Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. δεύτερον δʼ οὔ]ροισιν ἔπι σταδίου,
  2. θερμ[ὰν ἔτι] πνέων ἄελλαν,
  3. ἔστα[· βρέχω]ϝ̣ δʼ ᾆξʼ αὖτε θατήρων ἐλαίῳ
  4. φάρε[ʼ ἐς εὔθροο]ν ἐμπίτνων ὅμιλον,
  5. τετρ[αέλικτο]ν ἐπεὶ
  6. κάμ[ψεν δρό]μον. Ἰσθμιονίκαν
  7. δίς ν[ιν ἀγκ]άρυξαν εὐβού-
  8. λων [ἀεθλάρχ]ων προφᾶται·
  9. δὶς δʼ ἐ[ν Νεμέ]ᾳ Κρονίδα Ζηνὸς παρʼ ἁγνὸν
  10. βωμό[ν· ἁ κλει]νά τε Θήβα
  11. δέκτ[ό νιν ε]ὐρύχορόν
  12. τʼ Ἄργο[ς Σικυώ]ν τε κατʼ αἶσαν·
  13. οἵ τε Π[ελλάν]αν νέμονται,
  14. ἀμφί τʼ Εὔβοιαν πολ[υλάϊο]ν, οἵ θʼ ἱερὰν
  15. νᾶσο[ν Αἴγιν]αν. ματεύει
  16. δʼ ἄλλ[ος ἀλλοί]αν κέλευθον,
  17. ἅντι[να στείχ]ων ἀριγνώτοιο δόξας
  18. τεύξεται. μυρίαι δʼ ἀνδρῶν ἐπιστᾶμαι πέλονται·
  19. ἢ γὰρ σοφὸς ἢ Χαρίτων τιμᾶν λελογχὼς
  20. ἐλπίδι χρυ εῳ τέθαλεν·