Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι ἡ Βακτριανὴ χώρα εὐδαιμονεστάτη ἐστι καὶ εὐφορωτάτη. Ἐν δὲ τῇ Ὑρκανίᾳ ἡ ἄμπελος μετρητήν οἴνου φέρει, ἡ δὲ συκῆ μεδίμνους ξ’· ὁ δὲ σῖτος ἐκ τοῦ ἐκπεσόντος καρποῦ τῆς καλάμης πάλιν φύεται· ἐν δὲ τοῖς δένδροις σμηνουργεῖται, καὶ τῶν φύλλων ἀπορρεῖ μέλι. Γίνεται δὲ καὶ ἐν τῇ Ματιανῇ τῆς Μηδίας τοῦτο καὶ τῆς Ἀρμενίας ἐν τῇ Σακασηνῇ καὶ τῇ Ἀραξηνῇ. Ἀλλʼ ἐπειδὴ αὗται νοτιώτεραί εἰσι τῆς Ὑρκανίας καὶ εὐκραέστεραι, οὐ θαῦμα· ἐν δὲ τῇ Μαργιανῇ ὁ τῆς ἀμπέλου πυθμὴν γίνεται πολλάκις δυεῖν ἀνδρῶν ὀργυιαῖς περιληπτὸς, ὁ δὲ βότρυς δίπηχνς. Ἀλλὰ καὶ ἡ Ἀρία παραπλησία ἐστὶν, εὐοινίᾳ δὲ καὶ ὄπερβάλλει· ἐν ᾗ καὶ εἰς τριγένειαν τὸν οἶνόν φασι μένειν ἐν ἀπισσώτοις ἄγγεσιν. Πάμφορος δʼ ἐστὶ καὶ ἡ Βακτριανὴ πλὴν ἐλαίου.

Ὅτι ἡ Βαγαδανία χώρα τῆς Καππαδοκίας, πεδίον οὖσα ἐξαίσιον μεταξὺ Ἀργαίου ὄρους καὶ Ταύρου, διὰ τὸ εἶναι ὑψηλὴ οὐδὲ ξυλοφορεῖ. Τὰ δὲ περὶ Σινώπην καὶ Ἀμισὸν καὶ Φανάροιαν, καίτοι τρισχιλίους σταδίους ὄντα βορειότερα, καὶ ἐλαιόφυτα καὶ εὐχείμερά ἐστι, διὰ τὸ εἶναι ταπεινότερα, καὶ ὑπὸ τῆς θαλάσσης ἀλεαίνεσθαι.

Κελτικὴν ἢ οὐ φύεται ἄμπελος ἢ οὐ τελεσφορεῖ ἢ ὀλιγοκαρπεῖ· τοῦ δὲ χειμῶνος κατορύττεται.

536

Ὅτι τοσοῦτον περὶ τὴν Μαιῶτίν ἐστιν ὑπερβολὴ τοῦ κρυμοῦ, ὥστε ἐν ᾧ χορίῳ οἱ τοῦ Μιθριδάτου στρατηγοὶ ἐνίκησαν τοὺς βαρβάρους ἱππομαχοῦντες ἐκὶ τοῦ κρυστάλλου, ἐν τῷ αὐτῷ ναυμαχοῦντες ἐνίκησαν τοὺς αὐτούς.

Ὅτι τοσοῦτον ψὕχος γίνεται περὶ τοὺς τόπους ἐκείνους, ὡς καὶ τὰς χαλκᾶς ὑδρίας ὑπὸ τοῦ χειμῶνος διαρρήγνυσθαι· ὡς καὶ τὸ ἐπίγραμμα δηλοῖ τὸ ἐν τῷ Ἀσκληπιείῳ τῶν Παντικαπαιέων ἐπὶ τῇ ῥαγείσῃ ὑδρίᾳ·

  • εἶ τις ἄρʼ ἀνθρώπων μὴ πείθεται, οἵα παρʼ ἡμῖν
  • γίγνεται, εἰς τήνδε γνώτω ἰδὼν ὑδρίαν·
  • ἢν, οὐχ ὡς ἀνάθημα θεοῦ καλὸν, ἀλλʼ ἐπίδειγμα
  • χειμῶνος μεγάλου, θῆχʼ ἱερεὺς Στράτιος.