Orationes 4
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἡγείσθω μὲν αὐτὸς Ἀσκληπιὸς ὁ φήνας τὸ ὄναρ, ἡγείσθω δὲ Διόνυσος αὐτὸς, ᾧ χορεῦσαι δεῖ, Ἀπόλλων τε μουσηγέτης, τοῦ μὲν πατὴρ, τοῦ δὲ ἀδελφὸς, ὡς λόγος. τοὺς μὲν οὖν τελέους ὕμνους τε καὶ λόγους περὶ Διονύσου Ὀρφεῖ καὶ Μουσαίῳ παρῶμεν καὶ τοῖς ἀρχαίοις τῶν νομοθετῶν· αὐτοὶ δὲ ὡσπερεὶ συμβόλου χάριν ὡς οὐ τῶν ἀμυήτων ἄρʼ ἦμεν, συμμέτρῳ τῇ φωνῇ προσείπωμεν τὸν θεόν· πάντως δὲ καὶ μήκη καὶ βραχύτητες καὶ ὁτιοῦν τῶν ἐν τῇ φύσει φίλον αὐτῷ. καί πως καὶ τὰ ἐκ τοῦ ὀνείρατος συμβαίνει, τὸ δεῖν εἶναι πολυμηχάνους περὶ τοὺς λόγους. Ζεὺς
Σεμέλῃ συγγίγνεται· καὶ ἐπειδὴ ἐκύει ἡ Σεμέλη, ὁ Ζεὺς βουλόμενος ἀμφότερα αὐτὸς ᾧ Διονύσῳ γενέσθαι, πατήρ τε καὶ μήτηρ, τὴν μὲν Σεμέλην ἐκ τῆς γῆς εἰς τὸν Ὄλυμπον κομίζει διὰ πυρὸς, αὐτὸς δὲ ἀναλαβὼν τὰς αὑτοῦ
γονὰς ἐρραψάμενος τῷ μηρῷ ἐφόρει δέκα μῆνας ἐξ ἀρχῆς, δίαιταν ἔχων ἐν Νύσῃ τῇ ὑπὲρ Αἰθιοπίας. καὶ ἐπειδὴ ὡραῖον ἦν, καλέσας τὰς Νύμφας λύει τὸ ῥάμμα, καὶ γίγνεται δὴ οὕτως ὁ Διόνυσος διχόθεν προσήκων τῷ πατρί. οὕτω δή τι διαφερόντως αὐτὸν ὁ Ζεὺς ἐτίμησε παρὰ πάντας θεούς τε καὶ ἀνθρώπους. οὔτε γὰρ αὐτὸς ἄλλῳ τῳ ταῦτα ἄμφω κατέστη οὔτε ἄλλος ἄλλῳ τῳ. ταῦτʼ ἄρα καὶ ἄρρην τε καὶ θῆλυς ὁ θεὸς, φασὶν, ὅτι αὐτῷ καὶ ὁ πατὴρ ἑκατέρας τῆς φύσεως μετέσχεν εἰς αὐτόν. ἤδη δέ τινων ἤκουσα καὶ ἕτερον λόγον ὑπὲρ τούτων ὅτι αὐτὸς ὁ Ζεὺς εἴη ὁ Διόνυσος. καὶ τί ἂν εἴποις ὑπὲρ τοῦτο; ἔστι δὲ τῇ φύσει καὶ τὴν μορφὴν προσεοικώς. ὥσπερ γὰρ δίδυμος πάντη αὐτὸς πρὸς ἑαυτόν ἐστι. καὶ γὰρ ἐν ᾐθέοις καὶ ἐν κόραις * * καὶ αὖ ὡς ἐν ἄρρεσιν ἀγένειός τε καὶ Βρισεὺς, καὶ πολεμικός τε δὴ καὶ εἰρηναῖος διαφερόντως θεῶν. διδόασι δʼ αὐτῷ καὶ τὸν Πᾶνα χορευτὴν τελεώτατον θεῶν ὄντα, ὡς Πίνδαρός τε ὑμνεῖ καὶ οἱ κατʼ Αἴγυπτον ἱερεῖς κατέμαθον. καὶ μὴν καὶ τὴν Ἥραν λέγουσιν ὡς μόνος θεῶν τῷ υἱεῖ διήλλαξε κομίσας τὸν Ἥφαιστον ἄκοντα εἰς τὸν οὐρανὸν, καὶ ταῦτά γε ἀναθεὶς ὄνῳ. καὶ ὡς μὲν αἴνιγμά ἐστιν ἐν τῷ λόγῳ δῆλον, δῆλον δὲ καὶ οἷ τελευτᾷ τὸ αἴνιγμα, ὡς ἄρα πολλή τις καὶ ἄμαχος ἡ δύναμις τοῦ θεοῦ, καὶ δύναιτʼ ἂν καὶ ὄνους πτεροῦν, οὐχ ἵππους μόνον· ὥσπερ καὶ λεόντων γάλα ἀμέλγειν ἀνέθηκέ τις αὐτῷ Λακωνικὸς ποιητής· καὶ οὐδὲν ἄρα οὕτως βεβαίως δεδήσεται, οὐ νόσῳ, οὐκ ὀργῇ, οὐ τύχῃ οὐδεμιᾷ, ὃ μὴ οἷόν τʼ ἔσται λῦσαι τῷ Διονύσῳ. ἀλλὰ καὶ συμπότης ὁ τέως πολέμιος, καὶ ὁ γέρων ἀνηβήσει, καὶ πίεται κινοῦντος τοῦ θεοῦ. ταῦτα αὖ Σειληνοί τεμαρτυροῦσι καὶ οἱ περὶ τοῦτον χορευταί· καὶ τήν γε ῥᾳστώνην τοῦ κράτους νάρθηκές τε ἀντὶ δόρατος καὶ νεβρὶς ἀντὶ λεοντῆς αὐτῷ πεπορισμένα, καὶ κύλιξ ἀντὶ ἀσπίδος κοίλης, ὡς τὸ αὐτὸ ποιούντων Διονύσῳ μάχεσθαί τε καὶ πίνειν. καὶ οὐ πολὺ τοὐμμέσῳ τοῦ τε ἀγῶνος καὶ τῶν ἐπινικίων. Ἰνδοὺς δὲ καὶ Τυρρηνοὺς λέγουσιν ὡς κατεστρέψατο, αἰνιττόμενοι δοκεῖν ἐμοὶ διὰ μὲν τῶν Τυρρηνῶν τὰ πρὸς ἑσπέραν, διὰ δὲ τῶν ἑτέρων τὸν πρὸς ἕω τόπον τῆς γῆς ὡς ἁπάσης αὐτὸν ἄρχοντα. Βάκχαι δὲ καὶ ἀνθʼ ἱππέων αὐτῷ προϊοῦσαι καὶ τοξοτῶν, τῆς τε σκευῆς ἀκόλουθα ἣν ἀρτίως ὑμνοῦμεν καὶ ἅμα καὶ τοῦτο ἐπισφραγίζονται ὅτι τῆς Διονύσου πολιτείας ἄρα ἦν καὶ γυναικεῖα στρατόπεδα ὁμοῦ τοῖς τῶν ἀνδρῶν, καὶ οὐ τοὺς ἄνδρας θηλύνειν μᾶλλον ἢ τὰς γυναῖκας εἰς ἀνδρῶν τάξιν καθιστάναι Διονυσιακόν· οὕτω μέγας καὶ πολύτροπος καὶ παναρμόνιός ἐστι. δῆλον δὲ καὶ ἐνθένδε. Ἀφροδίτῃ μὲν γὰρ κοινωνήσας θέατρά τε ἀνοίγνυσι καὶ συμποσίων καὶ θιάσων ἔξαρχος γίγνεται, Ἄρει δὲ εἰς ταυτὸν ἐλθὼν ἔνοπλος γίγνεται· καὶ μὴν ἔμπυρός γε ἅμα Ἀθηνᾷ καὶ Ἡφαίστῳ γενόμενος. κήρυκες δὲ καὶ Εὐμολπίδαι πάρεδρον Ἐλευσινίαις αὐτὸν ἐστήσαντο, καρπῶν ἔφορον καὶ τροφῆς ἀνθρώποις.
ὃ δὲ τούτῳ πρέπειν μοι δοκεῖ προσθεῖναι, μόνος γὰρ τῶν ἱερῶν φασμάτων ἐξεφοίτησεν ἐν τῷ κινδύνῳ τῷ Μηδικῷ. οὕτω τοῖς ὅλοις φιλάνθρωπος ὢν ἐπὶ τοὺς Ἕλληνας ῥέπει. Νύμφαις τοίνυν ἀνακραθεὶς πολλὰ δὴ καὶ παντοῖα ἐχόρευσέ τε καὶ χορεύει κατʼ ἀνθρώπους, ἀκριβέστερον Εὐρυκλέους τἄνδοθεν καταλαμβάνων, καὶ ποιεῖ χορευτὴν κἂν ἄμουσος ᾖ τὸ πρίν. ὁ δὲ σκιρτᾷ τε καὶ παίζει καὶ μελῳδεῖν ἐθέλει, καὶ ταῦτα μέντοι ἀπὸ κλίνης καὶ σκίμποδος. οὕτως πᾶν δρᾶν ὁ θεὸς πεφυκώς ἐστιν. ὁ δὲ θαυμαστὸς ἀνθρώπων τύραννος Ἔρως ἐκ Διονύσου πηγῶν ἀρυσάμενος γῆν ἅπασαν ἐπέρχεται προηγητῇ Διονύσῳ χρώμενος, οὐδʼ αὐτῷ θᾶκοι τούτου χωρὶς οὐδʼ ἔργα οὐδʼ εὐναί. νυκτὸς τοίνυν καὶ ἡμέρας πέρατα ἐπισκοπεῖ, τὴν μὲνἡμέραν αὐτὸς δᾳδοῦχός τε καὶ ἡγεμὼν τῆς ὄψεως γιγνόμενος, τὴν δὲ νύκτα ἑτέροις παριείς· ἀργῶν δʼ ὅμως οὐδʼ οὕτως, ἀεὶ δʼ ἐν φορᾷ καὶ κινήσει τὸν αἰῶνα διεξέρχεται. πρεσβύτατος δὲ ὢν θεῶν αὐτὸς καὶ νεώτατός ἐστι, τῆς δʼ ἀεὶ παρούσης ὥρας καὶ μοίρας φίλος. καί μοι χαίρειν ἤδη τὸν Ἴακχόν τε καὶ τὰ πολλὰ δὴ ταῦτα κεκλημένον. πλήρης γὰρ ὡς τὰ νῦν ἡ φιλοτησία.