἤδη διεδίδου, οἷον δὴ τέχνας καὶ ἐπιτηδεύματα καὶ βίους πάντας, κοινῷ τινι φαρμάκῳ πρὸς ἅπαντας πόνους καὶ πράξεις πάσας τῇ ὑγιείᾳ χρώμενος. ἰατρεῖα δʼ εἰς τὸ μέσον κατεστήσατο, καὶ φιλοτεχνεῖν ἀνέθηκεν ἑαυτῷ νύκτα καὶ ἡμέραν, ὑπὲρ εὐθυμίας τῶν ἀεὶ δεομένων τε καὶ δεησομένων. ἄλλοι μὲν οὖν ἄλλα ᾁδουσί τε καὶ ᾁσονται τὸν ἀεὶ χρόνον, ἐγὼ δὲ τῶν εἰς
ἐμαυτὸν οὑτωσὶ μνησθῆναι βούλομαι. εἰσὶν οἵ φασιν ἀναστῆναι κείμενοι, ὁμολογούμενα δή που λέγοντες καὶ πάλαι τῷ θεῷ μελετώμενα. ἡμεῖς τοίνυν οὐχ ἅπαξ, ἀλλʼ οὐδὲ ῥᾴδιον εἰπεῖν ὁσάκις τῆς εὐεργεσίας ταύτης ἐτύχομεν. ἔτι καὶ χρόνους ἔστιν οἷς ἐπέδωκεν ἐκ προρρήσεως· τούτων ἡμεῖς ἐσμέν· τοῦτο γὰρ εἰπεῖν ἀλυπότατον. ἀλλὰ καὶ μέλη τοῦ σώματος αἰτιῶνταί τινες, καὶ ἄνδρες λέγω καὶ γυναῖκες, προνοίᾳ τοῦ θεοῦ γενέσθαι σφίσι, τῶν παρὰ τῆς φύσεως διαφθαρέντων. καὶ καταλέγουσιν ἄλλος ἄλλο τι, οἱ μὲν ἀπὸ στόματος οὑτωσὶ φράζοντες, οἱ δὲ ἐν τοῖς ἀναθήμασιν ἐξηγούμενοι. ἡμῖν τοίνυν οὐχὶ μέρος τοῦ σώματος, ἀλλʼ ἅπαν τὸ σῶμα συνθείς τε καὶ συμπήξας αὐτὸς ἔδωκε δωρεὰν, ὥσπερ Προμηθεὺς τἀρχαῖα λέγεται συμπλάσαι τὸν ἄνθρωπον. πολλὰς ὀδύνας τε καὶ ἀλγηδόνας καὶ ἀπορίας μεθημερινάς τε καὶ νυκτερινὰς ἀφεῖλε πολλοῖς, οὐ μὲν οὖν ἔχοι τις ἂν εἰπεῖν ὅσοις. τὰς δέ γε ἡμετέρας περὶ ταῦτα τρικυμίας αὐτὸς μὲν ἄριστα σύνοιδεν, αὐτὸς δὲ καὶ παύσας φαίνεται. καὶ μὴν τό γε παράδοξον πλεῖστον ἐν τοῖς ὁράμασι τοῦ θεοῦ, οἷον τὸν μὲν γύψου πίνειν, τὸν δὲ κωνείου, τὸν δὲ γυμνοῦσθαι καὶ λούειν ψυχρῷ, θέρμης οὐδʼ ὅλως, ὡς ἄν τις δόξαι, δεόμενον. ἡμᾶς τοίνυν καὶ τοῦτον τὸν τρόπον τετίμηκε, κατάρρους καὶ ψύξεις ποταμοῖς καὶ θαλάττῃ παύων,κατακλίσεις ἀπόρους ὁδῶν μήκεσιν ἰώμενος, τροφῆς δʼ ἐνδείᾳ συνεχεῖ τὰς ἀμυθήτους καθάρσεις προστιθεὶς, ἀναπνεῖν δὲ ἀποροῦντι λέγειν καὶ γράφειν προστάττων, ὥστʼ εἴ τι καὶ τοῖς οὕτω θεραπευθεῖσιν ἔπεστιν αὔχημα, μηδʼ ἡμᾶς ἀμοίρους εἶναι τούτου. καὶ μὴν οἱ μὲν καρτερήσεις ἑαυτῶν διηγοῦνται καὶ ὅσα καὶ οἷα ὑπέμειναν τοῦ θεοῦ καθηγουμένου, οἱ δὲ ὡς ῥᾳστώνην εὕροντο ὧν ἐδέοντο. ἡμῖν δὲ πλεῖστα μὲν δή που κεκαρτέρηται κατὰ πολλοὺς καὶ παντοδαποὺς τρόπους, τὰ δὲ πάνυ κούφως ἐν ἡδονῇ γεγένηται, ὡς μηδαμοῦ τοὺς τρυφῶντας ἂν εἶναι, εἰ
βούλοιο ἀντεξετάζειν. καὶ τὰς μὲν ἄλλας ἂν ἔχων εἰπεῖν πόλεις Ἀσίας καὶ Εὐρώπης καὶ τὰς περὶ ταύτας ὁμιλίας καὶ συνευφραινομένων ὡς ἐπʼ οἰκείοις ἀγαθοῖς, πῶς οὐκ ἐπέκεινα τρυφῆς θήσομαι; τί δʼ ἂν εἴποις θορύβους ἐν βουλευτηρίοις καὶ σπουδὰς ἔξω παραδείγματος, τὸ δὲ καὶ πρὶν εἰπεῖν ὁτιοῦν πεπιστεῦσθαι προέχειν; ἆρʼ οὐ θεία τις χάρις καὶ τὰ πρῶτα τῆς ῥᾳστώνης ἔχουσα; φαίην ἂν ἔγωγε, εἴπερ εἴη μεμνῆσθαι τῶν κρειττόνων. ἤδη τοίνυν τινῶν ἤκουσα λεγόντων ὡς αὐτοῖς πλέουσι καὶ θορυβουμένοις φανεὶς ὁ θεὸς χεῖρα ὤρεξεν. ἕτεροι δέ γε φήσουσιν ὡς πράγματα ἄττα κατώρθωσαν ὑποθήκαις ἀκολουθήσαντες τοῦ θεοῦ. οὐδὲ ταῦτα ἀκούειν μᾶλλον ἢ λέγειν ἔχομεν πεπειραμένοι. ὅσα δʼ αὐτῶν οἷόν τε ἀπομνημονεῦσαι ἐν τοῖς ἱεροῖς καὶ ταῦτα ἔνεστι λόγοις. ἀλλὰ καὶ σοφίσματα πυκτικὰ πύκτῃ τινὶ τῶν ἐφʼ ἡμῶν ἐγκαθεύδοντι προειπεῖν λέγεται τὸν θεόν· οἷς ἔδει χρησάμενον καταβαλεῖν τινα τῶν πάνυ λαμπρῶν ἀνταγωνιστῶν. μαθήματα δὲ ἡμῖν γε καὶ μέλη καὶ λόγων ὑποθέσεις καὶ πρὸς τούτοις ἐννοήματα αὐτὰ καὶ τὴν λέξιν, ὥσπερ οἱ τοῖς παισὶ τὰ γράμματα. ἐπιθεὶς τοίνυν ὥσπερ κεφάλαιον τῶν εὐεργεσιῶν τοῦ θεοῦ καὶ δὴ κατακλείσω τὸν λόγον ἐνταῦθά που. ἐμοὶ γὰρ, ὦ δέσποτα Ἀσκληπιὲ, πολλὰ καὶ παντοῖα,ὥσπερ ὑπεῖπον, παρὰ σοῦ καὶ τῆς σῆς φιλανθρωπίας
γεγένηται, μέγιστον δὲ καὶ πλείστης χάριτος ἄξιον καὶ σχεδὸν ὡς εἰπεῖν οἰκειότατον οἱ λόγοι. τὸ γὰρ τοῦ Πινδάρου μετέβαλες. ἐκείνου μὲν γὰρ ὁ Πὰν τὸν παιᾶνα ὠρχήσατο, ὡς λόγος, ἐγὼ δὲ, εἰ θέμις εἰπεῖν, ὧν ὑποκριτὴς εἶναι· προὔτρεψάς τε γὰρ αὐτὸς ἐπʼ αὐτοὺς καὶ τῆς ἀσκήσεως κατέστης ἡγεμών. καὶ οὐκ ἀπέχρη ταῦτα, ἀλλʼ ἃ καὶ τούτοις εἰκὸς ἦν ἀκολουθῆσαι, καὶ τούτων ἐπεμελήθης, ὅπως ἔσται μοι τὸ ἔργον ἐν δόξῃ. καὶ οὐκ ἔστιν οὐ πόλις, οὐκ ἰδιώτης, οὐ τῶν εἰς ἄρχοντας τελούντων, ὃς οὐ καὶ κατὰ μικρὸν ἡμῖν ὁμιλήσας οὐκ ἠσπάσατο εἰς ὅσον οἷός τε ἦν τὸν ἔπαινον ἐκτείνων, οὐ τῶν ἐμῶν, οἶμαι, λόγων ταῦτα ἐργαζομένων, ἀλλὰ σοῦ τοῦ κυρίου. τὸ δὲ δὴ μέγιστον τῶν περὶ ταῦτα τὸ καὶ τοῖς θείοις βασιλεῦσιν εἰς τοσοῦτον οἰκειῶσαι καὶ χωρὶς τῆς ἐπὶ τῶν γραμμάτων συνουσίας ἀποδεῖξαι λέγοντα ἐν αὐτοῖς καὶ σπουδαζόμενον ἃ μηδεὶς πώποτε, καὶ ταῦτα ὁμοίως μὲν παρὰ τῶν βασιλέων, ὁμοίως δὲ καὶ τῶν βασιλίδων γενέσθαι, καὶ παντὸς δὴ τοῦ βασιλείου χοροῦ. Ὀδυσσεῖ δὲ ὑπῆρξε παρʼ Ἀθηνᾶς ἐν Ἀλκινόου καὶ Φαίαξιν ἐπιδείξασθαι. μέγα δή που καὶ τοῦτο καὶ μάλα ἐν καιρῷ. καὶ ταῦτά τε οὕτως ἐπέπρακτο καὶ τὸ σύνθημα παρῆν ἀνακαλοῦν, ἔργῳ σοῦ δείξαντος ὅτι πολλῶν ἕνεκα προήγαγες εἰς μέσον, ὡς φανείημεν ἐν τοῖς λόγοις, καὶ γένοιντο αὐτήκοοι τῶν κρειττόνων οἱ τελεώτατοι. τούτων καὶ πολλῶν ἑτέρων οὔτε παρʼ αὐτοῖς ἡμῖν ἰδίᾳ κἀν ταῖς ὁμιλίαις ταῖς πρὸς τοὺς ἐντυγχάνοντας τὴν δυνατὴν ἔχοντες χάριν οὐ παυσόμεθα, ἕως ἄν τι μνήμης καὶ τοῦ φρονεῖν μετὸν ἡμῖν τυγχάνῃ. φαίην δʼ ἂν ἔγωγε καὶ ταύτην παρὰ σοῦ κεκομίσθαι τὴν χάριν, τὸ σὲ τὸν πάντα ἄριστον παρεῖναί τε ἡμῖν καὶ ἐπιψηφίζειν τοὺς λόγους.