Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. δι’ εὐσέβειαν, ὅτι μέγιστα θνατῶν.
  2. ἐς ἀγαθέαν ἀνέπεμψε Πυθώ.
  3. ὅσοι γε μὲν Ἑλλάδʼ ἔχουσιν, οὔτι[ς,
  4. ὦ μεγαίνητε Ἱέρων, θελήσει
  5. φάμ]εν σέο πλείονα χρυσὸν
  6. Λοξί]ᾳ πέμψαι βροτῶν.
  7. εὖ λέγ]ειν πάρεστιν, ὅσ-
  8. τις μὴ φθόνῳ πιαίνεται,
  9. θεοφι]λῆ φίλιππον ἄνδρʼ ἀρήϊον,
  10. τεθμ]ίου σκᾶπτρον Διὸς
  11. ἰοπλό]κων τε μέρο[ς ἔχοντ]α Μουσᾶν·
  12. ὡς δʼ ἐν] Μαλέᾳ ποτέ, [χεῖμα δαί]μων
  13. ἐπʼ ἔθ]νος ἐφάμερον α[ἶψʼ ἵησι.
  14. καίρι]α σκοπεῖς· βραχ[ὺς ἄμμιν αἰών·
  15. δολό]εσσα δʼ ἐλπὶς ὑπ[ὸ κέαρ δέδυκεν
  16. ἐφαμ]ερίων· ὁ δʼ ἄναξ [Ἀπόλλων
  17. ὁ βουκό]λος εἶπε Φέρη[τος υἷι·
  18. [*](Column 5)
  19. θνατὸν εὖντα χρὴ διδύμους ἀέξειν
  20. γνώμας, ὅτι τʼ αὔριον ὄψ εα ι
  21. μοῦνον ἁλίου φάος,