Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι ἡ παροιμία « Τὸ ἐν Δωδώτῃ χαλκεῖον ν »ἐντεῦθεν ὠνομάσθη· χαλκεῖον ἦν ἐν τῷ ἱερῷ, ἔχον ὑπερκείμενον ἀνδριάντα, κρατοῦντα μάστιγα χαλκῆν, ἀνάθημα Κερκυραίων· ἡ δὲ μάστιξ ἦν τριπλῆ, ἁλυσιδωτὴ, ἐπηρτημένους ἔχουσα ἐξ αὐτῆς ἀστραγάλους, οἱ πλήττοντες τὸ χαλκεῖον συνεχῶς, ὁπότε αἰωροῖντο ὑπὸ τῶν ἀνέμαων, μακροὺς ἤχους ἀπειργάζοντο, ἕως ὁ μετρῶν τὸν χρόνον ἀπὸ τῆς ἀρχῆς τοῦ ἤχου μέχρι τέλους καὶ ἐκὶ ?? προέλθοι· ὅθεν καὶ ἡ παροιμία ἐλέχθη Ἡ Κερκυροείων μάστιξ. »

Ὅτι ἡ Κόρκυρα τὸ παλαιὸν εὐτυχὴς ἦν καὶ δύνοεμιν ναυτικήν πλείστην εἶχεν, ἀλλʼ ὑπὸ πολέμων τινδῶν καὶ τυράννων ἐφθάρη· καὶ ὕστερον ὑπὸ Ῥωμαίων ἐλευθερωθεῖσα οὐκ ἐπῃνέθη, ἀλλʼ ἐπὶ λοιδορίᾳ παροιμίαν ἕλαβειν· « Ἐλευθέρα Κόρκυρα, χέζʼ ὅπου θέλεις.

Ὅτι ἦ Μακεδονία περιορίζεται ἐκ μὲν δυσμῶν τῇ παραλία τοῦ Ἀδρίου, ἐξ ἀνατολῶν δὲ τῇ παραλλήλῳ ταύτης μεσημβρινῇ γραμμῇ τῇ διὰ τῶν ἐκβολῶν Ἕβρου ποταμοῦ καὶ Κυψέλων πόλεως, ἐκ βορρᾶ δὲ τῇ νοουμένῃ εὐθείᾳ γραμμῇ τῇ διὰ Βερτίσκου ὄρους καὶ Σκάρδου καὶ Ὀρβήλου καὶ Ῥοδόπης καὶ Αἵμου (τὰ γὰρ ὄρη ταῦτα, ἀρχόμενα ἀπὸ τοῦ Ἀδρίου, διήκει κατὰ εὐθεῖαν γραμὴν ἕως τοῦ Εὐξείνου, ποιοῦντα χερρόνησον μεγάλην πρὸς νότον, τήν τε Θρᾴκην ὁμοῦ καὶ Μακεδονίαν καὶ Ἤπειρον καὶ Ἀχαΐαν)· ἐκ νότου δὲ τῇ Ἐγνατίᾳ ὁδῷ, ἀπὸ Δυρραχίου πόλεως πρὸς ἀνατολὰς ἰοῦσιν ἕως Θεσσαλονικείας· καὶ ἔστι τὸ σχῆμα τοῦτο τῆς Μακεδονίας παραλληλόγραμμον ἔγγιστα.

Ὅτι ὁ Πκνειὸς ποταμὸς, ἀρχόμενος ἀπὸ τοῦ Πίνδου ὅρους, καὶ ῥέων διὰ τῶν Τεμπῶν καὶ διὰ μέσης Θεσσαλίας καὶ τῶν Λαπιθῶν καὶ Περραιβῶν, δεχόμενός τε τὸν Εὔρωπον ποταμὸν, ὄν Ὅμηρος Τιταρήσιον ὦνόμασε, διορίζει Μακεδονίαν μὲν πρὸς βορρᾶν, Θεσσαλίαν δὲ πρὸς νότον· αἱ δὲ τοῦ Εὐρώπου ποταμοῦ πηγαὶ ἐκ τοῦ Τιταρίου ὄρους ἄρχονται, ὅ ἐστι συνεχὲς τῷ Ὀλύμπῳ· καὶ ἔστιν ὁ μὲν Ὄλυμπος τῆς Μακεδονίας, ἡ δὲ Ὄσσα τῆς Θεσσαλίας καὶ τὸ Πήλιον.

Ὅτι ὑπὸ ταῖς ὑπωρείαις τοῦ Ὀλύμπου, παρὰ σὸν Πηνειὸν ποταμὸν, Γυρτών ἐττι, πόλις Περραιβικὴ καὶ Μαγνῆτις, ἐν ᾗ Περίθους τε καὶ Ἰξίων ἦρξαν. Ἀπέχει δʼ ἡ Γυρτὼν --- τῆς Τύρρηνος πόλεως Κραννών· καί φασιν, ὅταν εἴπῃ ὁ ποιητὴς « τὼ μέν ἄρʼ ἐκ Θρῄκης », Ἐφύρους μὲν λέγεσθαι τοὺς Κραννωνίους, Φλεγύας δὲ τοὺς Γυρτωνίους.

Ὅτι τὸ Δῖον ἡ πόλις οὐκ ἐν τῷ αἰγταλῷ τοῦ Θερμαίου κόλπου ἐστὶν ἐν ταῖς ὑπωρείαις τοῦ Ὀλύμπου,

578
ἀλλʼ ὅσον ζ΄ ἀπέχει σταδίους· ἔχει δʼ ἡ πόλις τὸ Δῖον κώμην πλησίον Πίμπλειαν, ἔνθα Ὀρφεὺς διέτριβεν.

Ὅτι τὸ παλαιὸν οἱ μάντεις καὶ μουσικὴν εἰργάζοντο.

Ὅτι μετὰ τὸ Δῖον πόλιν ὁ Ἁλιάκμων ποταμός ἐστιν, ἐκβάλλων εἰς τὸν Θερμαῖον κόλπον· καὶ τὸ ἀπὸ τούτου, ἡ πρὸς βορρᾶν τοῦ κόλπου παραλία, Πιερία καλεῖται ἕως τοῦ Ἀξιοῦ ποταμοῦ, ἐν ᾗ καὶ πόλις Πύδνα, ἣ νῦν Κίτρον καλεῖται· εἷτα Μεθώνη καὶ Ἄλωρος πόλεις· εἶτα Ἐρίγων καὶ Λουδίας ποταμοί. Ἄπὸ δὲ Λουδίου εἰς Πέλλαν πόλιν ἀνάπλους στάδια ρκ'. Ἀπέχει δʼ ἡ Μμθώνη τῆς μὲν Πύδνης στάδια μ΄, τῆς Ἀλώρου δὲ ο΄ στέδια. Ἡ μὲν οὖν Πύδνα Πιερική ἐστι πόλις, ἡ δὲ Ἄλωρος Βοτταϊκή. Ἐν μὲν οὖν τῷ πρὸ τῆς Πύδνης πεδίῳ Ῥωμαῖcι Περσέα καταπολεμήσαντες καθεῖλον τὴν τῶν Μακεδόνων βασιλείαν. Ἐν δὲ τῷ πρὸ τῆς Μεθώνης πεδίῳ γενέσθαι συνέβνη Φιλίππῳ τῷ Ἀμύντου τὴν ἐκκοπὴν τοῦ δεξιοῦ ὀφθαλμοῦ καταπελτικῷ βέλει κατὰ τὴν πολιορκίαν τῆς πόλεως.

Ὅτι τὴν Πέλλαν, οὖσαν μικρὰν πρότερον, Φίλιππος εἰς μῆκος ηὔξησε, τραφεὶς ἐν αὐτῇ. Ἔχει δὲ λίμνην πρὸ αὑτῆς, ἐξ ἧς ὁ Λουδίας ποταμὸς ῥεῖ· τὴν δὲ λίμνην πληροῖ τοῦ Ἀξιοῦ τι ποταμοῦ ἀπόσπασμα. Εἶτα ὁ Ἀξιὸς, διαιρῶν τήν τε Βοττιαίαν καὶ τὴν Ἀμφαξῖτιν γῆν καὶ παραλαβὼν τὸν Ἐρίγωνα ποταμὸν ἐξίησι μεταξὺ Χαλάστρας καὶ Θέρμης. Ἐπίκειται δὲ τῷ Ἀξιῷ ποταμῷ χωρίον, ὅπερ Ὅμηρος Ἀμυδῶνα καλεῖ, καί φησι τοὺς Παίονας ἐντεῦθεν εἰς Τροίαν ἐπικούρους ἐλθεῖν· τηλόθεν ἐξ Ἀμυδῶνος, ἀπʼ Ἀξιοῦ εὐρυρέοντος. » Ἀλλʼ ἐπεὶ ὁ μίν Ἀξιὸς θολερός ἐστι, κρήνη δέ τις ἐξ Ἀμυδῶνος ἀνίσχουσα καὶ ἐπιμιγνυμένη αὐτῷ καλλίστου ὕδατος, διὰ τοῦτο τὸν ἑξῆς στίχον, « Ἀξιοῦ, οὗ κάλλιστον ὕδωρ ἐπικίδναται Αἶαν, » μεταγράφουσιν οὕτως· « Ἀξιοῦ, ᾧ κάλλιστον ὕδωρ ἐπικίδναται Αἴης. » οὐ γὰρ τὸ τοῦ Ἀξιοῦ ὕδωρ κάλλιστον ★ τῆς γῆς τῇ ὄψει κίδναται, ἀλλὰ τῆς γῆς τῷ Ἀξιῷ.

Ὅττι μετὰ τὸν Ἀξιὸν ποταμὸν ἡ Θεσσαλονίκη ἐσιὶ πόλις, ἣ πρότερον Θέρμη ἐκαλεῖτο· κτίσμα δʼ ἐστὶ Κασσάνδρου, ὃς ἐπὶ τῷ ὀνόματι τῆς ἑαυτοῦ γυναικὸς, παιδὸς δὲ Φιλίππον τοῦ Ἀμύντου, ὠνόμασε· μετῴκισε δὲ τὰ πέρξ πολίχνπια εἰς αὐτὴν, οἶον Χαλάστραν, Αἰνέαν, Κισσὸν καί πνα καὶ ἄλλα. Ἐκ δὲ τοῦ Κισσοῦ τούτου ὑπονοήσειεν ἄν τις γενέσθαι καὶ τὸν παρʼ Ὁμήρῳ Ἰφιδάμαντα, οὗ ὁ πάππος Κισσεὺς ἔθρεψεν αὐτὸν, φησὶν, ἐν Θρῄκῃ, ἣ νῦν Μακεδονία καλεῖται. λεῖται.

Ὅτι ἡ Βέροια πόλις ἐν τοῖς ὑπωρείαις κεῖται τοῦ Βερμίου ὄρους.

579

Ὅτι ἡ Παλλήνη χερρόνησος, ἧ ἐν τῷ ἰσθμῷ κεῖται ἡ πρὶν μὲν Ποτίδαια, νῦν δὲ Κασσάνδρεια, Φλέγρα τὸ πρὶν ἐκαλεῖτο. Ὤκουν δʼ αὐτὴν οἱ μυθευόμενοι Γίγαντες, ἔθνος ἀσεβὲς καὶ ἔνομον, οὓς Ἡρακλῆς διέφθειρεν. Ἔχει δὲ πόλεις δ΄, Ἄφυτιν, Μένδην, Σκιώνην, Σάνην.

Ὅτι τῆς Ὀλύνδου ἐπίνειόν ἐστι Μηκύπερνα ἐν τῷ Τορωναίῳ κόλπῳ.

Ὅτι πλησίον Ὀλόνθου χωρίον ἐστὶ κοῖλον, καλούμενον Κανθαρώλεθρον ἐκ τοῦ συμβεβηκότος· τὸ γὰρ ζῷον ὁ κένθαρος πέριξ τῆς χώρας γινόμενος, ἡνίκα ψαύσῃ τοῦ χωρίου ἐκείνου, διαφθείρεται.

Ὅτι ἀντικρὸ Κανέστρου, ἄκρου τῆς Παλλήνης, ἡ Δέρρις ἐστὶν ἄκρα, πλησίον Κωφοῦ λιμένος· καὶ ὁ Τορωναῖος κόλπος ὑπὸ τούτων ἀφορίζεται. Καὶ πρὸς ἀνατολὰς αὖθις κεῖται τὸ ἄκρον τοῦ Ἄθωνος, δ ἀφορίζει τὸν Σιγγιτικὸν κόλπον· ὡς εἶναι ἐφεξῆς κόλπους τοῦ Αἰγαίου πελάγους πρὸς βορρᾶν ἀλλήλων ἀπέχοντας οὕτως Μαλιακὸν, Παγασιτικὸν, Θερμαῖον, Τορωναῖον, Σιγγιτικὸν, Στρυμονικόν. Τὰ δὲ ἄκρα, Ποσείδιον μὲν τὸ μεταξὺ Μαλιακοῦ καὶ Παγασιτικοῦ, τὸ δὲ ἐφεξῆς πρὸς βορρᾶν Σηπιὰς, εἶτα τὸ ἐν Παλλήνῃ Κάναστρον, εἶτα Δέρρις, εἶτα Νυμφαῖον ἐν τῷ Ἄθωνι πρὸς τῷ Σιγγιτικῷ, τὸ δὲ πρὸς τῷ Στρυμτνικῷ Ἀκράθως ἄκρον, ὧν μεταξὺ ὁ Ἄθων, οὗ πρὸς ἀνατολὰς ἡ Λῆμνος· πρὸς δὲ βορρᾶν ἀφορίζει τὸν Στρυμονικὸν κόλπον ἡ Νεάπολις.

Ὅτι Ἄκανθος πόλις ἐν τῷ Σιγγιτικῷ κοίτῳ ἔστὶ παράλιος πλησίον τῆς τοῦ Ξέρξου δλώρυχος· ἔχει δʼ ὁ Ἄθων έ πόλεις, Δῖον, Κλεωνὰς, Θύσσον, Ὀλόφυξιν, Ἀκροθώους· αὕτη δὲ πρὸς τῇ κορυφῇ τοῦ Ἄθωνος κεῖται. Ἔστι δʼ ὁ Ἄθων ὄρος μαστοειδὲς, ὀξύτατον, ὑψηλότατον, οὗ σἱ τὴν κορυφὴν οἰκοῦντες ὅρῶσι τὸν ἥλιον ἀνατέλλοντα πρὸ ὡρῶν γ΄ τῆς ἐν τῇ παραλίᾳ ἀνατολῆς. Καὶ ἔστιν ἀπὸ πόλεως τῆς Ἀκάνθου ὁ περίπλους τῆς χερρονήσου ἕως Σταγείρου, πόλεως τοῦ Ἀριστοτέλους, στάδια υ΄, ἐν ᾗ λιμὴν ὄνομα Κάπρος καὶ νησίον ὁμώνυμον τῷ λιμένι· εἶτα αἱ τοῦ Στρυμόνος ἐκβολαί· εἶτα Φάγρης, Γαληψὸς, Ἀπολλωνία, πᾶεαι πόλεις· εἶτα τὸ Νέστου στόμα τοῦ διορίζοντος Μακεδονίαν καὶ Θρᾴκην, ὡς Φίλιππος καὶ Ἀλέξανδρος, ὁ τούτου παῖς, διώριζον ἐν τοῖς κατʼ αὐτοὺς χρόνοις. Εἰσὶ δὲ περὶ τὸν Στρυμονικὸν κόλπον πόλεις καὶ ἕτεραι, οἶον Μύρκινος, Ἀργίλος, Δραβῆσκος, Δάτον, ὅπερ καὶ ἀρίστην ἔχει χώραν καὶ εὔκαρπον καὶ ναυπήγια καὶ χρυσοῦ μέταλλα· ἀφʼ οὗ καὶ παροιμία «Δάτον Δάτον ἀγαθῶν » ὡς καὶ « Ἀγαθῶν ἐγαθῖδες. »

Ὅτι πλεῖστα μέταλλά ἐστι χρυσοῦ ἐν ταῖς Κρηνίσιν, ὅπου νῦν οἱ ίλιπτποι πόλις ἵδρυται, πλησίον τοῦ Παγγαίου ὀρους· καὶ αὐτὸ δὲ τὸ Παγγαῖον ὄρος χρυσεῖα

580
καὶ ἀργυρεῖα ἔχει μέταλλα καὶ ἡ πέραν καὶ ἡ ἐνΐὸς τοῦ Στρυμόνος ποταμοῦ μέχρι Παιονίας. Φασὶ δὲ καὶ τοὺς τὴν Παιονίαν γῆν ἀροῦντας εὑρίσκειν χρυσοῦ τινα μόρια.

Ὅτι ὁ Στρσμὼν ποταμὸς ἄρχεται ἐκ τῶν περὶ τὴν Ῥοδόπην Ἀγριάνων.

Ὁτι ὁ παρʼ Ὁμήρῳ Ἀστεροπαῖος, υἱὸς Πηλεγόνος, ἐκ Παιονίας ὢν τῆς ἐν Μακεδονία ἱστορεῖται· διὸ καὶ Πηλεγόνος υἱός· οἱ γὰρ Παίονες Πελαγόνες ἐκαλοῦντο.

Ὅτι ἡ νῦν Φίλιπποι πόλις Κρηνίδες ἐκαλοῦντο τὸ παλαιόν.