Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι Φωκέων δύο εἰσὶ πόλεις ἐπίσημοι, Δελφοί τε καὶ Ἐλάτεια, ἡ μὲν διὰ τὸ ἀρχαιότατον μαντεῖον τοῦ Ἀπόλλωνος, ἡ δὲ διὰ τὸ ἐπικεῖσθαι τοῖς στενοῖς.

588

--- Περὶ Κύφον, Περραιβικὸν ὄρος, καὶ πόλιν εἶναι· « Γουνεὺς δ᾿ ἐκ Κύφου ἦγε.

Ὅτι Περραιβοὶ τὰ δυτικὰ τοῦ Ὀλύμπου ᾤκουν, Μακεδόνων ἐγγύς.

Ὅτι ἕτερος Μόψος, ἐφ᾿ οὗ ἡ Ἀττικὴ Μοψοπία, καὶ ἄλλος ὁ Μαντοῦς, τῆς Τειρεσίου θυγατρὸς παῖς, ἀφ᾿ οὗ Μοψουεστία πόλις Κιλικίας.

Ὅτι μεταξὺ Σηπιάδος καὶ Κασθαναίας, τοῦ Πηλίου ἀκρωτηρίων, αἰγιαλός ἐστιν ἔρημος, ἔνθα ὁ Ξέρξου στρατὸς ὑπὸ ἀπηλιώτου συνετρίβη.

Ὅτι τὸ περὶ Λάρισσαν πεδίον Πελασγικὸν ἐκαλελτο πρὶν, Πυρραία δὲ ἀπὸ Πύρρας τῆς Δευκαλίωνος γυναικὸς, Αἱμονία δὲ ἀπὸ Αἵμονος, Θετταλία δὲ ἀπὸ Θετταλοῦ τοῦ Aἵμονος.