Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι τὸ ὄρος ὁ Ταῦρος, ὃς διαιρεῖ δίχα τὴν Ἀσίαν κατὰ μῆκος, πλάτος μὲν ἔχει πολλαχοῦ καὶ γ σταδίων· μῆκος δὲ ὅσον καὶ τῆς Ἀσίας, μυριάδων δʼ καὶ γε, ἀπὸ τῆς Ῥοδίων περαίας ἐπὶ τὰ ἄκρα τῆς Ἰνδικῆς.

Ὅτι ἡ Παρθυαία καὶ Μηδία καὶ Ἀρμενία καὶ Καππαδοκῶν τινες καὶ Κίλικες καὶ Πισίδαι ἐν αὐτῷ τῷ Ταύρῳ ὄρει κεῖνται.

Ὅτι ὁ ἰσθμὸς ἀπὸ τοῦ Εὐξείνου πόντου ἐπὶ τὸν Ὑρκάνιον στάδιά ἐστι γ. Καὶ ἀπὸ τούτου πρὸς βορρᾶν οἷον χερρόνησός ἐστι μεγάλη, περιεχομένη ἐκ μὲν δυσμῶν τῷ τε Εὐξείνῳ καὶ τῇ Μαιώτιδι καὶ Τανάιδι ποταμῷ καὶ τῇ ἑξῆς ἐρήμῳ καὶ ἀγνώστῳ γῇ ἕως τοῦ ὠκεανοῦ, εἰ δὲ καὶ ὁ ὠκεανὸς ἐκ τοῦ βορρᾶ περιέχει τὴν οἰκουμένην, ἀπʼ αὐτοῦ αὖθςι ἐπὶ νότον ἰόντι ἕως τῆς Κασπίας θαλάσσης τῆς κατὰ Ἀλβανίαν.

Ὅτι. Πομπήιος φίλος ἦν Ποσειδωνίῳ. Ἐλθὼν οὖν εἰς Ῥόδον, ὅτε ἐπὶ τὸν Μιθριδατικὸν ἐξώρμα πόλεμον, ἐνέτυχέ τε αὐτῷ καὶ χρηματίσας ὅσων ἐδεῖτο, ἔφησεν ἔσχατον, εἴ τινος δέοιτο· ὁ δὲ ἀπεκρίνατο· βούλομαί σε, ὦ Πομπήιε, « αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων. » Ἐξ οὗ καὶ τὰ κατὰ Ἰβηρίαν καὶ Ἀλβανίαν καὶ Ἀρμενίαν ἐπύθετο.

Ὅτι τὴν Ἀσίαν πᾶσαν διαιρεῖ ὁ Στράβων εἰς μέρη ε΄. Πρῶτον μὲν τὴν ἀπὸ Ἰβηρίας τοῦ ἰσθμοῦ ἀρχομένην χερρόνησον ἐπὶ τὸν βορρᾶν· δεύτερον δὲ τὴν ἀπὸ τῆς χερρονήσου ταύτης πρὸς ἀνατολὰς γῆν ἀφοριζομένην ὑπὸ τοῦ Ταύρου, ἥτις ἐστὶν ἡ βορεία Ἀσία ἕως Ἰνδῶν· τρίτον δὲ τὴν μεταξὺ Ταύρου ὄρους καὶ Κασπίας θαλάσσης· τοῦτʼ ἔστι Μηδία καὶ Ἀρμενία καὶ Καππαδοκία ἕως Ἄλυος ποταμοῦ· τέταρτον δὲ τὴν ἐντὸς Ἄλυος γῆν καὶ αὐτὸν τὸν Ταῦρον ἕως τῆς Κιλικίας θαλάσσης καὶ μέχρι Ἰωνίας καὶ Χαλκηδόνος·

594
πέμπτον δέ τήν τε Ἰνδικὴν καὶ Ἀριανήν καὶ ἐφεξῆς πρὸς δυσμὰς ἕως Κιλικίας τε καὶ τοῦ Νείλου καὶ τοῦ Ἀραβίου κόλπου.

Ὅτι ἡ Κολχὶς μεταξὺ τῶν τε Μοσχικῶν καὶ Καυκασίων ὀρέων κεῖται.

Ὅτι ἀπὸ Βοσπόρου τοῦ Κιμμερίου ἕως νήσου Ἀλωπεκίας στάδια βσ΄.

ἐν ἀνατολικῇ πλευρᾷ τῆς Μαιώτιδός ἔστι ποταμὸς, ὁ μέγας Ῥομβίτης, εἶτα Θεοφάνιος, εἶτα μικρὸς Ῥομβίτης, εἶτα Ἀττικίτης, εἶτα Μάτης, εἶτα Οὐαρδάνης. Πάντες οὗτοι ποταμοὶ ἐκ τε τῶν Ἱππικῶν ὀρέων ἔρχονται καὶ ἐκ τῶν Καυκασίων.

Ὅτι τὸ Κιμμέριον ἄκρον τὸ ἐν τῆ Μαιώτιδι πάλαι ἴσχυσε πλεῖστον, ὥστε καὶ τὸν Βόσπορον Κιμμέριον ἐξ αὐτοῦ κληθῆναι. Εἶτα ἀπὸ σταδίων κ΄ Ἀχίλλειον κώμη, ὅπου καὶ τὸ στενότατον τοῦ πορθμοῦ τοῦ Βοσπόρου· ἔχει γὰρ κ΄ σταδίους· οὗ ἀντιπέραν ἐν τῆ Εὐρώπῃ τὸ Μυρμήκιόν ἐστι. Τὸ δὲ νοταπηλιωτικὸν τοῦ Βοσπόρου στόμα Κοροκονδάμη· τὸ δὲ νοτολιβυκὸν κώμη τις τῆς Παντικαπαίων γῆς, ὄνομα Ἄκρα. Μῆκος τοῦ Βοσπόρου στάδιοι ο΄.

Ὅτι ἡ Φαναγορία καὶ ἡ Ἑρμώνασσα πόλεις εἰσὶν ἀξιόλογοι περὶ τὰ Ἀσιανὰ μέρη.

Ὅτι παραθαλάσσιος πόλις Σινδική ἐστι, τὸ τῶν Σινδῶν βασίλειον.

Ὅτι τῶν Εὐρωταίων Βοσποριανῶν μητρόπολίς ἐστι τὸ Παντικάπαιον, τῶν δὲ Ἀσιανῶν ἡ Φαναγορία.

Ὅτι Ἡνίοχοι καὶ Ἀχαιοὶ καὶ Ζύγιοι, λυπρὰν γῆν οἰκοῦντες, λῃστεύουσι τὴν Ποντικὴν θάλασσαν, ἔχοντες πλοῖα κοῦφα μικρὰ, δυνάμενα ἐν τοῖς ὤμοις αἴρεσθαι καὶ ἐν ὕλῃ κρύπτεσθαι, διὰ τὸ ἀλίμενον εἶναι τὴν ταύτῃ θάλασσαν, περατουμένην ὑπὸ τῶν Καυκάσου ἄκρων καλοῦσι δὲ αὐτὰ καμάρας.

Ὅτι ὁ Καύκασος τὸ ὄρος περικλείει ἀπὸ βορρᾶ τὰς δύο θαλάσσας, Κασπίαν τε καὶ Πόντον, εἶργον Σαρμάτας τε καὶ Μαιώτας ἀπὸ Ἰβήρων καὶ Ἀλβανῶν. Ἔστι δὲ εὐδενδρότατον τὸ ὄρος· ἀπολήγει δ᾿ αὐτοῦ τὸ νοτολιβυκὸν ἄκρον κατὰ τὰ μυχὰ τοῦ Εὐξείνου· ἔνθα πόλις Διοσκουριὰς, ἥτις πόλις καὶ ἀρχή ἐστι τοῦ ἰσθμοῦ τοῦ μεταξὺ Εὐξείνου καὶ Ὑρκανίας· καὶ ἐμπορεῖόν ἐστιν αὕτη ἡ Διοσκουριὰς πάντων τῶν ἀνατολικωτέρων ἐθνῶν κοινόν· συνέρχεσθαι γάρ φασιν εἰς αὐτὴν ἔθνη ἀλλήλων ἑτερόγλωσσα πλείω τῶν ο΄.

Ὅτι ἀπὸ Φάσιδος ποταμοῦ ἕως Ἀμισοῦ καὶ Σινώπης πλοῦς ἡμερῶν γ΄. Καὶ ἐστιν ἡ χώρα αὕτη ἀγαθὴ πλὴν μέλιτος· πικρίζει γάρ.

Ὅτι ἢ Μοσχική χώρα τριμερής ἐστι· τὸ μὲν γὰρ ἔχουσιν αὐτῆς Κόλχοι, τὸ δὲ Ἴβηρες, τὸ δὲ Ἀρμένιοι.

595

Ὅτι τὸ τῶν Φθειροφάγων ἔθνος καὶ αὐτὸ σὺν τοῖς ἄλλοις ἐμπορείῳ χρῆται τῇ Διοσκουριάδι· οὕτως δὲ καλοῦνται διὰ τὸν αὐχμὸν καὶ τὸν πίνον.

Ὅτι καὶ οἱ Σοάνες οὐδὲν βελτίους τῶν Φθειροφάγων τῷ πίνῳ εἰσίν. Ἔχουσι δὲ καὶ μέταλλα χρυ σοῦ, ἅτινα οἱ χείμαρροι καταφέρουσιν· ὑποδέχονται δʼ αὐτὰ οἱ Σοάνες φάτναις ὀπὰς ἐχούσαις ἢ προβάτων μαλλωτῶν δοραῖς· ἀφʼ οὗ καὶ ὁ μῦθος ἐπλάσθη τοῦ Αἰήτου, ὡς ἔχοι ποτὲ χρυσόμαλλον δέρας.

Ὅτι ὁ Κύρος ποταμὸς, τὴν ἀρχὴν ἔχων ἀπὸ Ἀρμεενίας, παραλαμβάνει τὸν Ἀραγῶνα ἐκ τοῦ Καυκάσου έοντα καὶ ἄλλα ὔδατα ποταμῶν καὶ διὰ στενῆς ποτα μίας εἰς τὴν Ἀλβανίαν ἐκπίπτει μεταξὺ δὲ ταύτης τε καὶ τῆς Ἀρμενίας ἐνεχθεὶς πολὺς διὰ πεδίων ἀγαθῶν, δεξάμενός τε πλείους ποταμοὺς, ὧν ἐστιν ὅ τε Ἀλαζόνιος καὶ ὁ Σανδοβάνης καὶ ὁ Ῥοιτάκης καὶ ὁ Χάνης, πλωτοὶ πάντες, εἰς τὴν Κασπίαν ἐμβάλλει θάλασσαν.

Ὅτι ὁ Φᾶσις ποταμὸς, ἐξ Ἀρμενίας ὁρμώμενος. δέχεται ποταμοὺς τόν τε Ἵππον καὶ τὸν Γλαῦκον· ἔξεισιν εἰς τὸν Πόντον πλησίον ὁμωνύμου πόλεως.