Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι Πλάτων ὁ μέγας σὺν Εὐδόξῳ τῷ μαθητῇ ἀπῆρεν εἰς τὴν Αἴγυπτον, κἀκεῖ διετέλεσαν ἔτη ιγ´, γεωμετροῦντες καὶ ἀστρονομοῦντες καὶ ἁπλῶς φιλοσοφοῦντες περὶ τὰς Θήβας τὰς νῦν Διόσπολιν καλουμένας.

632

Ὅτι ὁ Ἆπις ὁ αὐτός ἐστι τῷ Ὀσίριδι, θεὸς νομιζόμενος.

Ὅτι δευτερεύει μετὰ Ἀλεξάνδρειαν ἡ Μέμφις πόλις ἧς ἀπὸ μ΄ σταδίων ὀρεινή τις ὀφρύς ἐστιν, ἐφʼ ἧ πολλαὶ μέν εἰσι πυραμίδες, τάφοι τῶν βασιλέων, γ΄ δʼ ἀξιόλογοι. Τὰς δὲ δύο τούτων καὶ ἐν τοῖς ζ΄ θεάμασι καταριθμοῦνται· εἰσὶ δὲ τὸ ὕψος σταδιαῖαι, τετράγωνοι τῷ σχήματι.

Ὅτι ἐκ πολλῶν τεκμηρίων ὑπολαμβάνουσιν οἱ παλαιοὶ τὴν κάτω Αἴγυπτον ἕως Σιρβωνίδος λίμνης καὶ Μοίριδος λίμνης καὶ Ἀμμωνιακῆς πᾶσαν πέλαγος εἶναι, τυχὸν δὲ καὶ τῷ Ἀραβίῳ κόλπῳ συνεχὲς, τυχὸν δὲ καὶ οὐχ οὕτως, ἀλλὰ χωρίς.

Ὅτι καὶ ὁ θαυμαστὸς λαβύρινθος ἐν τῇ ἄνω ἐστὶν Αἰγύπτῳ, καὶ ἐν τῷ λαβυρίνθῳ πυραμὶς, ὁ τάφος Μαΐνδου βασιλέως τοῦ καὶ τὸν λαβύρινθον κτίσαντος· ὁ Μαΐνδης γὰρ αὐτὸν ἔκτισεν.

Ὅτι κατήρασε λέγει ὁ συγγραφεὺς ἀντὶ τοῦ κατέπιεν, ἐναντίως τῷ ἐξήρασεν.

Ὅτι ἐν Ἀρσινόῃ πόλει, ἣ πρότερον Κροκοδείλων πόλις ἐκαλεῖτο, χειροήθης ἱερὸς κροκόδειλος ἐτρέφετο. Ἐν δὲ Ἡρακλέους πόλει τιμᾶται ὁ ἰχνεύμων, ἐχθρὸς ὢν κροκοδείλοις τε καὶ ἀσπίσιν, ὧν τά τε ὠὰ κατεσθίει ὁ ἰχνεύμων καὶ αὐτὰς τῷ πηλῷ θωρακισθεὶς διαφθείρει, εἰς τὸν ποταμὸν ἕλκων· τοῦ δὲ κροκοδείλου καθεύδοντος καὶ κεχηνότος, ὑπεισδὺς εἰς τὸ στόμα κατεσθίει τὰ σπλάγχνα.

Ὅτι ἐν Κυνοπόλει ὁ Ἄνουβις τιμᾶται, καὶ τοῖς κυσὶ τιμὴ καὶ σίτισις τέτακταί τις ἱερά.

Ὅτι ἐν Ὀξυρύγχῳ, πόλει καὶ νομῷ ὁμωνύμῳ, τιμᾶται ὁ ὀξύρυγχος ἐν ἱερῷ σηκῷ· καίτοι καὶ τῶν ἄλλων Αἰγυπείων κοινῇ τιμώντων τὸν ὀξύρυγχον. Τινὰ μὲν γὰρ τῶν ζῴων ἄπαντες κοινῇ τιμῶσιν Αἰγύπτιοι, καθάπερ τῶν μὲν πεζῶν τρία, βοῦν, κύνα, αἴλουρον, τῶν δὲ πτηνῶν δύο, ἱέρακα καὶ ἶβιν. τῶν δὲ ἐνύδρων δύο, λεπιδωτὸν ἰχθὺν καὶ ὀξύρυγχον· ἄλλα δ᾿ ἐστὶν, ἃ τιμῶσι καθʼ αὑτοὺς ἕκαστοι, καθάπερ Σαῖται πρόβατον καὶ Θηβαῖται, λάτον δὲ, τῶν ἐν τῷ Νείλῳ τινὰ ἰχθὺν, Λατοπολῖται, λύκον δὲ Λυκοπολῖται, κυνοκέφαλον δὲ Ἑρμοπολῖται, κῆπον δὲ Βαβυλώνιοι οἱ κατὰ Μέμφιν (ἔστι δʼ ὁ κῆπος τὸ μὲν πρόσωπον ἐοικὼς σατύρῳ, τἆλλα δὲ κυνὸς καὶ ἄρκτου μεταξὺ, γεννᾶται δʼ ἐν Αἰθιοπίᾳ), ἀετὸν δὲ Θηβαῖοι, λέοντα δὲ Λεοντοπολῖται, αἶγα δὲ καὶ τράγον Μενδήσιοι, μυγαλῆν δὲ Ἀθριβῖται, ἄλλοι δʼ ἄλλο τι.

Ὅτι Πτολεμαῒς πόλις μεγίστη ἐστὶ τῶν ἐν Θηβαΐδι καὶ οὐκ ἐλάττων Μέμφεως. Ὑπὲρ δὲ ταύτης ἡ Ἄβυδος πόλις, ἐν ᾗ τὸ Μεμνόνειον βασίλειον θαυμαστῶς κατεσκευασμένον.

Ὅτι τοῖς ἀρζαίοις μᾶλλον ἦν ἐν τιμῇ καὶ ἡ

633
μαντικὴ καθόλου καὶ τὰ χρηστήρια· νυνὶ δʼ ὀλιγωρία πολλὴ κατέχει, τῶν Ῥωμαίων ἀρκουμένων τοῖς Σιβύλλης ἐης χρησμοῖς καὶ τοῖς Τυρρηνικοῖς θεοπροπίοις διά τε σπλάγχνων καὶ ὀρνιθείας καὶ διοσημιῶν. Διόπερ καὶ τὸ ἐν Ἄμμωνι ἐκλέλοιπε χρηστήριον, πρότερον δʼ ἐτετίμητο· ἔνθα καὶ Ἀλέξανδρος ἀνελθὼν ἐχρηστηριάζετο καὶ εἶναι οὐχ ὥσπερ ἐν Δελφοῖς καὶ Βραγχίδαις τὰς ἀποθεσπίσεις διὰ λόγων, ἀλλὰ νεύμασι καὶ συμβόλοις τὸ πλέον· ὡς καὶ παρʼ Ὁμήρῳ « ἦ, καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι, » τοῦ προφήτου τὸν Δία ὑποκριναμένου. Τοῦτο μέντοι ῥητῶς εἰπεῖν τὸν προφήτην φασὶ πρὸς τὸν βασιλέα, ὅτι εἴη Διὸς υἱός.

Ὅτι ἐν τῇ Ἀβύδῳ πόλει τιμῶσι τὸν Ὄσιριν· ἐν δὲ τῷ ἱερῷ τοῦ Ὀσίριδος οὐκ ἔξεστιν οὔτε ᾠδὸν οὔτε αὐλητὴν ἀπάρχεσθαι τῷ θεῷ, καθάπερ τοῖς ἄλλοις θεοῖς ἔθος.

Ὅτι ἐν Τεντύρᾳ πόλει διαφερόντως παρὰ τοὺς ἄλλους Αἰγυπτίους ὁ κροκόδειλος ἠτίμωται καὶ ἔχθιστος τῶν ἁπάντων θηρίων νενόμισται καὶ ὑπʼ αὐτῶν φθείρεται.

Ὅτι, ὥσπερ οἱ ἐν τῇ Κυρηναίᾳ Ψύλλοι Αἰθίοπες ἀντιπάθειαν ἔχουσι φυσικὴν πρὸς τὰ ἑρπετὰ, μηδὲν ὑπὸ ἰοβόλων πάσχοντες, οὕτως καὶ οἱ Τεντυρῖται οὐδὲν ὑπὸ κροκοδείλου πάσχουσιν, ἀλλὰ καὶ συγκολυμβῶσιν αὐτοῖς.

Ὅτι τῶν ἑκατονταπύλων Θηβῶν, ἣ νῦν Διόσπολις καλεῖται, π΄ σταδίων ἦν τὸ μῆκος· νῦν δὲ κωμηδὸν οἰκεῖται.

Ὅτι ἡ ἀστρονομία μάλιστα κατωρθώθη ὑπὸ Θηβαίων τῶν Αἰγυπτίων, ὧν αἰτιώτατος Ἑρμῆς ὁ Τρισμέγιστος.

Ὅτι αἱ παρθένοι ἱέρειαι παρʼ Ἕλλησι Παλλάδες καλοῦνται.

Ὅτι ἐν πόλει Ἐλεφαντίνῃ κρήνη ἐστὶ, συμπάσχουσα ταῖς τοῦ Νείλου ποταμοῦ ἀναβάσεσι, συναυξομειουμένη αὐτῷ, ἐξ ἧς τεκμαίρονται τὴν εὐκαρπίαν τῆς χώρας ἢ ἀφορίαν· εἰ γὰρ πολὺς ὁ Νεῖλος ἐπέλθοι, εὐφορία γίνεται, εἰ δὲ ὀλίγος, σπάνις. Εἰσὶν οὖν ἐν τῷ τοῦ φρέατος τοίχῳ παραγραφαὶ τῆς εὐετηρίας ἢ τοῦ ἐναντίου.

Ὅτι ἐν Συήνῃ πόλει περὶ τὰς θερινὰς τροπὰς κατὰ μέσον ἡμέρας τὰ φρέατα ἄσκια φαίνεται, καὶ οἱ γνώμονες ὡσαύτως.

Ὅτι ὑπὲρ τὴν Ἐλεφαντίνην πόλιν ἐστὶν ὁ Καταράκτης.