Epinicians
Bacchylides
Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.
- ἦ τοι μεγάλαν [Κρονίδας
- ἔδωκε τιμὰν
- ἐν πάντεσσιν [ἀγῶσιν,,
- πυρσὸν ὣς Ἕλλ[ασι ¯×
- φαίνων· τό γε σὸ[ν κλέος αἰ]νεῖ
- καί τις ὑψαυχὴς κό[ρα,
- ¯¯˘˘¯˘˘ ραν
- πόδεσσι ταρφ έω [ς,
- ἠΰτε νεβρὸς ἀπενθής,
- ἀνθεμόεντας ἐπʼ [ὄχθους
- κοῦφα σὺν ἀγχιδό[μοις
- θρῴσκουσʼ ἀγακλειτα[ῖς ἑταίραις·
- ταὶ δὲ στεφανωσάμε[ναι πλόκοις ν]έων
- ἀνθ έω ν δόνακός τʼ ἐ[πιχω-
- ρίαν ἄθυρσιν
- παρθένοι μέλπουσι τ[εὸν κράτος], ὦ
- δέσποινα παγξε[ίνου χθονός,
- Ἐνδαΐδα τε ῥοδό[παχυν,
- ἃ τ[ὸν ἱππευτὰ]ν ἔτ[ικτε Πηλέα
- καὶ Τελαμῶνα [κρα]τ̣[α]ι̣όν,