Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. ἁ δʼ ἀλαθεία φιλεῖ
  2. νικᾶν, ὅ τε πανδαμάτωρ
  3. χρόνος τὸ καλῶς
  4. ἐ]ργμένον αἰὲν ἀ[έξει·
  5. δυσμενέων δὲ μα[ταία
  6. γλῶσσʼ ἀϊδ]ὴς μιν[ύθει
  7. [*]( The last v. of str. 7, and the first nine of ant. 7 are lost. )[*](Column 29)
  8. ἐλπίδι θυμὸν ἰαίνει·
  9. τᾷ καὶ ἐγὼ πίσυνο[ς
  10. φοινικοκραδέμνοισ[ι Μούσαις
  11. ὕμνων τινὰ τάνδε ν[εόπλοκον δόσιν
  12. φαίνω, ξενίαν τε [φιλά-
  13. γλαον γεραίρω,
  14. τὰν ἐμοὶ Λάμπων [παρέχων χάριν οὐ
  15. βληχρὰν ἐπαθρήσαις τ[ίει,
  16. τὰν εἴ γʼ ἐτύμως ἄρα Κλειὼ
  17. πανθαλὴς ἐμαῖς ἐνέσταξ[εν φρασίν,
  18. τερψιεπεῖς νιν ἀοιδαὶ
  19. παντὶ καρύξοντι λαῷ.