Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅττι ἀνὰ μέσον Θήρας καὶ Θηρασίας ἐκπεσοῦσαι φλόγες ἐκ τοῦ πελάγους ἐφ᾿ ἡμέρας τέτταρας, ὥστε πᾶσαν ζεῖν καὶ φλέγεσθαι τὴν θάλατταν, ἀνεφύσησαν κατʼ ὀλίγον ἐξαιρομένην, ὡς ἂν ὀργανικῶς, καὶ συντιθεμένην ἐκ μύδρων νῆσον, ἔχουσαν δώδεκα σταδίων τὴν περίμετρον.

Ὅτι, σεισμοῦ γενομένου μεγίστου, τῆς τε Σιδῶνος τὰ δύο μέρη κατεστράφη καὶ ἑτέρα πόλις δλη πλησίον αὐτῆς, καὶ Εὐβοίας ἡ ἐν Εὐρίπῳ Ἀρέθουσα κρήνη ἀπετυφλώθη καὶ οὐ πρότερον ἔπαυσε, πρὶν χάσμα μέγα περὶ τὸ Ληλάντιον πεβίον γεγονὸς πηλοῦ διαπύρου ποταμὸν ἐξήρασε· τότε δέ καὶ τῆς Ἀρεθούσης αἱ πηγαὶ πάλιν ἀνεδόθησαν.

Ὅτι πάλιν περὶ Λυδίαν καὶ Ἰωνίαν σεισμῶν γενομένων, Σίπυλός τε (τὸ ὄρος) κατεστράφη κατὰ τὴν Ταντάλου βασιλείαν καί τινες τῶν Ἰώνων πόλεις, καὶ τὰ ἐν Τροίᾳ θερμὰ ὕδατα ἀπώλετο, περὶ ὧν Ὅμηρος ἔλεγεν· ἡ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει· » ἐγένοντο δὲ καὶ λίμναι ἐξ ἑλῶν. Οὐδὲν οὖν θαυμαστὸν, εἰ ὁ κατὰ τὸ Κάσιον ἰσθμὸς τῆς Ἀραβίσς διαρραγεὶς ἢ ἵζημα λαβὼν ποιήσει τὴν τῆς Αἰγύπτου θάλασσαν σύρρουν τῆ Ἐρυθρᾷ. Ἔτι δὲ καὶ ὁ Περαιεὺς, ὡς καὶ τὸ ὄνομα ἐμφαίνει, πέραν ἔκειτο τῆς Ἀττικῆς, ὡς νῆσος, καὶ ἡ Λευκὰς νῆσος ὑπὸ Κορινθίων γέγονε, διακοψάντων τὸν ἰσθμόν· περὶ ἧς λέγει Ὅμηρος· «οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον, ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων. » Περὶ Μεθώνην δέ τὴν ἐν τῷ Ἑρμιονικῷ κόλπῳ ὄρος ἑπταστάδιον τὸ ὕψος ἀνεβλήθη, γενηθέντος ἀναφυσήματος φλογώδους, μεθʼ ἡμέραν μέν ὰπρόσιτον ὑπὸ τοῦ θερμοῦ καὶ τῆς θειώδους ὅόμῆς, νύκτωρ δὲ εὐῶδες, ἐκλάμπον πόρρω καὶ θερμαῖνον, ὥστε ζεῖν τὴν θάλατταν ἐπὶ σταδίυυς ε΄, θολερὰν δʼ εἶναι καὶ ἐπὶ κ΄ σταδίους· προσχωσθῆναι δὲ

535
πέτραις ἀπορρῶξι πύργων οὐκ ἐλάττοσιν. Ὑπὸ δὲ τῆς Κωπαΐδος λίμνης αἱ ὲν Καταλόγῳ Ὁμήρου πόλεις, Ἄρνη καὶ Μίδεια, κατεπόθησαν· καὶ αἱ Ἐχινάδες νῆσοι ἐκ τῆς τοῦ Ἀχεῴου προσχώσεως ἠπειρώθησαν· καὶ ἡ Ἀστερὶς νῆσος πληοίον Ἰθάκης, λιμένας πρὶν ἔχουσα δύο, νῦν δʼ οὐδʼ ἀγκυροβόλιον ἔχει. Ἀλλὰ καὶ Ὄσσα ἐκ τεῦ Ὀλύμπου ἀπερράγη.

Ὅτι Πυθέας ὁ Πασσαλιώτης, δοκῶν εἶναι φιλόσοφος, ψευδίστατος ὴλέγχθη ἐν οἷς τὰ περὶ Θούλην καὶ Βρετανίας γεωγραφεῖ.

Ὅτι τινὲς Ἀλεξάνδρῳ συνεβούλευον, δαιροῦντα τοὺς ἀνθρώπους εἰς Ἕλληνας καὶ βαρβάρους τοῖς μὲν ὡς φίλοις, τοῖς δὲ ὡς πολεμίοις χρῆσθαι· ὁ δὲ ἀπεκρίνατο, ἄμεινον εἶναι ἀρετῇ καὶ κακίᾳ διαιρεῖν τούτους· εἶναι γὰρ Ἰνδοὺς μέν καὶ Ἀρίους καὶ Ῥωαίους καὶ Καρχηδονίους ἀριστοκρατουμένους καὶ καλῶς πολιτευομένους, Ἀθηναίους δὲ οὐχ οὕτως.

Ὅτι ἡ Βακτριανὴ χώρα εὐδαιμονεστάτη ἐστι καὶ εὐφορωτάτη. Ἐν δὲ τῇ Ὑρκανίᾳ ἡ ἄμπελος μετρητήν οἴνου φέρει, ἡ δὲ συκῆ μεδίμνους ξ’· ὁ δὲ σῖτος ἐκ τοῦ ἐκπεσόντος καρποῦ τῆς καλάμης πάλιν φύεται· ἐν δὲ τοῖς δένδροις σμηνουργεῖται, καὶ τῶν φύλλων ἀπορρεῖ μέλι. Γίνεται δὲ καὶ ἐν τῇ Ματιανῇ τῆς Μηδίας τοῦτο καὶ τῆς Ἀρμενίας ἐν τῇ Σακασηνῇ καὶ τῇ Ἀραξηνῇ. Ἀλλʼ ἐπειδὴ αὗται νοτιώτεραί εἰσι τῆς Ὑρκανίας καὶ εὐκραέστεραι, οὐ θαῦμα· ἐν δὲ τῇ Μαργιανῇ ὁ τῆς ἀμπέλου πυθμὴν γίνεται πολλάκις δυεῖν ἀνδρῶν ὀργυιαῖς περιληπτὸς, ὁ δὲ βότρυς δίπηχνς. Ἀλλὰ καὶ ἡ Ἀρία παραπλησία ἐστὶν, εὐοινίᾳ δὲ καὶ ὄπερβάλλει· ἐν ᾗ καὶ εἰς τριγένειαν τὸν οἶνόν φασι μένειν ἐν ἀπισσώτοις ἄγγεσιν. Πάμφορος δʼ ἐστὶ καὶ ἡ Βακτριανὴ πλὴν ἐλαίου.

Ὅτι ἡ Βαγαδανία χώρα τῆς Καππαδοκίας, πεδίον οὖσα ἐξαίσιον μεταξὺ Ἀργαίου ὄρους καὶ Ταύρου, διὰ τὸ εἶναι ὑψηλὴ οὐδὲ ξυλοφορεῖ. Τὰ δὲ περὶ Σινώπην καὶ Ἀμισὸν καὶ Φανάροιαν, καίτοι τρισχιλίους σταδίους ὄντα βορειότερα, καὶ ἐλαιόφυτα καὶ εὐχείμερά ἐστι, διὰ τὸ εἶναι ταπεινότερα, καὶ ὑπὸ τῆς θαλάσσης ἀλεαίνεσθαι.

Κελτικὴν ἢ οὐ φύεται ἄμπελος ἢ οὐ τελεσφορεῖ ἢ ὀλιγοκαρπεῖ· τοῦ δὲ χειμῶνος κατορύττεται.

536

Ὅτι τοσοῦτον περὶ τὴν Μαιῶτίν ἐστιν ὑπερβολὴ τοῦ κρυμοῦ, ὥστε ἐν ᾧ χορίῳ οἱ τοῦ Μιθριδάτου στρατηγοὶ ἐνίκησαν τοὺς βαρβάρους ἱππομαχοῦντες ἐκὶ τοῦ κρυστάλλου, ἐν τῷ αὐτῷ ναυμαχοῦντες ἐνίκησαν τοὺς αὐτούς.

Ὅτι τοσοῦτον ψὕχος γίνεται περὶ τοὺς τόπους ἐκείνους, ὡς καὶ τὰς χαλκᾶς ὑδρίας ὑπὸ τοῦ χειμῶνος διαρρήγνυσθαι· ὡς καὶ τὸ ἐπίγραμμα δηλοῖ τὸ ἐν τῷ Ἀσκληπιείῳ τῶν Παντικαπαιέων ἐπὶ τῇ ῥαγείσῃ ὑδρίᾳ·

  • εἶ τις ἄρʼ ἀνθρώπων μὴ πείθεται, οἵα παρʼ ἡμῖν
  • γίγνεται, εἰς τήνδε γνώτω ἰδὼν ὑδρίαν·
  • ἢν, οὐχ ὡς ἀνάθημα θεοῦ καλὸν, ἀλλʼ ἐπίδειγμα
  • χειμῶνος μεγάλου, θῆχʼ ἱερεὺς Στράτιος.
  • Ὅτι, Ἵππαρχός φησι κατὰ τὸν Βορυσβένη καὶ τὸ ζ΄ κλίμα ἐν ὅλαις ταῖς θεριναῖς νυξὶ παραογέζεσθαι τὸ τοῦ ἡλίου φῶς, περιιστάμενον ἀπὸ τῆς δύσεως ἐπὶ τήν ἀνατολήν· ταῖς δὲ χειμεριναῖς τροπαῖς τὸ πλεῖστον μετεωρίζεσθαι τὸν ἥλιον ἐπὶ πτῆχεις θ΄, ἐν δὲ Βρετανίαις περὶ πήχεις δ΄, ἔνθα καὶ ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν ἰσημσρινῶν ιθ΄.

    Ὅτι παρʼ Ὁμήρῳ αἱ ε’ πτύχες τῆς τοῦ Ἀχιλλέως ἀσπίδος τὰς ε’ τῆς ἀπάσης γῆς ζώνας αἰνίττονται· ἡ μέν χρυσῆ τὴν ἀμφίσκιον, ἥτις ἐστὶ μεταξὺ τῶν τροπικῶν· αἱ δὲ δύο κασσιτέριναι τὰς δύο περισκίους, αἵπνές εἰσιν ὑπὸ τοὺς πόλος· αἱ δὲ δύο χαλκαῖ τὰς δύο ἑτεροσκίους, αἵτινές εἰσιν ἥ τε ἡμετέρα οἰκουμένη πρὸς βορρᾶν καὶ ἡ τῶν ἀντοίκων ἡμῶν πρὸς νότον.

    Ὅτι Πυθέας καὶ Εὐήμερος καὶ Ἀνππιφάνης ψεῦσται γεωγράφοι.

    Ὅτι οἱ τὸ μῆκος τῆς οἰκουμένης ἀφορίζοντες μεσημβρινοί εἰσιν, οὐχὶ δὲ ἀνατολαὶ καὶ δύσεις· τὸ δὲ πλάτος οἱ παράλληλοι.

    Ὅτ ἡ Κάλπη ὄρος έσττὶν Ἰβηρίας, ἔνθα ἡ ἑτέρα τῶν Ἡρακλέους Στηλῶν, πολλῷ τῆς νήσου τῶν Γαδείρων ἀνατολικωτέρα.

    Ὅτι, τῆς Ἰταλίας ἡ νοτιωτάτη μερὶς δικόρυφός ἐστιν· ὧν ἡ μὲν δυτικωτέρα κοροφή κατὰ Λευκοπέτραν ἄκραν ἀπέναντι τοῦ ἐν Σικελίᾳ Ταυρομενίου κεῖται, κατὰ τὴν μεγάλην Ἑλλάδα. ἡ δὲ ἀνατολικωτέρα κορυφἦ ἡ ἄκρα ἐστὶν Ἰαπογία, ἀπέναντι κεηεένη πρὸς δυσμὰς τῶν Ἀκροκεραυνίων ὀρέων καὶ Χαόνων. Ὁ δὲ τῆς Κρότωνος καὶ Τάραντος κόλπος μεταξύ ἐστι τῶν δύο κορυφῶν.

    Ὅτι ὁ γεωγράφος ἀρχὰς ἔχει τὰς τῆς ῆς ἀναμετρήσεις τῶν μαθηματικῶν· αὗται δέ τὰς ἀστρονομικὰς ἀποδείξεις· αὗται δὲ τὴν φυσικὴν ἐπιστήμην, ὰρετὴν οὖσαν καὶ ἐπιστήμην ἀνυπόθετον καθʼ αὐτήν. Αἱ γὰρ ἀρεταὶ ἀνυπόθετοί εἰσι καὶ ἐξ ἑαυτῶν ἤρτηνται

    537
    καὶ ἔχουσιν ἐν ἑαυταῖς τάς τε ἀρχὰς καὶ τὰς πίστεις ἀπόντων.

    Ὅτι τὸ λέγειν εἶναι τὴν γᾶν πᾶσαν πεντάζωνον καὶ τὰ τοιαῦτα γεωμέτρου ἐστὶν, ἀλλ’ οὐχὶ τοῦ νοερῶς γεωμετροῦντος, ἀλλὰ τοῦ τὰ νοερὰ σχήματα ἐφαρμόζοντος τῇ γῇ καὶ τῷ οὐρανῷ, ᾧ τινι καὶ ὁ γεωγράφος ἔρχιτέκτονι χρῆται καὶ ὑποθέσει.

    Ὅτι ὁ γεωμετρικὸς, χρώμενος τῇ γνωμονικῇ τε καὶ ἀστρονομικῇ ἀποδείξει, τοῦτʼ ἔστι τοῖς τῷ ἰσημερινῷ παραλλήλοις κύκλοις καὶ τοῖς μεσημβρινοῖς, καταμετρεῖ, τὴν μέν οἰκήσιμον ἐμβατεύων, τὴν δʼ ἄλλην ἐκ τοῦ λόγου τῶν ἀποστάσεων· οὕτω δʼ ἂν εὑρίσκοι τὸ ἀπὸ τοῦ ἰσημερινοῦ ἕως τοῦ πόλου διάστημα. Ἔχων δὲ τοῦτο ἔχει καὶ τὸ τετραπλάσιον, τοῦτʼ ἔστι τὸν τῆς γῆς μέγιστον κύκλον. Λαβὼν δὲ διὰ τῶν ἀναμετρήσεων τῆς γῆς καὶ πιστεύσας τοῖς ἀναμετρήσασιν αὐτήν ἔχει τὸν σταδιασμὸν τῆς περιμέτρου τῆς ὅλης γῆς, καὶ διὰ τοῦτο καὶ, δύο δοθεισῶν οἰκήσεων, εὑρίσκει τὸ μεταξὺ αὐτῶν διάστημα γεωμετρικῶς.

    Ὅτι οὐ διαφέρει λέγειν τὴν ὅλην οἰκουμένην νῆσον τῷ ὠκεανῷ κλυζομένην καὶ τὸ λέγειν μόριά τινα αὐτῆς ἀγνοεῖσθαι εἴτε περικλύζεται εἴτε καὶ οὐχὶ, διὰ τὸ ἐλαχίστην εἶναι τὴν μεταξὺ ἄγνωστον γῆν.