Dithyrambs

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. παρθένῳ Ἀθάνᾳ
  2. ὑψικέραν βοῦν.
  3. τότʼ ἄμαχος δαίμων
  4. Δαϊανείρᾳ πολύδακρυν ὕφανε
  5. μῆτιν ἐπίφρονʼ, ἐπεὶ
  6. πύθετʼ ἀγγελίαν ταλαπενθέα,
  7. Ἰόλαν ὅτι λευκώλενον
  8. Διὸς υἱὸς ἀταρβομάχας
  9. ἄλοχον λιπαρὸ[ν π]οτὶ δόμον πέμποι.
  10. ἆ δύσμορος, ἆ τάλαινʼ, οἷον ἐμήσατο·
  11. φθόνος εὐρυβίας νιν ἀπώλεσεν,
  12. δνόφεόν τε κάλυμμα τῶν
  13. ὕστερον ἐρχομένων,
  14. ὅτʼ ἐπὶ ῥοδόεντι Λυκόρμᾳ
  15. δέξατο Νέσσου πάρα δαιμόνιον τέρ[ας.