Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. ἤ τινα θευπροπίαν
  2. εἰδώς· ἕτερος δʼ ἐπὶ πάσι
  3. ποικίλον τόξον τιταίνει·
  4. οἱ δʼ ἐπʼ ἔργοισίν τε καὶ ἀμφὶ βοῶν ἀγέλαις
  5. θυμὸν αὔξουσιν· τὸ μέλλον
  6. δʼ ἀκρίτους τίκτει τελευτάς,
  7. πᾷ τύχα βρίσει. τὸ μὲν κάλλιστον, ἐσθλὸν
  8. ἄνδρα πολλῶν ὑπʼ ἀνθρώπων πολυζήλωτον εἶμεν·
  9. οἶδα καὶ πλούτου μεγάλαν δύνασιν,
  10. ἃ καὶ τὸν ἀχρεῖον τί[θησ]ι
  11. χρηστόν. τί μακρὰν γλῶσσαν ἰθύσας ἐλαύνω
  12. ἐκτὸς ὁδοῦ ; πέφαται θνατοῖσι νίκας
  13. ὕστε]ρον εὐφροσύνα·
  14. [*](Column 19)
  15. αὐλῶν [δὲ ˘¯˘˘¯¯
  16. μειγν̣[υτ¯¯˘¯¯
  17. χρή τιν[¯¯¯˘¯¯