Dithyrambs

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. πάρεστι μυρία κέλευθος
  2. ἀμβροσίων μελέων,
  3. ὃς ἂν παρὰ Πιερίδων λά-
  4. χῃσι δῶρα Μουσᾶν,
  5. ἰοβλέφαροί τε καὶ
  6. φερεστέφανοι Χάριτες
  7. βάλωσιν ἄμφι τιμὰν
  8. ὕμνοισιν· ὕφαινέ νυν ἐν
  9. ταῖς πολυηράτοις τι κλεινὸν
  10. ὀλβίαις Ἀθάναις,
  11. εὐαίνετε Κηϊα μέριμνα.
  12. πρέπει σε φερτάταν ἴμεν
  13. ὁδὸν παρὰ Καλλιόπας λα-
  14. χοῖσαν ἔξοχον γέρας.
  15. ἦεν Ἄργος ὅθʼ ἵππιον λιποῦσα
  16. φεῦγε χρυσέα βοῦς,
  17. εῦρυσθενέος φραδαῖσι φερτάτου Διός,
  18. Ἰνάχου ῥοδοδάκτυλος κόρα·
  19. ὅτʼ Ἄργον ὄμμασιν βλέποντα
  20. πάντοθεν ἀκαμάτοις