Dithyrambs

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. ἔνθα κάρυκες διʼ εὐ-
  2. ρεῖαν πόλιν ὀρνύμενοι
  3. Τρώων ἀόλλιζον φάλαγγας
  4. δεξίστρατον εἰς ἀγοράν.
  5. παντᾷ δὲ διέδραμεν αὐδάεις λόγος·
  6. θεοῖς δʼ ἀνίσχοντες χέρας ἀθανάτοις
  7. εὔχοντο παύσασθαι δυᾶν.
  8. Μοῦσα, τίς πρῶτος λόγων ἆρχεν δικαίων;
  9. Πλεισθενίδας Μενέλαος γάρυϊ θελξιεπεῖ
  10. φθέγξατʼ, εὐπέπλοισι κοινώσας Χάρισσιν·
  11. ὦ Τρῶες ἀρηΐφιλοι,
  12. Ζεὺς ὑψιμέδων, ὃς ἅπαντα δέρκεται,
  13. οὐκ αἴτιος θνατοῖς μεγάλων ἀχέων,
  14. ἀλλʼ ἐν μέσῳ κεῖται κιχεῖν
  15. πᾶσιν ἀνθρώποις Δίκαν ἰθεῖαν, ἁγνᾶς
  16. Εὐνομίας ἀκόλουθον καὶ πινυτᾶς Θέμιτος·
  17. ὀλβίων παῖδές νιν αἱρεῦνται σύνοικον.
  18. ἁ δʼ αἰόλοις κέρδεσσι καὶ ἀφροσύναις
  19. ἐξαισίοις θάλλουσʼ ἀθαμβὴς
  20. Ὕβρις, ἃ πλ[οῦτον] δύναμίν τε θοῶς