Orationes 3
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἐπειδὴ τῆς γε Ὀλυμπικῆς πανηγύρεως ἀπελείφθην τύχῃ τινι ἀδυνάτως ἔχων κατὰ τὸ σῶμα συμμετασχεῖν ὑμῖν τῶν γιγνομένων, κινδύνου τε εἰς ἔσχατον ἐλθὼν ἐκ τοῦ τότε μοι συμπεσόντος νοσήματος, Διός γε σωτῆρος τυχὼν καὶ Ποσειδῶνος ἀδελφοῦ Διὸς ἀσφαλίου, καί τινος οἷον λιμένος τῆς τε παρούσης ταύτης ὑγιείας τε καὶ σωτηρίας λαβόμενος καὶ τῆς διατριβῆς τῆς μεθʼ ὑμῶν, πρὸς δὲ καὶ λόγου διαγγελθέντος ἐπὶ τούτῳ τοιούτου τινὸς, ὡς ἄρα ἐπόθουν τινὲς τὴν ἐμὴν παρουσίαν, καὶ τούτων οἱ ἐμφανέστατοι, οὐ διʼ ἐμὲ τοσοῦτον, ὥς γε ἐγὼ νομίζω, οὐδὲ διὰ τοὺς λόγους τοὺς ἐμοὺς, ἀλλʼ ἐνδεικνύμενοι τό τε γενναῖον καὶ τὸ φιλότιμον τὸ περὶ ταῦτα καὶ τὴν πρὸς τοὺς πρεσβυτέρους τιμήν τε καὶ εὔνοιαν ὁπόσοις ὁ βίος ἐν τούτοις, ὑφʼ ὧν καὶ πρότερον ἡσθέντας πολλάκις ἑαυτοὺς μέμνηνται καὶ ἡδίους γενομένους ἐν ταῖς κοιναῖς τῶν Ἑλλήνων πανηγύρεσιν, ἔγνων μὴ ὀκνητέον εἶναί μοι διὰ ταῦτα παρελθεῖν εἰς ὑμᾶς, ἀλλʼ ἅμα ἐν τῷ αὐτῷ ἀποτιστέον διπλῆν ἔκτισιν δυοῖν ἀδελφοῖν, τὴν μὲν προτέραν τε καὶ
πρεσβυτέραν καὶ τρόπον τινὰ εἰωθυῖαν, τὴν δὲ νῦν ἄρξεσθαι μέλλουσαν. εἶναι γὰρ οὐδὲ εὐαγὲς ἴσως ἐμὲ πανταχοῦ τοῦ θείου μεμνημένον, καὶ σχεδὸν τῆς πλείστης μοι διατριβῆς τῶν λόγων περὶ ταῦτα οὔσης, παρεορακέναι δοκεῖν τὸν ἀπὸ τῶν λόγων ἔρανον πρὸς μόνον θεῶν τοῦτον, καὶ μηδένα εἶναι λόγον ἐπώνυμον ἐμὸν μήτε τοῦ θεοῦ μήτε αὐτοῦ τοῦ τόπου τούτου ἐν ᾧ νῦν ἐσμὲν, ἀλλʼ ὠλιγωρῆσθαι πρᾶγμα τηλικοῦτον· ὑπὲρ οὗ καλῶς ἂν ἔχειν ἴσως καὶ ἐξιλάσασθαί μοι τὸν θεὸν πρότερον καὶ ἐξευμενίσασθαι, τῶν μὲν πρότερον συγγνώμην ἔχειν, εἰ ἄρα τι παρῶπταί μοι εἰς ταῦτα, τὰ δὲ παρόντα ταῦτα εὐμενῶς προσδέξασθαι καὶ ἵλεῳ τῇ γνώμῃ καὶ τἄλλα τε ἀγαθὰ διδόναι καὶ εἰπεῖν τι οἷον χρή. κἂν ὡς ἑτέρως συμβαίνῃ, πρὸς τὴν ἐμὴν δύναμιν ὁρᾶν, καὶ μὴ πρὸς τὸ τοῦ λόγου μέγεθος ἀμύθητον ὂν, καὶ ταῦτα ὂν ἀτεχνῶς τὸ λέγειν τι περὶ τούτων καὶ ἐγχειρεῖν ὥσπερ ἂν εἴ τις ἐξαριθμεῖσθαι βούλοιτο τοὺς χόας τῆς θαλάττης. οὐ μὴν ἀλλʼ ἐπειδὴ καὶ τὰ μέγιστα τῶν πελαγῶν καὶ ἀνήνυτα παρέχειν ὁ θεὸς οὗτος εἴωθε πορεύσιμα, καὶ ἐνίοτέ γε καὶ ἐξ οὐρίων οἷς ἂν ἵλεως ὢν τυγχάνῃ, ἀνήχθω καὶ νῦν ἡμῖν ὁ περὶ αὐτοῦ λόγος· καὶ ἀνήφθω γε ἐξ αὐτοῦ τοῦ θεοῦ πρυμνησίου τινὰ τρόπον, ὡς ἂν εἴποι τις. ὅσα μὲν οὖν εἰς τὴν τῶν ὅλων φύσιν ἀνάγειν ἀξιοῦντες οἱ πρῶτοι
ταῦτα φιλοσοφήσαντες τοὺς περὶ τοῦ θεοῦ τούτου λόγους πᾶν ὅσον ὑγρὸν ἐν τῷ παντὶ, ἤτοι μέρος ὂν τὸ μέγιστον τοῦ σύμπαντος ἢ καὶ τὸ σύμπαν αὐτὸ τοῦτο· λέγω δὲ τὴν ὑγρὰν οὐσίαν οὕτω κληθεῖσαν, καθὰ καὶ ὁ τῶν ποιητῶν λόγος μαρτυρεῖ, γένεσιν τοῦτʼ εἶναι θεῶν φάσκων, ὥς που εἴρηται ὠκεανόν τε θεῶν γένεσιν, ἐν ἑτέρῳ ὀνόματι τῷ τοῦ Ὠκεανοῦ, καὶ τροφήν τε καὶ ζωὴν ξυμπάντων ὁπόσα τε θεῖα καὶ τῆς κάτω μοίρας· καὶ διὰ τοῦτο καὶ ὅρκον τοῦτʼ εἶναι μέγιστον θεῶν ἐν ἑτέρῳ πάλιν ὀνόματι τῷ τῆς Στυγὸς ὕδατι· καὶ ὡς θεοὺς πηγὰς καὶ ποταμοὺς ἐνόμιζον οἱ πρῶτοι μεγίστους τε καὶ πρώτους,καὶ ἔτι γε νάματα· καὶ εἶναί τε πάντα ἐνθένδε ὁπόσα γενέσεως μέτοχα καὶ ἀπιέναι πάλιν ἐκεῖσε κατὰ τὴν φθορὰν αὐτῶν, καὶ τοῦτʼ εἶναι τὴν ἀρὰν τὴν Ὁμήρου ἐπαρωμένου εἰς ὕδωρ πάντα ἐλθεῖν, ὡς ἔχει καὶ τὸ ἔπος
ἀλλʼ ὑμεῖς γε πάντες ὕδωρ καὶ γαῖα γένοισθε,καὶ ὅσα ἄλλα τοιουτότροπα ὑπό τε ἀνδρῶν καὶ ποιητῶν σοφῶν εἴρηταί τε καὶ ἐξεύρηται, ταῦτα μὲν ἤτοι τέλεον ἡμῖν παρείσθω ἢ ἐπὶ τοσοῦτον εἰρήσθω ἐν γοῦν τῷ παρόντι. ἃ δέ ἐστι κοινὰ πάντων καὶ γνώριμα καὶ ἐν τοῖς πάντων ὀφθαλμοῖς, τούτων δὲ καὶ νῦν ἄν πως πρέποι μνησθῆναι. ἔστι δὲ οὐδὲ ταῦτα καθʼ ἑαυτὰ, ἀλλὰ καὶ ταῦτα σὺν μάρτυσι τοῖς ποιηταῖς λεγόμενα.
ὁμολογεῖται μὲν γὰρ Κρόνῳ τρεῖς παῖδας γενέσθαι
ἐκ Ῥέας τῆς μητρὸς αὐτῶν, Ποσειδῶν καὶ Ζεὺς καὶ τρίτος ὃν ἐπὶ τούτοις ἀκούομεν. καὶ δῆτα διαλαχεῖν ἐπὶ τούτοις τὸν κλῆρον τοῦ πατρὸς, τὸ πᾶν τοῦτο νομῇ δικαιοτάτῃ δασαμένους. Δία μὲν σχεῖν τόν τε οὐρανὸν καὶ τὸν αἰθέρα καὶ τὰ ἐν τούτοις, καὶ αὐτόθεν ὁρμᾶσθαι, τὸν δὲ Ποσειδῶ τὴν θάλατταν, τὸν δὲ τρίτον ἀδελφὸν τὸν ὑπὸ γῆς τόπον. θεασώμεθα δὴ νῦν ἐν ἡμῖν αὐτοῖς πότερος αὐτῶν τὴν ἀρχὴν φιλανθρωποτέραν ἐποιήσατο τὴν αὑτοῦ καὶ κοινοτέραν, πότερον ὁ μηδὲ μεταδοὺς μηδὲν αὐτῆς μηδενὶ, ἢ ὁ μεταδιδοὺς μὲν, οὐ πρότερον δὲ πρὶν ἢ οἴχεσθαι, ἢ ὁ ζῶντάς τε ὑποδεχόμενος ἅπαντας καὶ παρέχων ἑαυτῷ συζῆν καὶ συνεῖναί τε καὶ συμπολιτεύεσθαι, καὶ ἐπεργάζεσθαι τὸν κάλλιστον τῶν κλήρων τὴν θάλατταν, καὶ πάνθʼ ὅσα ἀγαθὰ ἀπὸ θαλάττης ἔκ τε αὐτῆς καὶ διʼ αὐτῆς ἐξεύρηται, καὶ δοὺς ἑαυτὸν εἰς ἅπαντα τῷ γένει τῷ τῶν ἀνθρώπων. καὶ μὴν ἄνθρωπός γε τί μὲν τῶν δένδρων διέφερε τῶν ἐν τῇ γῇ τῶν αὐτοφυῶν, ἕως ἐν γῇ μόνον ἦν; τί δὲ ἦν αὐτῷ καλὸν, πρὶν παρανοῖξαι τὸν θεὸν τοῦτον τὴν θάλατταν, ἔπειτα δὲ καὶ ἀναπετάσαι; ἢ τί μὲν ἰδεῖν, τί δὲ ἀκοῦσαι; ὃς οὐδὲ τὴν γῆν αὐτὴν ἐν ᾗ ἦν ἠπίστατο, πλὴν τὰ ἐν ποσὶν, οὐχ ὅπως τὰ πέρατααὐτῆς, ἢ τὴν ἑτέραν ἤπειρον, ἢ τὴν καταντικρύ. ἀλλʼ ἔζων τρόπον θηρίων οἱ πρότερον ἐκεῖνοι, κατὰ χειὰς καὶ χηραμοὺς καὶ δένδρα, οἱ μακάριοι καλούμενοι. ὧν τί ἦν ἀθλιώτερον, μήτε εἰδότων μηδὲν μήτε ἑορακότων μήτʼ ἐχόντων, πλὴν ὅσα ἐφʼ ἡμέραν ἑκάστην ἐπʼ ἴσης τοῖς ἀλόγοις ζώοις; ἐπειδὴ δὲ ἀνεῖπεν οὗτος ὁ θεὸς φοιτᾶν παρʼ
αὑτὸν θαρρούντως καὶ ἐπινέμεσθαι τὴν θάλατταν, καὶ τρόπον τε ὑπέδειξε διʼ ὅτου καὶ τὸ δεῖμα ἐξεῖλε τῆς ψυχῆς, ὃ καθάπερ πρὸς θηρίον δεινόν τε καὶ φοβερὸν εἶχον τὴν θάλατταν συναρπασθήσεσθαι προσδοκῶντες ἀεὶ καὶ αὐτοὶ καὶ τὴν γῆν σύμπασαν ἅμα τοῖς ἀνέμοις βλέποντες, τηνικαῦτα δὲ οὐδὲ εἰπεῖν τῷ λόγῳ ῥᾴδιον τὸ πλῆθος τῶν ἀγαθῶν τῶν φοιτώντων εἰς τὴν γῆν παρὰ τῆς θαλάττης. συνελθεῖν τε εἰς ταυτὸν ἄμφω ταῦτα τὸ μέγιστον ἔργον Ποσειδῶνος, καὶ φιλίαν αὐτοῖς γενέσθαι καὶ ἐπιμιξίαν. πρότερον δὲ οὐδὲ τοῦτο ἦν, ἀλλὰ πολεμίω ἤστην ἀλλήλοιν ἥ τε γῆ καὶ ἡ θάλαττα. νυνὶ δὲ συνῳκισθήτην ὑπὸ τοῦ θεοῦ τούτου καὶ πόλεις τε ἐπολίσατο τοῖς ἀνθρώποις αὐτόθι, ἃς δὴ νήσους νυνὶ καλοῦμεν, ὡς μηδὲ ἐν θαλάττῃ ποθεῖν τὴν γῆν, μηδὲ ἄλλο τι ἢ ἐν γῇ εἶναι. καὶ πάντα τὰ ὄντα ἀνῆκε καὶ ζῶα παντοδαπά. ὅπου δὲ καὶ φυτὰ τὰ μὲν εἰς χρῆσιν τῷ ἀνθρώπῳ, τὰ δὲ καὶ τέρψιν τε καὶ ἡδονήν. καὶ μὴν καὶ τράπεζαν πολλῷ ἀφθονωτέραν παρέθηκε τῆς γῆς, ἀναπαύλας τε μυρίας ἐξεῦρε, καὶ τὸν ἄνθρωπον ἁπλῶς εἰπεῖν πτηνὸν ἀπέδειξε, μόνον οὐχ ὡς πτεροῖς τισι διὰ τῆς θαλάττης χρώμενον, τάξας μετὰ τῶν ἀνέμων φέρεσθαι, καὶ οὐδὲ τούτου φθονήσας, οὐχ ὅπως ἄλλου τινὸς, οὐχ ὥσπερ ὁ πρεσβύτατος ἀδελφὸς αὐτοῦ ἕνα τὸν Περσέα παρεῖναι λέγεται εἰς τὴν ἀρχὴν τὴν αὐτοῦ, καὶ τοῦτον μικρὸν ἀπέχοντα τῆς γῆς καὶ τῆς θαλάττης, καὶ τὸν Βελλεροφόντην τὸν ἐνθένδε μετὰ ταῦτα οὐκ ἐπὶ καλῷ. οὗτος δὲ πάντα τινὰ τὸν βουλόμενον καὶ ἄνδρα καὶ γυναῖκα καὶ αὐτοὺς τοὺς παῖδας· καὶ ἔστι γεοὓς καὶ ἀνέφηνεν ἐκ τῆς θαλάττης, ὡς τόν τε Ἀπόλλω καὶ τὴν Ἄρτεμιν. καὶ τούτων μὲν ὁ Ζεὺς εἰκότως ἂν χάριν αὐτῷ εἰδείη, ὅτι οὔτε τὴν Λητὼ περιεῖδεν ἐλαυνομένην πάντα τὸν χρόνον ὑπὲρ ὧν ἐτύγχανεν, οὔτε τὴν γένναν αὐτοῦ μικροῦ γε ἐξαμεληθεῖσαν. οὗτος δὲ καὶ τὸ Ἀφροδίτης κάλλος ἀνήνεγκεν ἐξ ἑαυτοῦ, καθάπερ ἐκ κεφαλῆς τινος καὶ οὗτος τῆς θαλάττης κατὰ τὴν πρὸς Δία μίμησιν, εἴτε καὶ πρότερος οὗτος οὐ μόνον τὰ ἀνθρώπινα, ἀλλὰ καὶ τὰ θεῖα, ὡς ἔχει ὁ κατὰ τὴν Ἴδην τὴν Τρωικὴν λόγος λεγόμενος. ἐπεὶ δὲ Λητοῦς ἐμνήσθημεν, εἰσῆλθέ με ὅσους καὶ ἄλλους ἔρωτας συνδιήνεγκε τῷ ἀδελφῷ· καὶ γὰρ τὸν Ἰοῦς τῆς Ἰνάχου καὶ τὸν Εὐρώπης τῆς καλῆς, τάχα δέ που καὶ ἄλλον καὶ ἄλλον, ὧν ἔτι καὶ νῦν ὀνόματα κατʼ ἀνθρώπους. τὸν δὲ παῖδα τὸν καλὸν τὸν μετὰ τῆς μητρὸς τῆς καλῆς καὶ παῖδα ἔθετο ἑαυτῷ καὶ κοινωνοὺς τῆς ἀρχῆς ἐποιήσατο αὐτόν τε καὶ τὴν μητέρα.
ἀλλʼ οὗτος μὲν ὁ λόγος ἀναμένει ἡμᾶς εἰς τὸ ἐπειδὰν αὐτῷ καθήκῃ, νῦν δὲ τὰ Ποσειδῶνος ἔργα διέξιμεν ἐν ἀλλήλοις, οἷά τε καὶ ἡλίκα καὶ τὴν ἀρχὴν αὐτοῦ ὁπόσου ἀξία. ἐφεξῆς δʼ ἂν ἴσως εἴη καὶ τὰς τιμὰς τὰς
κατʼ ἀνθρώπους ὁποῖαί τινες καὶ ὁπόσου ἄξιαι. πάντα γὰρ ὁπόσα μέρη τῆς γῆς ἐπισημότατα καὶ ὀνομαστότατα Ποσειδῶνι ἐπιπεφήμισται. ἐπὶ μὲν ταῖς εἰσβολαῖς τοῦ Εὐξείνου πόντου ᾗ τὸ στενότατον τῆς θαλάττης ἀναπετάννυσιν ἐξ αὑτοῦ τὴν πολλὴν θάλατταν, καὶ πέτρα τε κυανέα αὐτόθι ὠνόμασται καὶ πύλαι θαλάττης πρότερον εἶναι κλεισταὶ δοκοῦσαι, ἱερά τε αὐτοῦ καὶ τεμένη καὶ βωμοὶ, ἄλλα τε καὶ ἡ καταίρουσα πρὸς ἡμᾶς ἐκεῖθεν θάλαττα, Λευκάτα τε οὕτως ἐπωνομασμένη κατὰ τὴν ἐνταυθοῖ Λευκάτα τὴν ἐπὶ τῷ Ἀκτίῳ, οὐ πέτρα τις οὖσα ὥσπερ αὕτη, ἀλλὰ γῆ πολλὴ προχωροῦσα εἰς θάλατταν, προχωννύουσα ἐπὶ πολὺ αὐτὴν σχήματι κυκλοτερεῖ ἐξ ἡμισείας, δρεπάνης τινὰ τρόπον ἀτεχνῶς ὡς καὶ τὸ ὄνομα εἶναι τοῦτο τῇ προχώσει, καὶ λέγεσθαί γε ἐπʼ αὐτῷ καὶ λόγον τινὰ καὶ μῦθον, ὡς ἄρα ἐνταῦθα ἐπράχθη τὸ ἔργον τὸ περὶ τὸν Κρόνον ὑπὸ τῶν παίδων αὐτοῦ, τὸ περὶ τὴν ἐκτομήν. ὑπερβάντι δὲ τὴν Προποντίδα καὶ τὸνἙλλήσποντον, καὶ διαβάντι τὰς νήσους τὰς Κυκλάδας καλουμένας κατὰ μὲν τὴν πρὸς τῷ Αἰγαίῳ θάλατταν ἥ τε Εὔβοια καὶ τὰ ἄκρα αὐτῆς, ὁ ἐν Γεραιστῷ λιμὴν, καὶ ἱερὸν τοῦ θεοῦ. οὗ καὶ Ὅμηρος μέμνηται ἐν Ἀχαιῶν νόστῳ καὶ τῷ ἀπόπλῳ τῷ ἐξ Ἰλίου. κατὰ δὲ τὰς εἰσβολὰς τὰς εἰς τὸν Ἰόνιον ἥ τε ἐπὶ Ταινάρῳ ἄκρα τοῦ θεοῦ καὶ ἡ αὐτόθεν ἀναγωγή. Ὅμηρος δὲ καὶ εἰς Αἰγὰς καὶ
Ἑλίκην ἀποδημοῦντα πεποίηκεν αὐτὸν ἐπὶ δαῖτα, καὶ ἄνωθεν ἐπὶ τῶν κυμάτων ἐπιθέοντα αὐτόν τε καὶ τοὺς ἵππους αὐτοῦ, οὐ προσαπτομένους τῆς θαλάττης· ὃν τρόπον καὶ τῷ ἀνθρώπῳ διπλοῦν ὄχημα ὑπέθηκεν, ἅρμα μὲν ἐν γῇ, ναῦν δὲ ἐν θαλάττῃ. ἔνθα ἱερά τε αὐτοῦ καὶ τεμένη καὶ βωμὸς θυήεις, ὡς αὐτὸς οὗτος ἔφη· ὃν τρόπον καὶ εἰς γαλακτοφάγους τὸν Δία τὸν ἀδελφὸν αὐτοῦ. καθάπαξ μὲν γὰρ εἰ δεῖ μὴ κατασμικρύνειν τὸν λόγον, πᾶσαι μὲν ἀκταὶ, πάντες δὲ λιμένες καὶ πάντα μέρη τῆς γῆς καὶ τῆς θαλάττης ἱερὰ Ποσειδῶνος καὶ ἀναθήματα καὶ ἀγάλματα καὶ τεμένη καὶ νεῴ. οὐ μὴν οὕτω γε φίλον οὐδὲν οὐδὲ ἀγαπητὸν αὐτῷ οὔτε τίμιον, ὡς ὁ Ἰσθμοῖ οὗτος καὶ ὅδε ὁ χῶρος. καὶ τοῦτʼ ἐγὼ καὶ ἀρχεῖα Ποσειδῶνος καλῶ καὶ βασιλείαν καὶ αὐλὴν, ὥσπερ Ὅμηρος τὴν Διὸς αὐλὴν ὠνόμασε, καὶ ὁρμητήριον. τεκμαίρομαι δὲ τοῖς τε ἄλλοις καὶ ὅτι πᾶσαν τὴν πανταχόθεν θάλατταν ἐπέστρεψε δεῦρο, πύλας ἑκατέρωθεν ἐπιθεὶς καὶ ἀναπετάσας αὐτῇ τὸν ἰσθμὸν τοῦτον καλούμενον, πρός τε ἕω καὶ πρὸς ἑσπέραν ὁμοίως, συγκλείσας τε ἅμα, ὡς μὴ ἐπιμίγνυντο, οὐ πολλῷ τινι μέτρῳ γῆς, ἀλλʼ οἷον αὐλῶνι στενῷ, καὶ νόμον θεὶς καὶ τάξας ἐπʼ αὐταῖς φυλάττειν τὰ ἑαυτῆς ὅρια ἑκάστην, καὶ ἀναπετάσας πάλιν καὶ δοὺς πολλήν τινα τὴν πρόσω εὐρυχωρίαν ἑκάστῃ, θεαμάτων ἁπάντων ὁπόσα ἐν γῇ παραδοξότατόν τε ὁμοῦ καὶ ἥδιστον, εἰσπλεῖν τε καὶ ἐκπλεῖν ἐν τῷ αὐτῷ ἐξ οὐρίων ἑκάστους, καὶ ὑπὸ τοὺς αὐτοὺς ἀνέμους ἀναγωγάς τε καὶ καταγωγὰς γίγνεσθαι ἐν μόνῃ τῶν πασῶν τῇ γῇ ταύτῃ καὶ τῇθαλάττῃ· πάντα τε δεῦρο φοιτᾶν τὰ πανταχόθεν κατά τε γῆν καὶ κατὰ θάλατταν, καὶ τοῦτʼ εἶναι ὑφʼ οὗ καὶ ἐκ παλαιοτάτου ἀφνειόν τε ὕμνηται χωρίον ὑπὸ τῶν ποιητῶν, ἅμα μὲν διὰ τὸ πλῆθος τῶν παρόντων ἀγαθῶν, ἅμα δὲ καὶ διὰ τὴν ὑπάρχουσαν εὐδαιμονίαν ἐν αὐτῷ. ἔστι γὰρ οἷον ἀγορά τις καὶ αὐλὴ κοινὴ τῶν Ἑλλήνων καὶ πανήγυρις, οὐχ ἣν διὰ δυοῖν ἐτοῖν συμπληροῖ αὐτῇ τὸ
Ἑλληνικὸν, καθάπερ ἡ παροῦσα αὕτη, ἀλλʼ ἣν διὰ παντὸς ἔτους καὶ καθʼ ἡμέραν ἑκάστην. εἰ δὲ ἦν ὥσπερ ἀνδράσιν, οὕτως δὴ καὶ πόλεσι προξενία πρὸς ἀλλήλας, τοῦτʼ ἂν εἶχεν ἡ πόλις τοὔνομα καὶ τὴν τιμὴν ταύτην ἁπανταχοῦ· ὑποδέχεται γὰρ ἁπάσας εἰς ἑαυτὴν καὶ προπέμπει πάλιν ἐξ αὑτῆς, καὶ κοινὴ πάντων ἐστὶ καταφυγή· καθάπερ τις ὁδὸς καὶ διέξοδος ἁπάντων ἀνθρώπων, ὅποι καὶ μόνον πορεύοιτό τις, καὶ κοινὸν ἄστυ τῶν Ἑλλήνων, οἷον μητρόπολίς τις ἀτεχνῶς καὶ μήτηρ αὐτὸ τοῦτο. τά τε γὰρ ἄλλα καὶ οὐκ ἔσθʼ ὅπη τις ἀναπαύσαιτο καθάπερ ἐν μητρὸς κόλποις οὔτε ἥδιον οὔτε προσφιλέστερον, οἷον αὐτὴ ἀνάπαυλά τέ ἐστι καὶ καταφυγὴ καὶ σωτηρία πᾶσι τοῖς ἐντυγχάνουσιν. ἀλλὰ δῆτα τοῦ κάλλους αὐτῆς καὶ τῶν ἱμέρων καὶ τῶν ἐρώτων ὅσον ἐξῆπται τὸ πλῆθος, ὡς πάντας μὲν ἀναδήσασθαι τῷ ἡδεῖ, φλέγεσθαί τε ἅπαντας ἐπʼ αὐτῇ ὁμοίως, ἔχειν δὲ ἐν ἑαυτῇ φιλότητας, ἱμέρους, ὀαριστὺν, πάρφασιν, ὡς κλέψαι τὸν νοῦν καὶ τῶν μέγα ἐφʼ ἑαυτοῖς φρονούντων, καὶ εἰ δεῖ τι ἄλλο πρὸς τούτοις πάντα ὅσα λέγεται τῆς θεοῦ φάρμακα, ὡς εἶναι σαφῶς τε Ἀφροδίτης τὴν πόλιν, ἣν ἐμοὶ ἐπονομάζειν ἔπεισιν· ὅστις ποτὲ οὗτος ὁ κεστός ἐστιν, ᾧ πάντας ἡ θεὸς ἀναδεῖται πρὸς ἑαυτὴν, καὶ καθάπερ τινὰ ὅρμον καὶ περιδέραιον συμπάσης τῆς Ἑλλάδος τοῦτʼ εἶναι, καὶ τέμενος Νυμφῶν, Ναΐδων ἁπασῶν ἐνταυθοῖ ναουσῶν, καὶ θάλαμον Ὡρῶν, ᾧ πάντα τὸν χρόνον ἐγκάθηνται καὶ ὅθεν προέρχονται ἀνοιγνῦσαι τὰς πύλας εἴτε Διὸς σύ γε βούλει καλεῖν εἴτε Ποσειδῶνος. εἰ δὲ καὶ ἔρις ποτὲ περὶ κάλλουςἐνέπεσε ταῖς πόλεσιν, ὥσπερ ταῖς θεαῖς λέγεταί ποτε γενέσθαι ἐν ἀλλήλαις, μετὰ Ἀφροδίτης ἂν ἦν. καὶ περὶ μὲν τοῦ εἴδους τῆς πόλεως τί ἄν τις καὶ λέγοι, ὅ γε οὐδὲ οἱ πάντων ὀφθαλμοὶ χωρεῖν εἰσιν ἱκανοί; μεγέθους γε μὴν τί ἄν τις μεῖζον τεκμήριον ποιήσαιτο ἢ τὸ ἀποτετάσθαι αὐτὴν εἰς ἁπάσας θαλάττας, καὶ συνῳκίσθαι τε αὐταῖς καὶ παρακατῳκίσθαι, οὐ τῇ μὲν, τῇ δὲ οὒ, ἀλλὰ πάσαις ὁμοίως. καὶ μὴν εὐνομίας γε ὁρμητήριον ἡ πόλις ἔτι καὶ νῦν βραβεύει τὰ δίκαια τοῖς Ἕλλησι. πλούτου γε μὴν καὶ
πλήθους ἀγαθῶν ὅσον εἰκὸς ἐπαντλούσης αὐτῇ τῆς τε γῆς τῆς πανταχόθεν καὶ τῆς πανταχόθεν θαλάττης, οἷον ἐννάουσαν ἐν μέσοις τοῖς ἀγαθοῖς καὶ περικλυζομένην αὐτὴν, καθάπερ τινὰ ὁλκάδα ἐν κύκλῳ μεστὴν τῶν ἀγαθῶν· σοφὸν δὲ δὴ καὶ καθʼ ὁδὸν ἐλθὼν ἂν εὕροις· καὶ παρὰ τῶν ἀψύχων μάθοις ἂν καὶ ἀκούσειας· τοσοῦτοι θησαυροὶ γραμμάτων περὶ πᾶσαν αὐτὴν, ὅποι καὶ μόνον ἀποβλέψειέ τις, καὶ κατὰ τὰς ὁδοὺς αὐτὰς καὶ τὰς στοάς. ἔτι τὰ γυμνάσια, τὰ διδασκαλεῖα, καὶ μαθήματά τε καὶ ἱστορήματα. τί οὖν δεῖ Σισύφου μεμνῆσθαι, ἢ τῆς Σισύφου συνέσεως, ἢ Κορίνθου τοῦ Διὸς, ἢ Βελλεροφόντου τοῦ Ποσειδῶνος, ἢ ἄλλου του τῶν ἡρώων τε καὶ τῶν ἡμιθέων, ἢ τὰ μετὰ ταῦτα πάλιν τοὺς ἐξευρόντας σταθμά τε καὶ ζυγὰ καὶ μέτρα, καὶ τὸ ἐν τούτοις δίκαιον, καὶ τὸ ὡς ναῦν ἐναυπηγήσατο αὕτη ἡ πόλις, οὐ τριήρη μόνον, ἀλλὰ καὶ αὐτὴν τὴν Ἀργὼ ἔγωγʼ ἂν φαίην. ὁ γοῦν ἡγεμὼν αὐτῆς τοῦ στόλου μετὰ τὸν ἀνάπλουν τὸν ἐκεῖθεν φαίνεται δεῦρό τε καταγόμενος αὐτὴν καὶ δεῦρο ὁρμισάμενος· ἢ τὰ ἐν τῇ γῇ πάλιν, τὸ Πηγάσου πτερὸν λεγόμενον εἴτε ὡς ἵππου σὺ φήσεις, εἴτε καὶ ὡς ὄρνιθος· καὶ τὸν πρῶτον ἐπιτολμήσαντα αὐτῷ τὸν μετάρσιον ἱππέα. ἀλλὰ ταῦτα μὲν παλαιὰ καὶ μυθώδη· τά γε μὴν ἔτι καὶ νῦν μνημονευόμενα εἰρηναῖά τε ὅσα αὐτῶν καὶ πολεμικὰτίνος μὲν οὐ λαμπρότερα τῶν Ἑλληνίδων; τίνος δὲ οὐκ ἐπισημότερα ἢ κατὰ γῆν ἢ κατὰ θάλατταν; τίνων δὲ ἔργα καὶ πράξεις περιφανέστεραι; ἀλλὰ γὰρ οὐ πολέμων ὁ παρὼν καιρός· ὥστʼ οὐδὲ ἡ μνήμη ἐν καιρῷ ἂν ἐρρήθη τῶν τοιούτων, πανηγυριζόντων τε τῶν Ἑλλήνων καὶ ὁμονοούντων ἐν τῇ καλλίστῃ τῶν πανηγύρεων τῇδε καὶ ὀνομαστοτάτῃ, διὰ δυοῖν δὶς εἰς ἓν συνιούσῃ, διπλασιαζομένῃ τε παρὰ τὰς ἄλλας καὶ προσιούσῃ, καὶ φθανούσῃ τὰς λοιπὰς καὶ αὖθις ἐπικαταλαμβανούσῃ ἀτεχνῶς ὥσπερ ἐν
ἁρματηλασίαις, εἴ πως ἦν ἰδεῖν ἀνθρώποις οὖσι φερόμενον τὸ Ποσειδῶνος ἅρμα, καὶ ἐπὶ κοινὸν κρατῆρα συνιόντων καὶ σπενδόντων τε ἅμα καὶ θυόντων, καὶ θεωρίας ἀπαγόντων τῷ τε Ποσειδῶνι καὶ τῇ Ἀμφιτρίτῃ καὶ τῷ Παλαίμονι καὶ τῇ Λευκοθέᾳ. ταῦτα οὖν καὶ ὑμνεῖν καὶ λέγειν καλῶς ἂν ἔχοι καὶ διάγειν ὑμᾶς ἐν τοῖς περὶ τούτων λόγοις.τὰ μὲν δὴ αὐτοῦ τοῦ Ποσειδῶνος εἴρηται τρόπον τινὰ καὶ ὕμνηται, οὐ μεμπτῶς ὥς γέ μοι δοκεῖ· ὁρῶ δὲ καὶ ὑμᾶς οὕτω διακειμένους· καὶ νὴ Δία γε καὶ περὶ αὐτῆς τῆς πόλεως ὡς ἐν βραχυτάτῳ τις ἂν εἴποι· ὁρῶ δὲ λοιπὸν ὄντα ἡμῖν τὸν περὶ τοῖν θεοῖν, τοῦ τε παιδὸς καὶ τῆς μητρὸς αὐτοῦ, εἴτε λόγον εἴτε καὶ μῦθον χρὴ φάναι. ὃν ἐγὼ δέδοικα καὶ πάνυ ὀρρωδῶ τε καὶ ἀπορῶ ὅπη ποτε χρή με διαθέσθαι μεθʼ ὑμῶν, πότερα ὡς τοῖς πολλοῖς δοκεῖ καὶ Ὁμήρῳ δὲ συνδοκεῖ, θεῶν παθήματα συμπεισθῆναι καὶ ἡμᾶς, οἷον Ἄρεος δεσμὰ καὶ Ἀπόλλωνος θητείας καὶ Ἡφαίστου ῥίψεις εἰς θάλατταν, οὕτω δὲ καὶ Ἰνοῦς ἄχη καὶ φυγάς τινας, ἢ τοῦτο μὲν οὔτε ὅσιον οὔτε εὐσεβὲς εἰπεῖν, ἄλλως τε καὶ περὶ τῶν θεῶν τὸν λόγον
ποιούμενον, ἀλλὰ τοῦτον μὲν τὸν λόγον ὑπεροριστέον ἡμῖν οὐ μόνον ἔξω τοῦ Ἰσθμοῦ καὶ τῆς Πελοποννήσου, ἀλλὰ καὶ ξυμπάσης τῆς Ἑλλάδος· καὶ ἀποκαθαρτέον γε καὶ ἐπʼ ἄμφω ταῖν θαλάτταιν ἐλθόντας, εἰ δέοι, τὸν Ἀθάμαντα, ὅστις ποτὲ ἦν, καὶ τὴν μανίαν τὴν ἐκείνου, εἴτε οὖσαν εἴτε ψευδῶς θρυληθεῖσαν ὑπὸ τῶν κάκιστα ἀπολωλότωντῶν ταῦθʼ ἕκαστα ἡμῖν συνθέντων. Ἰνὼ δὲ ἢ οὔτε ἦν οὔτε ἐγένετό ποτε ἣν οἱ πολλοί φασιν, ἢ εἴπερ ἦν καὶ ἐγένετο, ἀλλʼ οὐδέν γε προσήκουσα τοῖς τῇδε γιγνομένοις. Λευκοθέα δὲ θεός τʼ ἦν ἀπʼ ἀρχῆς εὐθὺς καὶ οὐκ ἐντεῦθεν ἤρξατο ὅθεν οἱ πολλοὶ οἴονται. εἰ δὲ καὶ αὐδήεσσά γε ἦν, ὡς ἔφη ὁ τοῦτο εἰπὼν, ἀλλὰ βροτός γε οὐκ ἦν. Ὅμηρος δὲ καὶ θεοὺς ὄντας πεποίηκεν ὥσπερ ἀνθρώπους, καὶ φθεγγομένους γε ἄντικρυς καὶ ἀνθρώποις διαλεγομένους, καὶ Ἀθηνᾶν καὶ Ἑρμῆν καὶ αὐτὸν τὸν Ποσειδῶνα. τὸ δʼ ἐπὶ τούτοις καλῶς ἂν ἡμᾶς ἴσως ἔχοι καὶ φίλως τοῖς θεοῖς λέγειν τε καὶ ἀκούειν ἐν ἀλλήλοις, ἐρασθῆναι μὲν Ποσειδῶνα Λευκοθέας, καὶ ἐρασθέντα γε ἔχειν αὐτὴν παρʼ ἑαυτῷ· ὃν τρόπον καὶ Τυροῦς τῆς Σαλμωνέως καὶ Ἀμυμώνης καὶ ἄλλης τινὸς καλῆς, καὶ κρύψαι γε ταύτην ὑπὸ
τῷ κύματι, τὰς δὲ ὁδοὺς αὐτῆς τὰς δεῦρο ἐκεῖθεν, εἰ ἄρα καὶ ταύτας παραδέξασθαι ἡμᾶς χρὴ, οὐ φυγῇ φευγούσης γενέσθαι, ἀλλʼ ὥσπερ ἐπὶ θάλαμον ἰούσης τὴν θάλατταν· οὐδὲ τὸν παῖδα, ὃς ἦν ἐξ ἑτέρου λέχους ἄρα, αὐτὴν φέρειν ἁρπάσασαν, ἀλλὰ παρακαταθήκην καὶ ἄθυρμα καὶ δῶρον Ποσειδῶνι. δηλοῖ δὲ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον τό τε ἀληθὲς αὐτὸ καὶ τὰ περὶ αὐτῶν ἔτι καὶ νῦν λεγόμενά τε καὶ δρώμενα ὡς περὶ θεῶν. κακὰ γὰρ οὔτε ἔστιν ἐν θεοῖς, ἀλλʼ οὐδʼ ἂν δύναιτο γενέσθαι ποτέ· ὑπερωρίσθαι γὰρ ταῦτά γε εἰς τὸν πρὸς γῆν τόπον· οὐδὲ παθήματά τε καὶ συμφοραί. τοσούτου δὴ τοῦτο ἂν ἀρχὴ γένοιτο τοῦ ἀθανάτου τινί. κακὰ γὰρ ἐκ κακῶν, ἀγαθὰ δὲ ἔργα τὰ θεῶν. ἄλλως δὲ οὐδαμῆ θέμις γίγνεσθαι. ἀλλʼ εἰ μὲν ἄνθρωπος οὐκ εὐτυχὴς ἦν, πῶς ἂν οὖν θεὸς ἐγένετο εἰπέ μοι· εἰ δʼ ἦν θεοφιλὴς, οὐδʼ ἂν ἐδυστύχησε πώποτε. καὶ εἴ γε μὴ ἀπʼ ἀρχῆς ἦν τοιαύτη, οὐδʼ ἂν ἐγένετο μετὰ ταῦτα—εἰ γὰρ ἀπαλλάξαι κακῶν οἷοί τέ εἰσιν οἱ θεοὶ, μηδὲ προσελθεῖν τὰ κακὰ ἐᾶσαι ἐπʼ αὐτοῖς ἔστι· καὶ μὴν εἴ γε ἀντιδοῦναι ἀγαθὰ κακῶν, καὶ τὸμέγιστον τὴν τοῦ ἀθανάτου μοῖραν, καὶ φῦναι εὐθὺς οὕτως ἔχοντα. ἦν οὖν Λευκοθέα θεὸς εὐθὺς ἀπʼ ἀρχῆς, καὶ
οὐχ αἱ συμφοραὶ εἰς τοῦτό γε ἤγαγον αὐτὴν, ἀλλὰ τὸ εἶναι τοιαύτην εὐθὺς ἀπὸ γενεᾶς μηδὲ ἐν συμφορᾷ τινι τὸ παράπαν γενέσθαι παρεσκεύασεν αὐτήν. —οὐδʼ ἂν ἦν μετὰ θεῶν θεὸς οὖσα, οὐδʼ ἂν ἔσχεν ἰσχὺν τοσαύτην ὅσην ἀκούομεν. νυνὶ δὲ ἐπειδὴ δεῖ πείθεσθαι τῷ Ὁμήρου λόγῳ, κινδυνεύει τὸ κατʼ αὐτὴν μοναρχία τις εἶναι τῆς ἀρχῆς τῆς κατὰ θάλατταν, καὶ οὐδὲ τῷ Ποσειδῶνι αὐτῷ ἐξεῖναι οὐδὲν μὴ συνεθελούσης ταύτης. εἰρήσθω γὰρ οὖν, εἴ γε οὐδὲ τὸν φονέα τοῦ παιδὸς παρῆν αὐτῷ τιμωρήσασθαι, ἔχοντα καὶ ταῦτα ἐν ταῖς χερσὶν ὡς ἂν εἴποι τις, ἀλλὰ τηνάλλως ῥοιβδεῖν, καὶ μηδὲν εἶναι τὸ κυκᾶν πάντα χρήματα μηδʼ ὅσα ἐποίει τὴν τρίαιναν ἡρπακὼς πρὸς τὸ τῆς θεοῦ ταύτης πρόβλημα, εἴτʼ οὖν κρήδεμνον τῷ ποιητικῷ λόγῳ εἴτε καὶ ἄλλως πως χρὴ φάναι, τὸ δʼ ἦν σωτηρία καὶ ἀσφάλεια ἐν μέσοις τοῖς δεινοῖς, δῆλον ὡς οὐ πρὸς βίαν τούτων γιγνομένων οὐδὲ ἀκουσίως τοῦ θεοῦ, ἀλλʼ ὑφιεμένου τοῦ Ποσειδῶνος πρὸς ἅπαντα αὐτῇ καὶ ἐφιέντος ποιεῖν ὅ τι βούλοιτο. καὶ καλῶς γε ἐποίησεν ὁ λόγος εἰς τοῦτο ἐλθὼν, ἄλλως τε καὶ ὅτι καλόν τι ἡμῖν ἐξ αὐτοῦ ἀνεφάνη φιλόσοφός τις οὖσα ἡμῖν ἡ Λευκοθέα, οὐ φιλοικτίρμων μόνον καὶ φιλοῦσα τοὺς Ἕλληνας· ἥ γε καὶ τὸν Ὀδυσσέα ἔσωζεν ἄρα τὸν σοφώτατον τῶν Ἑλλήνων καὶ ἄριστον, ὡς καὶ ἄλλον τινὰ, καὶ πάντας ὁπόσοις σοφίας ἔρως ἦν, καὶ ἐπηταὶ βούλονται εἶναι καὶ ἀγχίνοι καὶ ἐχέφρονες, τὰ καὶ κατὰ τοῦ Ὀδυσσέως λεγόμενα. ταῦτα μὲν δὴ περὶ αὐτῆς, φίλα καὶ αὐτῷ τῷ Ποσειδῶνι, ὡς οἴομαι. Παλαίμονα δὲ καὶ εἰπεῖν καλὸν καὶ τοὔνομα αὐτοῦ ὀνομάσαι, καὶ ὅρκον ποιήσασθαι, καὶ τῆς τελετῆς ἐπʼ αὐτῷ καὶ τοῦ ὀργιασμοῦ μετασχεῖν, τοσοῦτός τις ἵμερος πρόσεστι τῷ παιδὶ καὶ ἰδεῖν γε καὶ ἐν γράμματι, ὅπου μὲν ἐπὶ δελφῖνος φερόμενον, ὅπου δὲ καὶ ἐπʼ αὐτῶν τῶν νώτων τῆς θαλάττης, ὅπου δὲ καὶ ἐν ταῖς χερσὶ τῆςμητρὸς τὸ θάλος τοῦ παιδὸς καὶ τὴν ὥραν καὶ τὸ ἄνθος. ταῦτα γὰρ θεάματα θεαμάτων ἥδιστα, καὶ ἰδεῖν γε καὶ ἀκοῦσαι· καὶ θάλατταν αὐτοῦ παρεῖναι ἐν γράμματι καὶ γαλήνην, καλὸν καὶ τοῦτο, καὶ μειδιάματα τοῦ παιδὸς πρὸς Ποσειδῶνα ὑποδεχομένου τῷ πέπλῳ. ἄλλο δὲ μηδʼ ὁτιοῦν προσπαραγράφειν τούτοις, οἷα ἐνιαχοῦ τὰ φοβερά τε καὶ ἀσεβῆ γράμματα, ἃ ἐγὼ θαυμάζω πῶς ποτε καὶ ἠνέσχοντο οἱ πρῶτοι ταῦτα ἰδόντες, καὶ οὐ μετʼ ὀργῆς ἦλθον ἐπὶ τοὺς τούτων δημιουργούς τε καὶ αὐτόχειρας, ἢ ἔτι καὶ νυνὶ ἀνέχονται ἐν μέσοις τοῖς ἱεροῖς. ἀλλὰ γὰρ οὐκ ἐμὸν ἴσως τοῖς τοιούτοις ἐπιτιμᾶν. λοιπὸν οὖν εὐξαμένους τῷ Ποσειδῶνι καὶ τῇ Ἀμφιτρίτῃ καὶ τῇ Λευκοθέᾳ καὶ τῷ Παλαίμονι καὶ Νηρηίσι καὶ δαίμοσι θαλαττίοις πᾶσί τε καὶ πάσαις ἀσφάλειάν τε καὶ σωτηρίαν ἔν τε γῇ καὶ ἐν θαλάττῃ διδόναι βασιλεῖ τε τῷ μεγάλῳ καὶ γένει ξύμπαντι τούτου καὶ τῷ γένει τῷ τῶν Ἑλλήνων, καὶ κατὰ τὰ ἄλλα τε εὐθενεῖν ἡμᾶς καὶ κατὰ τοὺς λόγους χωρεῖν ἐπὶ τὰ προσήκοντα ἡμῶν ἑκάστῳ.