Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. τʼ αἰγῶν θυσίαισι πατὴρ
  2. καὶ βοῶν φοινικονώτων·
  3. ἀλλʼ ἀνίκατον θεὰ
  4. ἔσχεν χόλον· εὐρυβίαν δʼ ἔσσευε κούρα
  5. κάπρον ἀναιδομάχαν
  6. ἐς καλλίχορον Καλυδῶ-
  7. νʼ, ἔνθα πλημύρων σθένει
  8. ὄρχους ἐπέκειρεν ὀδόντι,
  9. σφάζε τε μῆλα, βροτῶν
  10. θʼ ὅστις εἰσάνταν μόλοι.
  11. τῷ δὲ στυγερὰν δῆριν Ἑλλάνων ἄριστοι
  12. στασάμεθʼ ἐνδυκέως
  13. ἓξ ἄματα συνεχέως· ἐπεὶ δὲ δαίμων
  14. κάρτος Αἰτωλοῖς ὄρεξεν,
  15. θάπτομεν οὓς κατέπε-
  16. φνεν σῦς ἐριβρύχας ἐπαΐσσων βίᾳ,
  17. Ἀγκαῖον ἐμῶν τʼ Ἀγέλαον
  18. φ[έρτ]ατον κεδνῶν ἀδελφ εῶ ν,
  19. οὓς τέ]κεν ἐν μεγάροις
  20. πατρὸ]ς Ἀλθαία περικλειτοῖσιν Οἰνέος·