Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι Σαλμωνεὺς; Οἰνόμαος, Πέλοψ καὶ οἱ Πελοπίδαι ἐν Πίση κατῴκουν, ἣ νῦν Βίκα καλεῖται. Νῦν δὲ οὐδὶ ὄνομ ά ἐστι Πισατῶν καὶ Καυκώνων καὶ Πυλίων· ἅπαντα γὰρ ταῦτα Σκύθαι νέμονται.

Ὅτι ὁ ἐν Πελοποννήσῳ Ἐνιπεὺς ποταμὸς, ῥέων ἐκ Σαλμώνης κρήνης, ἐμβάλλει εἰς τὸν Ἀλφειόν· ἀλος δʼ ἐστὶν Ἐνιπεὺς, ποταμὸς Θετταλίας, ὂς ῥέων ἀπὸ τῆς Ὄθρυος δέχεταε τὸν Ἀπιδανὸν ποταμὸν, ῥέοντα ἀπὸ πόλεως Φαρσάλου.

Ὅτι ὑπὸ Σαλμωνέως ἐκπεσὼν ἐκ Πελοποννήσου Αἰτωλὸς ᾤκισε τὴν ἀπʼ αὐτοῦ Αἰτωλίαν. Τούτου δʼ ἀπόγονος Ὄξυλος, φίλος ὦν τοῖς περὶ Τήμενον Ἡρακλείδαις, ἡγήσατο τὴν ὁδὸν αὐτοῖς, κατιοῦσιν εἰς Πελοπόννησον, καὶ διένειμεν αὐτοῖς τὴν δορίκτητον χώραν· ἀντέλαβε δὲ χάριν τὴν εἰς τὴν Ἠλείαν κάθοδον, προγονικὴν οὖσαν. Ἀπαντησάντων δὲ τῶν Ἐπειῶν μεθʼ ὅπλων τοῖς ἀμφὶ Ὄξυλον Αἰτωλοῖς, προεβλήθησαν ἐξ Αἰτωλῶν μὲν Πυραίχμης, ἐξ Ἐπειῶν δὲ Δέγμενος ἐπὶ διαλύσει τῶν ὅλων· τοῦ δὲ Πυραίχμου σφενδόνη τὸν Δέγμενον ἀνελόντος, παρέδοσαν τοῖς Αἰτωλοῖς οἱ Ἐπειοὶ τὴν πατρῴαν χώραν καὶ τὴν τοῦ Ὀλυμπίασι Διὸς τοῦ ἱεροῦ ἐπιμέλειαν καὶ τοῦ ἀγῶνος, ὃν Ἴφιτος διέθηκεν.

584

Ὅτι τῇ Μοθώνῃ συνεχής ἐστιν ὁ Ἀκρίτας ἄκρα, οὖσα ἀρχὴ τοῦ Μεσσηνιακοῦ κόλπου. Καλεῖται δʼ Ἀσιναῖος ἀπὸ Ἀσίνης πόλεος τῆς ἐν τῷ κόλπῳ, ὁμωνύμου τῇ Ἑρμιονικῇ. Πρὸς ἕω δὲ ἑτέρα ἄκρατοῦ αὐτοῦ κόλπου, καλουμένη Θυρίδες, ὅμοροι τῇ κατὰ Ταίναρον Λακωνικῆ· εἶτα Καρδαμύλη, εἶτα Φηραὶ, εἶτα Θουρία, ἡ παρʼ Ὁμήρῳ Αἴπεια, εἶτα Γερήνιον, ἀφʼ οὗ Γερήνιος ὁ Νέστωρ, διὰ τὸ ἐνταῦθα σωθέντα ἀπὸ τοῦ καθʼ Ἡρακλέα πολέμου τραφῆναι.

Ὅτ ἡ Ἰθώμη πόλις ἐμφερής ἐστι τῇ Κορίνθῳ. περὶ ἧς Δημήτριος ὁ Φαληρεὺς πρὸς Φίλιππον τὸν Δημητρίου εἶπεν, ὅτι « Δεῖ σε τούτων τῶν δύο ἔχεσθαι πόλεων, εἴπερ ἐπιθυμεῖς τῆς Πελοποννήσου ἄρξαι κρατήσας γὰρ, φησὶ, τῶν κεράτων ἀμφοῖν, καθέξεις τὸν βοῦν. »

Ὅτι αἱ Θυρίδες ἐν τῷ Μεσσηνιακῷ εἰσι κόλπῳ ἐντὸς τοῦ Ταινάρου· μεταξὺ δὲ τοῦ Ταινάρου καὶ τῆς Μαλέας ὁ Λακωνικός ἐστι κόλπος.

Ὅτι ἀπὸ Ταινάρου εἰς Φυκοῦντα, ἄκραν τῆς Κυρηναίας, πρὸς νότον δίαρμά ἐστι σταδίων ,γ· εἰς δὲ Πάχυνον τῆς Σικελίας δχ· εἰς δὲ Μαλέαν πρὸς ἀνατολὰς χο κατακολπίζοντι· εἰς δὲ Ὄνου γνάθον, ταπεινὴν χερρόνησον ἐνδοτέρω τῶν Μαλεῶν, φκ΄.

Ὅτι Ὅμηρος, ὥσπερ λέγει κρῖ τὸ κριθὸν καὶ τὸ δῶμα δῶ κατὰ ἀποκοπήν, οὕτω λέγει καὶ Ἄλκιμον τὸν Ἀλκιμέδοντα καὶ Μέσσην τὴν Μεσσήνην· τὸ δὲ βριαρὸν Ἡσίοδος βρῖ καὶ τὸ βριθὺ ὡσαύτως· Σοφοκλῆς δὲ καὶ Ἴων τὸ ῥαδιον ῥᾷ· Ἐπίχαρμος δὲ τὸ λίαν λῖ, Συρακὼ δὲ τὰς Συρακούσσας. Ἐμπεδοκλῆς δὲ μίαν λέγει συλλαβὴν ὄψ, τοῦτʼ ἔστιν ὄψις· καὶ παρʼ Ἀντιμάχῳ Δήμητρός τοι Ἐλωελνίης ἱερὴ ὄψ, » καὶ ἄλφιτον ἄλφι Ἐυφορίων δὲ καὶ τὸν ἥλιον λέγει ἧλι Δωδὼ δὲ τὴν Δωδώνην ἄλλος ποιητῆς.

Ὅτι ἡ Μαλέα ἄκρα μεταξὺ κεῖται τῶν δύο κόλπων, Λακωνικοῦ τε καὶ Ἀργολικοῦ.

Ὅτι τὸ Ἄργος παρʼ Ὁμήρῳ πολλὰ σημαίνει, οἶον ἡ πόλις αὐτή· « Ἀργος τε Σπάρτη τε· » καὶ Ἄργος ἡ Πελοπόννησος, οἶον· « ἡμετέρῳ ἑνὶ οἴκῳ, ἐν Ἄργει· » καὶ Ἄργος ἡ Θετταλία, οἶον· « νῦν δὲ αὖ τοὺς, ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον· » καὶ ὅλη δὲ ἡ Ἑλλὰς οὕτως καλεῖται παρʼ αὐτῷ Ἄργος Ἀργείους γὰρ καλεῖ τοὺς Ἕλληνας πάντας, ὡς καὶ Δαναοὺς καὶ Ἀχαιούς.

α. Ὅτι ὥσπερ τὰ Κροκύλεια, ὄντα τῆς Ἀκαρνανίας, συναριθμεῖ Ὅμηρος ταῖς νήσοις, οὕτω καὶ τὴν Μάσητα τῇ Αἰγίνῃ, τῆς Ἀργολικῆς οὖσαν.

Ὅτι ὁ Κρισαῖος κόλπος τῆς θαλάσσης ὁ Κορινθιακός ἐστι, περιοριζόμενος ὑπό τε Φωκίδος καὶ Βοιωτίας καὶ Μεγαρίδος καὶ ἰσθμοῦ καὶ τοῖς βορειοτέροις τε καὶ δυσμικωτέροις τῆς Πελοποννήσου· ὁ δὲ

585
Κιθαιρὼν καὶ Ἐλιικὼν τὰ ὄρη ἐκ βορρᾶ εἰς αὐτὸν καθήκουσι καὶ ὁ μὲν Κιθαιρὼν ἐν τῇ Μεγαρίδι πρὸς τῇ ἀρχῇ τοῦ ἰσθμοῦ, ὁ δὲ Ἑλικὼν πρὸς δυσμάς.

α. Ὅτι τινὸς Τεγεάτου χρωμένου ἐν Δελφοῖς, εἰ ἄμεινον αὐτῷ μετοικίζειν εἰς τὸν Κόρινθον, ἀνεῖλεν ὁ θεός· « εὐδαίμων ὁ Κόρινθος, ἐγὼ δʼ εἴη Τεγεάτης.

Ὅτι ἡ Κορινθία χώρα οὐκ εὔγεώς ἐστιν, ἀλλὰ σκολιά τε καὶ τραχεῖα ἀφʼ οὗ πάντες ὀφρυόεντα Κόρινθον καλοῦσι καὶ παροιμιάζονται « Κόρινθος ὀφρυᾷ τε καὶ κοιλαίνεται. »

Ὅτι ἡ Κρομμυωνία ὗς μήτηρ ἦν τοῦ Ἐρυμανθίου κάπρου.

Ὅτι ἐν Αἰγαῖς τῆς Πελοποννήσου γέγονεν ἡ τὸν Δία θηλάσασα αἶξ, ἣν καὶ Ἄρατος λέγει Ὠλενίαν καλεῖσθαι· πλησίον γὰρ ἡ Ὤλενος τῶν Αἰγῶν.

Ὅτι ἡ Κασταλία κρήνη ἐστὶν ἐν Δελφοῖς μαντικὸν ἔχουσα ὕδωρ.

Ὅτι ἐπιφανῆ ὄρη Πελοποννήσου ταῦτα· Κυλλήνη, Φολόη, Λύκαιον, Μαίναλος, Παρθένιον, καθῆκον ἐπὶ τὴν Ἀργείαν ἀπὸ τῆς Τεγεάτιδος. »

Ὅτι ὁ Ἐρασῖνος ποταμὸς ἐκδίδωσιν ἐκ τῆς Στυμφαλίδος λίμνης εἰς τὴν Ἀργείαν· πρότερον δʼ οὐκ ἐφαίνετο διὰ τὸ τετυφλῶσθαι τοὺς ἐκ τῆς λίμνης εἰς αὐτὸν πόρους καὶ ἡ τῶν Στυμφαλίων πόλις ἐπὶ τῆς λίμνηι ἦν, ἐπεὶ δὶ οἱ πόροι ὑπὸ σεισμῶν ἀνεστομώθησαν, ἀπέχει νῦν ἡ πόλις τῆς λίμνης στάδια ὑπὲρ τὰ ν΄.

Ὅτι τῶν ἑν Πελοποννήσῳ οἰκήσεων οἰκισταὶ γεγόνασι μετὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον, Κορίνθου μὲν Ἀλήτης, Σικυῶνος δὲ Φάλκης, Ἀχαιίδος δὲ Τισαμενὸς, Ἤλιδος δὲ Ὄξυλος, Μεσσήνης δὲ Κρεσφόντης, Λακεδαίμονος δὲ Εὐρυσθένης καὶ Προκλῆς, Ἄργους δὲ Τήμενος καὶ Κισσὸς, τῶν δὲ περὶ τὴν Ἀκτὴν Ἀγαῖος καὶ Δηιφόντης.