Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. ἱππώκεος ἀελίου,
  2. τέκνα δυστάνοιο λύσσας
  3. πάρφρονος ἐξαγαγεῖν·
  4. θύσω δέ τοι εἴκοσι βοῦς
  5. ἄζυγας φοινικότριχας.
  6. τοῦ δʼ ἔκλυʼ ἀριστοπάτρα
  7. θηροσκόπος εὐχομένου· πιθοῦσα δʼ Ἥραν
  8. παῦσεν καλυκοστεφάνους
  9. κούρας μανιᾶν ἀθέων·
  10. ταὶ δʼ αὐτίκα ϝοι τέμενος βωμόν τε τεῦχον,
  11. χραῖνόν τέ μιν αἵματι μήλων
  12. καὶ χοροὺς ἵσταν γυναικῶν.
  13. ἔνθεν καὶ ἀρηϊφίλοις
  14. ἄνδρεσσιν ἐς ἱπποτρόφον πόλιν τʼ Ἀχαιοῖς
  15. ἕσπεο, σὺν δὲ τύχᾳ
  16. ναίεις Μεταπόντιον, ὦ
  17. χρυσέα δέσποινα λαῶν·
  18. ἄλσος τέ τοι ἱμερόεν
  19. Κάσαν παρʼ εὔυδρον πρὸ να-
  20. οῖʼ ἑσσαμένων, Πριάμοιʼ ἐπεὶ χρόνῳ