Dithyrambs
Bacchylides
Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.
- θνατῶν ἦν, Κρονίδα Λυταίου
- σεισίχθονος τέκος·
- σῦν τʼ ἀνδροκτόνον ἐν νάπαις
- Κρεμμυῶνος, ἀτάσθαλόν τε
- Σκίρωνα κατέκτανεν·
- τάν τε Κερκυόνος παλαίστραν
- ἔσχεν, Πολυπήμονός τε καρτερὰν
- σφῦραν ἐξέβαλεν Προκό-
- πτας, ἀρείονος τυχὼν
- φωτός. ταῦτα δέδοιχʼ ὅπᾳ τελεῖται.
- τίνα δʼ ἔμμεν πόθεν ἄνδρα τοῦτον
- λέγει, τίνα τε στολὰν ἔχοντα;
- πότερα σὺν πολεμηΐοις ὅ-
- πλοισι στρατιὰν ἄγοντα πολλάν;
- ἢ μοῦνον σὺν ὀπ.άοσιν
- στείχειν ἔμπορον οἷʼ ἀλάταν
- ἐπʼ ἀλλοδαμίαν,
- ἰσχυρόν τε καὶ ἄλκιμον
- ὧδε καὶ θρασύν, ὅς τε τούτων
- ἀνδρῶν κρατερὸν σθένος