Orationes 5
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἀλλʼ ὦ φίλτατε Ἡράκλεις σέ γε ἐπαινεῖν ἄθλων ὁ ἥδιστος· πάντως δὲ πολυύμνητος εἶ. πολλοὶ μὲν γὰρ οἱ καταλογάδην ᾁδοντες τὰ σὰ, πολλὰ δὲ ποιηταὶ κατὰ πάντας τρόπους ὑμνήκασι· μέγιστον δὲ ὁ καθʼ ἡμέραν ὑπὸ πάντων ἔπαινος ἐπὶ πάσης τῆς παραπιπτούσης προφάσεως ἀεὶ γιγνόμενος. καὶ θαῦμά γʼ οὐδὲν τοσοῦτον τῆς ἀνθρωπείας φύσεως ὑπερᾶραι ᾧ πατὴρ μὲν τὰ πρῶτα τῶν ὄντων, μήτηρ δὲ ἣν ἐκεῖνος ἐξ ἁπασῶν προὔκρινε. τοσαύτην δὲ ἔσχε τὴν σπουδὴν εἰς τὴν γένεσιν αὐτοῦ ὥστε τρεῖς ἡμέρας καὶ νύκτας ἑξῆς, ὥς φασι, συνῆν αὐτῇ, βουλόμενος τῆς αὑτοῦ φύσεως ὅτι πλεῖστον καὶ ἀκριβέστατον εἰς τὰς γονὰς καταθέσθαι. ἦν γὰρ ὑπὲρ τῶν ὅλων ἡ βουλὴ, ὅπως κοσμηθείη τὰ τῶν ἀνθρώπων πράγματα καὶ γῆ καὶ θάλαττα ἐνεργὰ κατασταίη. καὶ γίγνεται δὴ οὕτως Ἡρακλῆς συνεργὸς τῷ πατρὶ καὶ ὕπαρχος τῶν ὑπὸ τὸν τῆς σελήνης πόλον, καὶ τὰ σημεῖα εὐθὺς ἠκολούθησεν. ἐπελθόντας γὰρ αὐτῷ τοὺς δράκοντας ἐπὶ τὰ σπάργανα ἀντʼ ἄλλης κινήσεως τῆς χειρὸς διεχρήσατο· παῖς δʼ ἔτʼ ἦν καὶ Θηβαίους ἀντʼ ἄλλης παιδιᾶς ἠλευθέρωσε τοῦ δασμοῦ, ὃν ἐκεῖνοι συχνὸν ἤδη χρόνον Ὀρχομενίοις
ἔφερον. ἀρξάμενος δὲ ἀφʼ ἑστίας ἐκάθηρε τὴν Ἑλλάδα, ἔπειτα δὲ καὶ τὸ κοινὸν γένος τῶν ἀνθρώπων, πάντας ἐφεξῆς ἐπιὼν, τούς τε ἐν ταῖς νήσοις καὶ τοὺς κατʼ ἤπειρον, οὐδὲν τῶν εἰς εὐεργεσίαν φερόντων ἐλλείπων, ἀλλὰ τὰ μὲν θηρία χειρούμενος, ὧν ὑπὸ πλήθους καὶ μεγέθους ἀοίκητα ἦν τὰ πολλὰ τῆς χώρας, τοὺς δὲ τυράννους ἀναιρῶν ὃν ἑκάστους αὐτῶν προσῆκε τρόπον, τὰς δὲ πόλεις σωφρονίζων τὰς μὲν τοῖς νόμοις, τὰς δὲ τοῖς ὅπλοις, λῃστὰς δὲ χερσαίους τε καὶ θαλαττίους καὶ πάντας ὅσοι ῥώμῃ σώματος θαρροῦντες ὕβριζον εἰς τοὺς ἐλάττους πανωλεθρίᾳ διαφθείρων, ὁμοίως ἔν τε τῇ Ἑλλάδι καὶ τῇ βαρβάρῳ. πάντα γὰρ τὰ τῇ φύσει πολέμια ἐχθρὰ ἡγήσατο ἑαυτοῦ, καὶ μόνος τῶν εἰς γῆν ἐλθόντων εἰς κοινὸν ἅπασιν ἐνομοθέτησεν, οὐ μόνον ἀνθρώποις, ἀλλὰ καὶ θηρίοις ὡς εἰπεῖν, ὅς γε καὶ τὰς ὄρνις τὰς περὶ Στύμφηλον διαφθειρούσας τὰ πολλὰ τῆς Ἀρκαδίας εὗρεν ὅπως ἐκβάλῃ, ὥσπερ οὐ μόνον γῆν καὶ θάλατταν, ἀλλὰ καὶ τὸν ἀέρα αὐτῷ προσῆκον ἐλευθεροῦν. καὶ μὴν ὅσα μὲν ποταμῶν ῥεύμασιν ἢ λίμναις ἐπιέζετο, γῆν καθίστη ξηρὰν, ὅσα δʼ αὖ τῆς ἐξ ὕδατος καθάρσεως ἐδεῖτο, τοὺς ποταμοὺς ἐφιεὶς οὐ μόνον φορητὰ ἰδεῖν, ἀλλὰ καὶ ἐνεργὰ ἀπέφαινε. καὶ οὕτω δὴ κατειργάσατο γῆν καὶ θάλατταν καὶ ποταμοὺς καὶ λίμνας καὶ ἀέρα καὶ πέτρας καὶ ἄνδρας καὶ πόλεις, τοὺς νόμους τοῖς ὅπλοις συγκεραννὺς, ὥστε τῆς ἐκείνου δυναστείας μηδὲν εἶναι μήτε λαμπρότερον μήτε
λυσιτελέστερον χρήσασθαι. βίᾳ μὲν γὰρ ἀρρήκτῳ οὐδὲν αὐτὸν ἐξέφυγε τῶν ἐγχειρισθέντων, δικαιοσύνης δὲ ὑπερβολῇ πάντʼ ἐγίγνετο ἐπʼ ὠφελείᾳ τοῦ κοινοῦ γένους. ἐκ δὲ τούτων ποιηταὶ Προμηθέας τε ὑπʼ αὐτοῦ λυομένους συνέθεσαν, ὡς καὶ ὅσα δήσειεν ὁ Ζεὺς, ταῦτʼ ἐξὸν Ἡρακλεῖ λῦσαι, καὶ τὸν Ἄτλαντα ὡς ἀπέπαυσε διαδεξάμενος καὶ ἀνασχὼν τὸν οὐρανὸν αὐτὸς, καὶ τὸν Κέρβερον ὡς ἀνήγαγεν ἐξ Ἅιδου καὶ μετʼ αὐτοῦ Θησέα τὸν τῶν Ἐρεχθειδῶν, καὶ ὡς Πλούτωνα καὶ Ἥραν τρώσειε, καὶ τοὺς Γίγαντας ὡς χειρώσαιτο ἐπίκουρος τοῖς θεοῖς γενόμενος· τὰ δʼ οἶμαιβούλεται λέγειν διʼ ὑπερβολῆς ὅτι Ἡρακλῆς πᾶσαν μὲν γῆν, πᾶσαν δὲ θάλατταν διηρευνήσατο, καὶ πρὸς ἅπαντας ὅρους καὶ πάσας ἐσχατιὰς ἀφίκετο, καὶ οὐδὲ τῶν κάτω γῆς ἄρα ἠμέλησεν, οὐδὲ τῶν μέχρι οὐρανοῦ, ἀλλʼ οὕτω σφόδρα ἐν καιρῷ πᾶσιν ἀνθρώποις ἐγένετο ὥστε καὶ τοῖς θεοῖς Ἡρακλέους ἐδέησε πρὸς τὸ καταστήσασθαι τὰ ἑαυτῶν πράγματα. δοκεῖν δέ μοι καὶ τὴν ἔξω θάλατταν πρὸς τὴν εἴσω πρῶτος ὡρίσατο, προμνώμενος τοῖς Ἕλλησι πάντα τοῦτον τὸν τόπον ὡς οἰκεῖον οἰκίζειν, καὶ τῶν στηλῶν τοῦτʼ εἶναι τὸ βούλημα, ἃς ἔτι νῦν Ἡρακλέους ὀνομάζομεν.
οὐ μόνον δὲ τοῖς ὑφʼ Ἑλλήνων λεγομένοις ἀκολουθῶν ἄν τις γνοίη τὴν ἐκείνου φύσιν καὶ ὅτι κρείττων ἢ κατʼ ἀνθρώπους ἐγένετο, ἀλλʼ ἴσμεν Αἰγυπτίους ὅσον τινὰ ἄγουσι θεὸν Ἡρακλέα καὶ Τυρίους ὅτι πρῶτον σέβουσι θεῶν. καίτοι εἰ μὲν ἅπαντες τὸν αὐτὸν νομίζοντες οὕτω τιμῶσι, τί μεῖζον ἂν εἴποι τις σύμβολον τῆς δυνάμεως; εἰ δʼ οἱ μὲν ὡς ἕνα τῶν πρεσβυτάτων θεῶν νομίζουσιν, ἡμεῖς δʼ ὡς ὅμοιον ἐκείνῳ τοῦτον τῆς αὐτῆς ἠξιώκαμεν τιμῆς, καὶ οὕτω κρείττων ἢ κατʼ ἄνθρωπον
γεγονὼς δείκνυται. δῆλα δὲ καὶ ταῖς τοῦ θεοῦ μαντείαις. ἐπειδὴ γὰρ ἀπῆλθεν ἐξ ἀνθρώπων Ἡρακλῆς καθαρθεὶς ὃν λέγεται τρόπον, εὐθὺς ἐξηγεῖτο νεώς τε Ἡρακλέους ἱδρύεσθαι καὶ θύειν ὡς θεῷ· καὶ ταῦτα μέντοι πρὸς τὴν τῶν Ἀθηναίων φράζων πόλιν, ἣ καὶ πρεσβυτάτη τῶν Ἑλληνίδων καὶ τῆς εἰς τοὺς θεοὺς εὐσεβείας καὶ τῶν ἄλλων τῶν σπουδαιοτάτων ὥσπερ ἡγεμὼν τοῖς ἅπασιν ὑπῆρχεν. ἔτι δʼ αὐτῇ καὶ φιλίας συμβόλαια πρὸς Ἡρακλέα πάμπολλα ὑπῆρχεν ἄλλα τε καὶ ὅτι πρῶτον ξένον ἐμύησεν, ἕως ἦν ἐν ἀνθρώποις. καὶ τοσοῦτόν γε τὸ ἐναργὲς τῆς σπουδῆς ἐγένετο καὶ οὕτω σφόδρα τῆς κρείττονος μοίρας ἐκρίθη τὸ ἐκείνου πρᾶγμα ὥστε καὶ ὅσα Θήσεια ἦν κατὰ δήμους, ἅπαντα μετεσκεύασαν καὶ κατέστησαν Ἡράκλεια ἀντὶ Θησείων, νομίσαντες Θησέα μὲν ἄριστον εἶναι τῶν πολιτῶν, Ἡρακλέα δὲ ὑπὲρ ἀνθρώπου φύσιν.τί δʼ ἄν τις τὰ πολλὰ λέγοι; ἔτι γὰρ καὶ νῦν ἐναργὴς ἡ κίνησις τοῦ θεοῦ. τοῦτο μὲν, ὡς ἀκούομεν, περὶ Γάδειρα θαυμαστὰ οἷα ἐργάζεται καὶ νομίζεται δεύτερος οὐδενὸς τῶν πάντων θεῶν, τοῦτο δὲ ἐν Μεσσήνῃ τῆς Σικελίας νόσων τε ἁπασῶν ἐκλύεται καὶ τοὺς ἐν τῇ θαλάττῃ κινδύνους οἱ διαφυγόντες ἐξ ἴσου Ποσειδῶνί τε καὶ Ἡρακλεῖ τὴν εὐεργεσίαν λογίζονται. πολλὰ δʼ ἂν καὶ ἄλλα ἔχοι τις χωρία καὶ ἱερὰ τοῦ θεοῦ καταλέγειν καὶ δυνάμεις ἐμφανεῖς. ἀλλὰ τί δεῖ τὰ πόρρω λέγειν; ἀλλὰ τὸ στρατήγιον ἡμῖν Ἡράκλειον ἔοικεν εἶναι. κἀν τούτῳ πολλάκις ἤδη παίζων ὤφθη σφαίραις τισὶν Ἡρακλείοις. αὗται δέ εἰσι λίθοι στρογγύλοι σταθμὸν ἄγοντες οὐκ ὀλίγον. τούτων κτύπος τε ἀκούεται καὶ αὐτοὺς ἑτέρωθεν ἑτέρωθι φέρων τίθησι. θαυμαστὰ δὲ καὶ τὰ τῆς ἄλλης ἐπιφανείας· ὥστε καίπερ οὕτω κοινὸν ὂν τὸ στρατήγιον ταῖς ἀκριβείαις ταῖς περὶ τὸν θεὸν ἀντʼ ἀδύτου καθέστηκε. τί δʼ ἂν εἴποις· τὴν περιβόητον κλῆσιν ἔν τε δὴ κωμῳδίαις καὶ τραγῳδίαις καὶ πᾶσι λόγοις, ἔτι καὶ νῦν παντὸς ὡς εἰπεῖν ὦ Ἡράκλεις βοῶντος ἐπὶ ἅπαντι τῷ χρείας ἱσταμένῳ, τοῦτο δὴ τὸ τοῦ Σοφοκλέους, ἆρʼ οὐ μέγιστον ὑπόμνημα καὶ σύμβολον εἶναι τῆς ἐκείνου δικαιοσύνης καὶ δυνάμεως καὶ ὡς τῆς ἀνθρωπείας προὔστη φύσεως πάντας ἄγων πρὸς τὸ βέλτιστον; διʼ ἃ δὴ καὶ
οἱ κατʼ αὐτὸν ὄντες τότε ἐκάλουν εἰς ἅπαντα, καὶ νῦν ἐμμεμένηκε τὸ ῥῆμα ἀπὸ τῆς ἀρχαίας συνηθείας. αἱ τοίνυν ἐπωνυμίαι καλλίνικός τε καὶ ἀλεξίκακος ἡ μὲν μόνῳ θεῶν, ἡ δʼ ἐν τοῖς πρώτοις δέδοται. Κῶοι δὲ, ὡς ἐγὼ μέμνημαι, καὶ ἄλεξιν τὸν Ἡρακλέα νομίζουσι. καὶ αὐτοῖς ἕστηκεν Ἡρακλῆς ἐκ θεοπροπίου ἐπηρμένος τῷ νώτῳ τὸ ῥόπαλον ὡς κύριος ὢν καὶ τὸν οὐρανὸν εἰς συμμετρίαν ἄγειν. οὐ τοίνυν τοσαῦτʼ ἄν τις ἔχοι μόνον εἰπεῖν περὶ τοῦ θεοῦ, ὧν τὰ μὲν, ἡνίκʼ ἐν ἀνθρώποις ἦν, τὰ δὲ καὶ νῦν ἔτι φαίνεται πράττων αὐτὸς ἐφʼ ἑαυτοῦ. ἀλλὰ καὶ ἡ τῶν παίδων γένεσις ἐν πρώτοις ἂν εἴη· οὓς ἐκεῖνος ἐποιήσατο σωτῆρας κοινοὺς τῆς Ἑλλάδος καὶ τῆς αὐτοῦπολιτείας κληρονόμους. ὧν οἱ μὲν τὴν Πελοπόννησον ἐκόσμησαν μένοντες, οἱ δʼ Ἰταλίαν καὶ Σικελίαν εἰς τοσοῦτον σχήματος προὐβίβασαν. ἕτεροι δὲ εἰς τὴν Ἀσίαν περαιωθέντες τὰς ταύτῃ πόλεις Δωριέων ᾤκισάν τε καὶ διῴκησαν. ἔοικε δὲ καὶ ἡ τῶν Λακεδαιμονίων πόλις εἰκών τις Ἡρακλέους γενέσθαι, ὡς μικρὸν μεγάλῳ εἰκάσαι· καὶ μάλα γε εἰκότως. οἱ γὰρ Λεωνίδαι καὶ οἱ Λεωτυχίδαι
καὶ Ἀρχίδαμοι καὶ Ἀγησίλαοι καὶ Ἄγιδες καὶ πρὸ τούτων ὁ τοὺς νόμους θεὶς αὐτοῖς Λυκοῦργος, πάντες οὗτοι τῆς Ἡρακλέους εἰσὶν ἀπορροῆς, οἳ ἐκείνους εἴθισαν ὀλίγους μὲν ὄντας ἀντὶ πολλῶν εἶναι, προΐστασθαι δὲ τῶν ἐν χρείᾳ πάντων ἀμισθὶ, στρατηγὸν δὲ Σπαρτιάτην πλέον ποιεῖν ἢ στράτευμα ἑτέρων. οὕτω καὶ διʼ αὑτοῦ καὶ διὰ τῶν ἐκγόνων ἀρετῆς ὡσπερεὶ πηγὰς τοῖς Ἕλλησιν ἐμηχανήσατο, καὶ τοῖς μὲν ἀσκεῖν τὰ κάλλιστα, τοῖς δὲ ἔχειν ὑφʼ ὧν σωθήσονται παρεσκεύασεν. οὐ τοίνυν ἐπὶ πράξεσι μόνον καὶ ἀγῶσιν ἔχοι τις ἂν Ἡρακλέους μνημονεύειν, ἀλλὰ κἀν ταῖς εὐθυμίαις τοῦ βίου πολλοῦ τινος ἄξιος. δηλοῖ δὲ τῶν ἀγαλμάτων αὐτοῦ τὰ πίνοντα. μοῖραν δʼ ἔλαχε θαυμαστὴν παρὰ πάντων θεῶν, ὅν γε δὴ Ζεὺς μὲν εἰς φῶς ἤγαγεν, Ἀθηνᾶ δὲ παραλαβοῦσα ἐπετρόπευσε καὶ τοὺς ἄθλους ἐξηγεῖτο, Ἀφροδίτη δὲ καὶ Διόνυσος ἠσπάζοντο καὶ τὰς ἀναπαύσεις τῶν πόνων ἀξίως ἐδωροῦντο. Ἥρας δὲ κηδεία καὶ Ἥβης γάμος ἀρχαῖα λέγειν. τοσοῦτον γὰρ, ὡς ἔοικεν, αὐτῷ τὸ τῆς ῥώμης ἀπεδόθη ὥστε πάντων θεῶν ἀκμήτων ὄντων διʼ αἰῶνος, διαφερόντως Ἡρακλῆς δοκεῖ τὴν ἥβην ἔχειν. ἀλλὰ μὴν Ἑρμοῦ γε καὶ Ἡρακλέους ἔστι νῦν ἀγάλματα κοινά· πρὸς τοσοῦτον ἥκουσι τῆς ἑταιρίας. ἴδοις δʼ ἂν καὶ ἐν ὄρεσι μέσοις Ἡρακλέα παρὰ μητρὶ θεῶν καὶ ἐν ἄστεσι καὶ πάλιν αὖ σὺν Διοσκούροις. λουτρῶν τε τὰ ἥδιστα Ἡράκλεια ἐπωνυμίαν ἔχοντά ἐστι· χωρὶς δὲ πηγαὶ ποταμίων ὑδάτων ἐπώνυμοι καὶ αὐταὶ τοῦ θεοῦ. τοσαύτην παρὰ ταῖς Νύμφαιςεἴληχε τὴν προεδρίαν. εἰ δʼ ὀρθὴ δόξα τοῦ Θασίου ξένου ἤτοι Μακεδόνος γε, ὃς ἔφη ποτὲ παιᾶνα δόξαι ᾁδειν ὑπʼ ἐμοῦ πεποιημένον, εἶναι δʼ αὐτῷ τοῦτο ἐπᾳδόμενον, ἰὴ Παιὰν Ἥρακλες Ἀσκληπιὲ, εἰ ταῦτʼ ἀληθῆ καὶ κύρια, καλὸν ἄν τι χρῆμα καὶ τοῦτο συζυγίας πεφηνὸς, ὁ καλλίνικος ἅμα τῷ σωτῆρι. οὕτω καὶ ἐν πόνοις καὶ ἐν θυμηδίαις καὶ ἐν θεραπείαις σώματος καὶ πανταχοῦ καιρὸν ἔχων ἐστὶν ὁ θεός. ἅπασι μὲν οὖν ἀνθρώποις ἐν μνήμῃ καὶ τιμαῖς Ἡρακλῆς, ἐμοὶ δέ τι καὶ φιλίας ἴδιον πρὸς αὐτόν ἐστιν, ἔκ τινος φωνῆς θείας γενομένης. ἐδόκει δὲ ἥκειν ἐκ τοῦ μητρῴου. παρεκελεύετο δὲ ἀνέχεσθαι τὰ συμπίπτοντα, ἐπειδή γε καὶ Ἡρακλῆς Διὸς παῖς ὢν ἠνέσχετο. οὗτός σοι, ὦ φίλε Ἡράκλεις, ὁ παρʼ ἡμῶν λόγος ἀντʼ ἄλλου μέλους ᾐσμένος κατὰ τὴν τοῦ ἐνυπνίου δόξαν, ἣν ἐδόκουν Ἡρακλέους ἔπαινον λέγειν ἐν προθύροις Ἀπόλλωνος.