Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. ἦλθε[ν καὶ] ἐπʼ ἔσχατα Νείλου·
  2. ταί τʼ ἐπʼ ε[ὐν]αεῖ πόρῳ
  3. οἰκεῦσι Θερμώδοντος, ἐγχ έω ν
  4. ἵστορες κοῦραι διωξίπποιʼ Ἄρηος,
  5. σῶν, ὦ πολυζήλωτε ϝάναξ ποταμῶν,
  6. ἐγγόνων γεύσαντο, καὶ ὑψιπύλου Τροίας ἕδος.
  7. στείχει διʼ εὐρείας κελεύθου
  8. μυρία παντᾷ φάτις
  9. σᾶς γενεᾶς λιπαρο-
  10. ζώνων θυγάτρων, ἃς θεοὶ
  11. σὺν τύχαις ᾤκισσαν ἀρχα-
  12. γοὺς ἀπορθήτων ἀγυιᾶν.
  13. τίς γὰρ οὐκ οἶδεν κυανοπλοκάμου
  14. Θήβας ἐΰδμ[ατον πόλι]ν,
  15. [*](Column 16)
  16. ἢ τὰν μεγαλώνυ]μον Αἴγιναν, μεγίστου
  17. Ζηνὸς ἃ πλαθεῖσα λέ]χει τέκεν ἥρω
  18. ¯ δ̣ε̣σ̣ω̣ ¯ ¯ ου·
  19. ὃς γ]ᾶς βασά[νοισιν Ἀχ]αιῶν
  20. ¯ ˘ ¯ × ¯ ˘ ¯
  21. ¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯ ¯