Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι Μύσκελλον καὶ Ἀρχίαν, εἰς Δελφοὺς ἀπελθόντας περὶ ἀποικίας, εἴρετο ὁ θεὸς, πότερον βούλοιτο ἑκάτερος αὐτῶν, πλοῦτον ἢ ὑγίειαν· ἑλομένου δʼ Ἀρχίου μὲν πλοῦτον, Μυσκέλλου δʼ ὑγίειαν, ὁ θεὸς ἐκέλευσε τὸν μὲν Συρακούσας κτίσαι, Μύσκελλον δὲ Κρότωνα· καὶ συνέβη οὕτως. Τὴν γὰρ ἐν Κρότωνι ὑγίειαν μαρτυροῦσιν οἱ περὶ Μίλωνα Ὀλυμπιονῖκαι· τὴν δʼ ἐν Συρακουσίοις τοῦ πλούτου ὑπερβολὴν ἡ παροιμία λέγουσα περὶ τῶν ὑπερβολῶν ὅτι « Οὐδὲ τὴν τῶν Συρακουσίων δεκάτην ἀμείβω. »

Ὅτι συνέβη Συρακουσίοις, ἡγεμονικοῖς οὖσι διὰ τὴν ἀρετὴν ἑαυτῶν, τυραννουμένοις τε ἄρχειν τῶν ἄλλων καὶ ἐλευθερωθεῖσιν ἐλευθεροῦν τοὺς ἄλλους καταδυναστευομένους.

Ὅτι τοῖς Συρακουσίοις κατʼ ἀρχὰς ἐπολέμουν Σικανοὶ, Σικελοὶ, Μόργητες καὶ ὅσοι ἄλλοι τὴν μεσόγαιαν εἶχον καὶ τὴν Μοργαντίνην.

Ὅτι ὁ Ῥοδανὸς ποταμὸς, εἰς λίμνην μικρὰν ἐμβάλλων, ἀμιγῶς διʼ αὐτῆς διέρχεται· τὸ δὲ περὶ τοῦ Ἀλφειοῦ ποταμοῦ καὶ τῆς Ἀρεθούσης, μυθολόγημα· ἔτι δὲ καὶ τοῦ Ἰνάχου ποταμοῦ, ὅτι ἐκ Πίνδου καὶ Ἀμφιλόχων καὶ Ἀκαρνάνων ὁρμώμενος εἰς τὴν τῆς Ἀργείας θάλασσαν βάλλει, πρότερον τῷ Ἀχελῴῳ συμμάξας τὸ ῥεῖθρον, καὶ τοῦ ἐν Δήλῳ Ἰνώποῦ ποταμοῦ, ὅτι ἐκ τῶν τοῦ Νείλου φέρεται ναμάτων, καὶ ὅσα τοιαῦτα, ἀπίθανα καὶ ἀδύνατά ἐστιν.

Ὅτι ὁ ἐν Ἀμφιλόχοις Ἴναχος ποταμὸς ὁμώνυμός ἐστι τῷ Ἀργείῳ· ὠνομάσθη δὲ οὕτως ὑπὸ Ἀμφιλόχου τοῦ καὶ τὸ Ἄργος Ἀμφιλοχικὸν καλέσαντος.

Ὅιι διὰ τοὺς ἐκ Λιβύων πολέμους ἡ Σικελία ὀλιγανθρωπεῖ· διὸ Ῥωμαῖοι ταύτην ἐνέμοντο, ἱπποφόρβια καὶ ἐγέλας ἔχοντες καὶ δούλους. Οὗτοι δ᾿ οἱ δοῦλοι κατέτρεχον τὴν Σικελίαν, καὶ κατʼ ὀλίγους καὶ ἐπὶ Εὔνου, τοῦ τὸν δουλικὸν ἐξάψαντος πόλεμον, σὺν πολλαῖς χιλιάσιν. Ἀνήχθη δὲ καὶ ληστής τις ἐν Ῥώμῃ Σικελὸς, λεγόμενος Αἴτνης υἱὸς εἶναι, Σέρουλος ὄνομα, ὃς πολλάκις μονομαχήσας ὕστερον ἐπί τινος πήγματος ἐν τῆ ἀγορᾷ, ἀγῶνος συνισταμένου, τεθεὶς ὑψηλοῦ, ὡς ἂν ἐπὶ τῆς Αἴτνης, διαλυθέντος αἰφνιδίως ἔκ τινος μηχανῆς καὶ συμπεσόντος, κατηνέχθη καὶ αὐτὸς εἰς γαλεάγρας θηρίων εὐδιαλύτους, ἐπίτηδες παρεσκευασμένας ὑπὸ τῷ πήγματι, καὶ ἐβρώθη.

562

Ὅτι τὴν Σικελίαν τὸ παλαιὸν ταμεῖον τῆς Ῥώμης ἐκάλουν Ῥωμῖοι.

Ὅτι οἶον ἀκροπόλεις δύο Συράκουσαί τε καὶ ὁ Ἔρυξ ἵδρυνται τῆς Σικελίας· μέση δ᾿ ἀμφοῖν ἡ Ἔννα πόλις.

Ὅτι τῆς Αἴτνης τὰ ἄνω χωρία ψιλά ἐστι καὶ τεφρώδη καὶ χιόνος μεστὰ τοῦ χειμῶνος, τὰ κάτω δὲ δρυμοῖς καὶ φυτείαις διείληπται παντοδαπαῖς. Ἔοικε δὲ λαμβάνειν μεταβολὰς πολλὰς τὰ ἄκρα τοῦ ὄρους διὰ τὴν νομήν τοῦ πυρὸς, τοτὲ μὲν εἰς ἕνα κρατῆρα συμφερομένου, τοτὲ δὲ σχιζομένου, καὶ τοτὲ μέν ῥύακας ἀναπέμποντος, τοτὲ δὲ φλόγας καὶ λιγνῦς, ἄλλοτε δὲ καὶ μύδρους ἀναφυσῶντος. Ἀνάγκη δὲ τοῖς πάθεσι τούτοις τούς τε ὑπὸ γῆν πόρους συμμεταβάλλειν καὶ τὰ στόμια ἐνίοτε πλείω κατὰ τήν ἐπιφάνειαν τήν πέριξ.

Ὅτι ἀνελθόντες τινὲς εἰς τὴν Αἴτνην εἶδον πεδίον θερμότατον τεφρῶδες καὶ ἐν μέσῳ βουνὸν, καὶ αὐτὸν τεφρώδη, καὶ ἐξ αὐτοῦ καπνὸν ὀρθὸν ἀνιόντα ὡσεὶ ποδῶν σ΄, νηνεμίας οὔσης· καὶ εἴκασαν εἶναι καπνὸν καὶ φύσημα τοῦ κρατῆρος· καὶ τοῦ λεγομένου διηγήματος περὶ Ἐμπεδοκλέους ἐμνήσθησαν, ὅτι ἡ χαλκῆ κρηπὶς αὐτοῦ εὑρέθη ἐκφυσηθεῖσα, ὅτε αὐτὸς καθήλατο εἰς τὸν κρατῆρα. Ἀλλὰ τὸ μέν ἐπιλείπειν ποτέ τὸ πῦρ καὶ τὰ πνεύματα, ἐπιλειπούσης τῆς ὕλης, οὐκ ἄλογον· οὐ μὴν ἐπὶ τοσοῦτόν γε, ὥστε ἀντὶ τῆς τοσαύτης βίας ἐφικτὸν ἀνθρώπῳ γενέσθαι τὸν πλησιασμόν. Νύκτωρ μέν οὖν φέγγη φαίνεται λαμπρὰ ἐκ τῆς κορυφῆς, μεθ᾿ ἡμέραν δὲ καπνῷ καὶ ἀχλύι κατέχεται.

Ὅτι πᾶσα ἡ Σικελία κοίλη κατὰ γῆς ἐστι, ποταμῶν καὶ πυρὸς μεστή, καθάπερ τὸ Τυρρηνικὸν πέλαγος μέχρι τῆς Κυμαίας· καὶ θερμοῦ ὕδατος μεστή ἐστι. Περὶ δὲ Ἀκράγαντα λίμναι τὴν μὲν γεῦσιν ἔχουσι θαλάττης, τὴν δὲ φύσιν διάφορον· οὐδὲ γὰρ τοῖς ἀκολύμβοις βαπτίζεσθαι συμβαίνει, ξύλων τρόπον ἐπιπολάζουσιν· οἱ Παλικοὶ δὲ κρατῆρας ἔχουσιν ἀναβάλλοντας ὕδωρ εἰς θολοειδὲς ἀναφύσημα, καὶ πάλιν εἰς τὸν αὐτὸν δεχομένους μυχόν. Τὸ δὲ περὶ Μέταυρον σπήλαιον ἐντὸς ἔχει σύριγγα εὐμεγέθη καὶ ποταμὸν δι᾿ ᾳὐτῆς ῥέοντα ἀφανῆ μέχρι πολλοῦ διαστήματος, εἶτα ἀνακύπτοντα πρὸς τὴν ἐπιφάνειαν· καθάπερ Ὀρόντης ἐν Συρία, καταδὺς εἰς τὸ μεταξὺ χάσμα Ἀπαμείας καὶ Ἀντιοχείας, δ καλοῦσι Χάρυβδιν, ἀνατέλλει πάλιν ἐν μ σταδίοις. Τὰ δ᾿ ὅμοια καὶ ὁ Τίγρις ἐν τῆ Μεσοποταμία καὶ ὁ Νεῖλος ἐν τῇ Λιβύῃ, μικρὸν πρὸ τῶν πηγῶν. Τὸ δὲ περὶ Στύμφαλον ὕδωρ, ἐπὶ σ΄ σταδίους ὑπὸ γῆν ἐνεχθὲν, ἐν τῆ Ἀργεία τὸν Ἐρασῖνον ἐκδίδωσι ποταμόν· πάλιν τὸ πρὸς τὴν Ἀρκαδικὴν Ἀσέανὑποβρύχιον ὠσθὲν, ὀψέ ποτε τόν τε Ἀλφειὸν καὶ τὸν Εὐρώταν ἀναδίδωσιν, ὥστε καὶ πεπιστεῦσθαι

563
μυθῶδές τι, ὅτι τῶν ἐπιφημισθέντων στεφάνων ἑκατέρῳ καὶ ῥιφέντων εἰς τὸ κοινὸν ῥεῦμα ἀναφαίνεται κατὰ τὸν ἐπιφημισμὸν ἑκάτερος ἐν τῷ οἰκείῳ ποταμῷ.

Ὅτι ἡ Λιπάρα δυνατὴ γέγονε καὶ ἦρξέ ποτε, Κνιδίων οὖσα ἔποικος· ἐκαλεῖτο δὲ Μελιγουνὶς πρὶν, καὶ ἀκροθίνια πολλὰ ἀνέθηκεν εἰς Δελφούς· ἔχει δὲ καὶ γῆν εὔκαρπον καὶ στυπτηρίας μέταλλον --- ἐμπρόσοδον καὶ θερμὰ ὕδατα, ὡς καὶ ἡ Σικελία, καὶ πυρὸς ἀναπνοάς. Ταύτης δὲ μεταξύ πώς ἐστι καὶ τῆς Σικελίας, ἣν νῦν Ἡφαίστου Ἱερὰν καλοῦσι, πετρώδης πᾶσα καὶ ἔρημος, διάπυρος. Ἔχει δὲ ἀναπνοὰς τρεῖς, ὡς ἂν ἐκ τριῶν κρατήρων· ἐκ δὲ τοῦ μεγίστου καὶ μύδρους αἱ φλόγες ἀναφέρουσιν, οἳ προσκεχώκασιν ἤδη πολὺ μέρος τοῦ πόρου. Ἐκ δὲ τῆς τηρήσεως πεπίστευται, διότι τοῖς ἀνέμοις συμπαροξύνονται καὶ αἱ φλόγες, αἵ τε ἐνταῦθα καὶ αἱ κατὰ τὴν Αἴτνην. Οὐκ ἄλογον δέ· καὶ γὰρ οἱ ἄνεμοι γεννῶνται καὶ τρέφονται τὴν ἀρχὴν λαβόντες ἀπὸ τῶν ἐκ τῆς θαλάττης ἀναθυμιάσεων· ὥστʼ ἀπὸ συγγενοῦς ὕλης καὶ πάθους καὶ τὸ πῦρ ἐξαπτόμενον οὐκ ἐᾷ θαυμάζειν τοὺς ὁρῶντας ἄλλως γέ πως τὰ τοιάδε, Φασὶ δὲ τῶν τριῶν κρατήρων τὸν μὲν κατερρυηκέναι ἐκ μέρους, τοὺς δὲ συμμένειν. Τὸν δὲ μέγιστον τὸ χεῖλος ἔχειν, περιφερὲς ὄν, ε΄ σταδίων· κατʼ ὀλίγον δὲ συνάγεσθαι εἰς λ΄ ποδῶν διάμετρον, κατʼ οὗ βάθος εἶναι τὸ μέχρι θαλάττης σταδῖαίον, ὥστε καθορᾶν ταῖς νηνεμίαις. Ἐὰν μὲν οὖν νότος μέλλῃ πνεῖν, ἀχλὺν ὁμιχλώδη καταχεῖσθαι κύκλῳ φησὶ τῆς νησῖδος, ὥστε μηδὲ τὴν Σικελίαν ἄπωθεν φαίνεσθαι· ὅταν δὲ βορέας, φλόγας καθαρὰς ἀπὸ τοῦ λεχθέντος κρατῆρος εἰς ὕψος ἐξαίρεσθαι καὶ βρόμους ἐκπέμπεσθαι μείζους· τὸν δὲ ζέφυρον μέσην τινὰ ἔχειν τάξιν· τοὺς δʼ ἄλλους κρατῆρκς ὁμοειδεῖς μὲν εἶναι, τῇ δὲ βίᾳ λείπεσθαι τῶν ἀναφυσημάτων. Ἔκ τε δὴ (καὶ) τῆς διαφορᾶς τῶν βρόμων καὶ ἐκ τοῦ πόθεν ἄρχεται τὰ ἀναφυσήματα καὶ αἱ φλόγες καὶ αἱ λιγνύες, προσημαίνεσθαι καὶ τὸν εἰς ἡμέραν τρίτην πάλιν μέλλοντα ἄνεμον πνεῖν. Τῶν γοῦν ἐν Λιπάρᾳ, γενομένης ἀπλοίας, προειπεῖν τινάς φασι τὸν ἐσόμενον ἄνεμον καὶ μὴ διαψεύσασθαι. Ἀφʼ οὗ καὶ τὸ μυθωδέστατον δοκοῦν εἰρῆσθαι τῷ Ὁμήρῳ, οὐ μάτην εἴφηται· ἀλλʼ αἴνιγμα τῆς ἀληθείας ἦν, ὅτε ἔλεγε, ταμίαν τῶν ἀνέμων εἶναι τὸν Αἴολον.

Ὅτι αἱ τοῦ Αἰόλου νῆσοι ζ΄ εἰσι, Λιπάρα, Θέρμεσσα, Στρογγύλη, Διδύμη, Ἐρικοῦσσα, Φοινικοῦσσα, Εὐώνυμος. Ὧν ἡ Στρογγύλη ἀπὸ τοῦ σχήματος καλεῖται· βίᾳ μὲν φλογὸς λειπομένη, τῷ δὲ φέγγει πλεονεκτοῦσα. Ἐνταῦθα δὲ τὸν Αἴολον οἰκῆσαί φασιν. Ἐρικοῦσσα δὲ καὶ Φοινικοῦσσα ἀπὸ τῶν

564
φυτῶν κέκληνται· ἀνεῖνται δʼ εἰς νομάς. Ἡ δὲ Εὐώνυμος πελαγία ἐστὶ καὶ ἔρημος. Πολλάκις δὲ καὶ φλόγες εἰς τὴν ἐπιφάνειαν τοῦ πελάγους τοῦ περὶ τὰς νήσους ὤφθησαν ἐπιδραμοῦσαι, τῶν κατὰ βάθους κοιλιῶν ἀναστομωθέντος πόρου τινὸς καὶ τοῦ πυρὸς βιασαμένου πρὸς τὸ ἐκτός. Φησὶ δὲ Ποσειδώνιος, ὅτι περὶ τροπὰς θερινὰς ἅμα τῇ ἕῳ, μεταξὺ τῆς Ἱερᾶς καὶ τῆς Εὐωνύμου, πρὸς ὕψος ἀρθεῖσαν ἐξαίσιον τὴν θάλατταν ὁραθῆναι καὶ συμμεῖναί τινα χρόνον ἀναφυσωμένην συνεχῶς, εἶτα παύσασθαι. Τοὺς δὲ τολμήσαντας προσπλεῖν, ἰδόντας νεκροὺς ἰχθύας ἐλαυνομένους ὑπὸ τοῦ ῥοῦ (τοὺς δὲ) καὶ θέρμῃ καὶ δυσωδίᾳ πληγέντας φυγεῖν· πολλαῖς δʼ ἡμέραις ὕστερον ὁρᾶσθαι πηλὸν ἐπανθοῦντα τῇ θαλάττῃ, πολλαχοῦ δὲ καὶ φλόγας ἐκπιπτούσας καὶ καπνοὺς καὶ λιγνύας, ἔστερον δὲ παγῆναι καὶ γενέσθαι τσῖς μυλίαις λίθοις ἐοικότα τὸν πάγον.

Ὅτι τὴν Ἰαπυγίαν οἱ Ἕλληνες Μεσσαπίαν καλοῦσι, χερρόνησον οὖσαν εἰς δύο μοίρας διαιρουμένην· τὸ μέν τι γὰρ αὐτῆς Σαλεντῖνοι οἰκοῦσι, τὸ δὲ Καλαβροί. Ὑπὲρ τούτους πρόσβοροι Πευκέτιοί εἰσι καὶ Ἄπουλοι. Ἡ δὲ Μεσσαπία, χερρόνησος οὖσα, ἀπὸ Βρεντεσίου πόλεως πρὸς ἀνατολὰς μέχρι Τάραντος πρὸς δυσμὰς πόλεως ἰσθμὸν ἔχει σταδίων τι΄.

Ὅτι τοῦ Μεσσηνιακοῦ πολέμου γενομένου, οἱ μὴ μετασχόντες Λακεδαιμονίων τῆς στρατείας ἐκρίθησαν δοῦλοι καὶ ὠνομάσθησαν Εἵλωτες· ὅσοι δὲ κατὰ τὴν στρατείαν παῖδες ἐγένοντο, Παρθενίας ἐκάλουν διὰ τὸ πολυχρονίου τοῦ πολέμου συμβάντος ἐκ τῶν οἴκοι παρθένων οὐσῶν γυναικῶν γενέσθαι. Διὰ γὰρ τὸ πολὺν χρόνον παραταθῆναι τοῖς Λακεδαιμονίοις, Μεσσήνην πολιορκοῦσι, καὶ ἀποσταλῆναι τοὺς νεωτάτους· ἐκ τοῦ κοινοῦ πρὸς τὸ μιχθῆναι πάντα πάσῃ καὶ τεκνοποιήσασθαι, διὰ τοῦτο Παρθενίαι ἐκλήθησαν καὶ ἄτιμοι ἦσαν. Οἱ δὲ, οὐκ ἀνασχόμενοι (πολλοὶ δʼ ἦσαν), ἐπεβούλευσαν τῷ κοινῷ, ἔχοντες Φάλανθον ἡγεμόνα, ἕνα αὐτῶν· ἔδει οὖν ἐν τῷ ἀγῶνι, τῶν Ὑακινθίων συντελουμένων, ἡνίκα τὴν κυνῆν περίθηται Φάλανθος, ποιεῖσθαι τὴν ἐπίθεσιν. Ἐξαγγελθείσης δὲ τῆς πράξεως ἐν τῷ ἀγῶνι, προελθὼν ὁ κήρυξ εἶπε, μὴ περιθέσθαι κυνῆν Φάλανθον. Οἱ δὲ στρατιῶται, αἰσθόμὲνοι φωραθέντες, οἱ μὲν διεδίδρασκον, οἱ δὲ ἱκέτευον· κελεύσαντες δʼ αὐτοὺς θαρρεῖν φυλακῇ παρέδοσαν, τὸν δὲ Φάλανθον ἔπεμψαν εἰς θεοῦ περὶ ἀποικίας· ὁ δὲ ἔχρησε·

  • Σατύρεόν τοι ἔδωκα Τάραντά τε πίονα δῆμον
  • οἰκῆσαι καὶ πῆμα Ἰαπύγεσσι γενέσθσι.
  • Ἧκον οὖν σὺν Φαλάνθῳ οἱ Παρθενίαι καὶ ἔκτισαν Τάραντα καὶ ὠνόμασαν οὕτως ἀπὸ τινος ἥρωος.

    565

    Ὅτι Ταραντῖνοι, ἀριστοκρατηθέντες ἐν δημοπρατίᾳ, μεγάλως ἴσχυσαν· καὶ τὴν Πυθαγόρειον ἀσπασάμενοι γνησίως φιλοσοφίαν Ἀρχύταν τὸν φιλόσοφον ἄρχοντα προὐβάλοντο, ὃς καὶ πολὺν χρόνον ἦρξεν. Ὕστερον δὲ τοσοῦτον εἰς τήν τρυφήν καὶ κακοπολιτείαν ἐτράποντο, ὥστε καὶ τὰς δημοτελεῖς ἑορτὰς πλείους τῶν τοῦ ἐνιαυτοῦ ἡμερῶν ἄγειν, καὶ ξένους καὶ ἀλλοφύλους ἄρχοντας ἐπικαλεῖσθαι, (καὶ) οὐδὲ τούτοις εὐπειθεῖς γινόμενοι· οἶον Ἀλέξανδρον τὸν Ἠπειρώτην κατὰ Μεσσαπίων καὶ Πύρρον καί τινας Λακεδαιμονίους· καὶ ἐπὶ Ἀννίβα συνεμάχουν Καρχη δονίοις, καὶ διὰ τοῦτο ὑπὸ Ῥωμαίων ὕστερον καταπολεμηθέντες ἐταπεινώθησαν.

    Ὅτι ἡ τῶν Ἰαπύγων χώρα παραδόξως ἐστὶν ἀστεία· ἐπιπολῆς γὰρ φαινομένη τραχεῖα εὑρίσκεται βαθύγειος σχιζομένη· ἀνυδροτέρα δὲ οὖσα εὔβοτος καὶ εὔδενδρὸς ἐστιν. Εὐάνδρησε δέ ποτε καὶ τοῦτο σφόδρα τὸ χωρίον σύμπαν καὶ ἔσχε πόλεις ιγ΄· ἀλλὰ νῦν, πλὴν Τάραντος καὶ Βρεντεσίου, τὰ ἄλλα πολίσματά εἰσιν· οὕτως ἐκπεπόνηνται καὶ τεταπείνωνται. Ἐνταῦθα καὶ ὁ σκόπελος, ὃν καλοῦσιν ἄκραν Ἰαπυγίαν, πολὺς ἐκκείμενος εἰς τὸ πέλαγος κατὰ τὰς χειμερινὰς ἀνατολὰς, ἐπιστρέφων δέ πως ἐπὶ τὸ Λακίνιον, ἄκρον τῆς Βρεττίας (ἢν Ἐλλάδα μεγάλην ἀπὸ τῆς τοῦ Πυθαγόρου ἐνταῦθα διατριβῆς ἐκάλεσαν) ἀνταῖρον ἀπὸ τῆς ἑσπέρας αὐτῷ καὶ κλεῖον τὸ στόμα τοῦ Ταραντίνου κόλπου πρὸς αὐτόν· καὶ τὰ Κεραύνια δ᾿ ὁμοίως ὄρη κλείει πρὸς αὐτὸν τὸ στόμα τοῦ Ἰονίου κόλπου. Καὶ ἔστι τὸ δίαρμα ὅσον ψ΄ σταδίων ἀπ᾿ αὐτοῦ πρός τε τὰ Κεραύνια καὶ πρὸς τὸ Λακίνιον. Περίπλους δ᾿ ἐκ Τάραντός ἐστιν ἐς Βρεντέσιον μέχρι μέν Βάριδος πολίχνης χ΄ στάδιοι. Καλοῦσι δὲ Βάριν οἱ νῦν Οὐερητόν. Ἔνθεν εἰς τὰ Λευκὰ στάδια π΄, πολίχνιον καὶ τοῦτο, ἐν ᾧ δείκνυται πηγὴ δυσώδους ὕδατος. Ἐκ δὲ τῶν Λευκῶν εἰς Ὑδροῦντα πολίχνην στάδια ρν΄. Ἐντεῦθεν δ᾿ εἰς Βρεντέσιον υ΄· οἱ δὲ ἴσοι καὶ εἰς Σάσωνα τὴν νῆσον, ἥτις μέση πως ἵδρυται τῆς τε Ἰαπυγίας καὶ τῶν Κεραυνίων τῆς Ἠπείρου.

    Ὅτι ἡ ἀπὸ Βρεντεσίου ὁδὸς εἰς Τάραντα, τοῦτ᾿ ἐστιν ὁ ἰσθμὸς, στάδια σ΄, ἀφορίζων γῆν, ἢν Μεσσαπίαν πίαν τε καὶ Ἰαπυγίαν καὶ Καλαβρίαν καὶ Σαλεντίνην κοινῶς οἱ πολλοὶ καλοῦσι, χερρόνησον οὖσαν.

    Ὅτι εὐλίμενός ἐστιν ἡ πόλις τὸ Βρεντέσιον· ἑνὶ γὰρ στόματι πολλοὶ κλείονται λιμένες ἄκλυστοι, κόλπων ἀπολαμβανομένων ἐντὸς, ὥστ᾿ ἐοικέναι κέρασιν ἐλάφου τὸ σχῆμα, ἀφ᾿ οὗ καὶ τοὔνομα· σὺν γὰρ τῆ πόλει κεφαλῇ μάλιστα ἐλάφου προσέοικεν ὁ τόπος· τῆ δὲ Μεσσαπία γλώττη Βρεντέσιον ἡ κεφαλὴ τοῦ ἐλάφου καλεῖται. Καί εἰσιν ἀπὸ Ῥώμης εἰς Βρεντέσιον μίλια τξ΄.

    566

    Ὅτι ἀπὸ Βρεντεσίου πλοῦς ἐστιν εἰς τὴν περαίαν διπλοῦς· ὁ μὲν ἐπὶ τὰ Κεραύνια καὶ τὴν Ἤπειρον, ὁ δὲ εἰς Δυρράχιον μείζων τοῦ προτέρου· ἔστι γὰρ αω΄ σταδίων. Τέτριπται δʼ ἑκάτερος τούτων, διὰ τὸ τὴν πόλιν εὐφυῶς κεῖσθαι πρός τε τὰ τῶν Ἰλλυριῶν ἔθνη καὶ τὰ τῶν Μακεδόνων.