Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

μετὰ δὲ τὴν Βοιωτίαν καὶ τὸν Ὀρχομενὸν ἡ Φωκίς ἐστι πρὸς ἄρκτον παραβεβλημένη τῇ Βοιωτίᾳ παραπλησίως ἀπὸ θαλάττης εἰς θάλατταν τό γε παλαιόν. ὁ γὰρ Δαφνοῦς ἦν τότε τῆς Φωκίδος, σχίζων ἐφʼ ἑκάτερα τὴν Λοκρίδα καὶ μέσος ταττόμενος τοῦ τε Ὀπουντίου κόλπου καὶ τῆς τῶν Ἐπικνημιδίων παραλίας· νῦν δὲ Λοκρῶν ἐστὶν ἡ χώρα (τὸ δὲ πόλισμα κατέσκαπται), ὥστʼ οὐδʼ ἐκεῖ καθήκει οὐκέτι μέχρι τῆς πρὸς Εὐβοίᾳ θαλάττης ἡ Φωκίς, τῷ δὲ Κρισαίῳ κόλπῳ συνῆπται. αὐτὴ γὰρ ἡ Κρῖσα τῆς Φωκίδος ἐστὶν ἐπʼ αὐτῆς ἱδρυμένη τῆς θαλάττης καὶ Κίρρα καὶ Ἀντικύρα καὶ τὰ ὑπὲρ αὐτῶν ἐν τῇ μεσογαίᾳ συνεχῆ κείμενα χωρία πρὸς τῷ Παρνασσῷ, Δελφοί τε καὶ Κίρφις καὶ Δαυλὶς καὶ αὐτὸς ὁ Παρνασσὸς τῆς τε Φωκίδος ὢν καὶ ἀφορίζων τὸ ἑσπέριον πλευρόν. ὃν τρόπον δʼ ἡ Φωκὶς τῇ Βοιωτίᾳ παράκειται, τοῦτον καὶ ἡ Λοκρὶς τῇ Φωκίδι ἑκατέρα. διττὴ γάρ ἐστι διῃρημένη ὑπὸ τοῦ Παρνασσοῦ δίχα, ἡ μὲν ἐκ τοῦ ἑσπερίου μέρους παρακειμένη τῷ Παρνασσῷ καὶ μέρος αὐτοῦ νεμομένη, καθήκουσα δʼ ἐπὶ τὸν Κρισαῖον κόλπον, ἡ δʼ ἐκ τοῦ πρὸς ἕω τελευτῶσα ἐπὶ τὴν πρὸς Εὐβοίᾳ θάλατταν. καλοῦνται δʼ οἱ μὲν ἑσπέριοι Λοκροὶ καὶ Ὀζόλαι, ἔχουσί τε ἐπὶ τῇ δημοσίᾳ σφραγῖδι τὸν ἕσπερον ἀστέρα ἐγκεχαραγμένον· οἱ δʼ ἕτεροι δίχα πως καὶ αὐτοὶ διῃρημένοι, οἱ μὲν Ὀπούντιοι ἀπὸ τῆς μητροπόλεως, ὅμοροι Φωκεῦσι καὶ Βοιωτοῖς, οἱ δʼ Ἐπικνημίδιοι ἀπὸ ὄρους Κνημῖδος, προσεχεῖς Οἰταίοις τε καὶ Μαλιεῦσιν. ἐν μέσῳ δὲ ἀμφοῖν τῶν τε Ἑσπερίων καὶ τῶν ἑτέρων Παρνασσός,

p.588
παραμήκης εἰς τὸ προσάρκτιον μέρος ἐκτεινόμενος ἀπὸ τῶν περὶ Δελφοὺς τόπων μέχρι τῆς συμβολῆς τῶν τε Οἰταίων ὀρῶν καὶ τῶν Αἰτωλικῶν καὶ τῶν ἀνὰ μέσον Δωριέων. πάλιν γὰρ ὥσπερ ἡ Λοκρὶς διττὴ οὖσα τοῖς Φωκεῦσι παραβέβληται, οὕτω καὶ ἡ πᾶσα Οἰταία μετὰ τῆς Αἰτωλίας καί τινων ἀνὰ μέσον τόπων τῆς Δωρικῆς τετραπόλεως τῇ Λοκρίδι ἑκατέρᾳ καὶ Παρναςσῷ καὶ τοῖς Δωριεῦσιν. ὑπὲρ τούτων δʼ ἤδη οἱ Θετταλοὶ καὶ τῶν Αἰτωλῶν οἱ προσάρκτιοι καὶ Ἀκαρνᾶνες καί τινα τῶν Ἠπειρωτικῶν ἐθνῶν καὶ τῶν Μακεδονικῶν· δεῖ δέ, ὅπερ ἔφαμεν καὶ πρότερον, παραλλήλους ὥςπερ ταινίας τινὰς τεταμένας ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὰς ἀνατολὰς νοῆσαι τὰς λεχθείσας χώρας. ἱεροπρεπὴς δʼ ἐστὶ πᾶς ὁ Παρνασσός, ἔχων ἄντρα τε καὶ ἄλλα χωρία τιμώμενά τε καὶ ἁγιστευόμενα· ὧν ἐστι γνωριμώτατόν τε καὶ κάλλιστον τὸ Κωρύκιον νυμφῶν ἄντρον ὁμώνυμον τῷ Κιλικίῳ. τῶν δὲ πλευρῶν τοῦ Παρνασσοῦ τὸ μὲν ἑσπέριον νέμονται Λοκροί τε οἱ Ὀζόλαι καί τινες τῶν Δωριέων καὶ Αἰτωλοὶ κατὰ τὸν Κόρακα προσαγορευόμενον Αἰτωλικὸν ὄρος, τὸ δὲ Φωκεῖς καὶ Δωριεῖς οἱ πλείους, ἔχοντες τὴν Τετράπολιν περικειμένην πως τῷ Παρνασσῷ, πλεονάζουσαν δὲ τοῖς πρὸς ἕω. αἱ μὲν οὖν κατὰ τὸ μῆκος πλευραὶ τῶν λεχθεισῶν χωρῶν τε καὶ ταινιῶν ἑκάστης παράλληλοι ἅπασαί εἰσιν, ἡ μὲν οὖσα προσάρκτιος ἡ δὲ πρὸς νότον. αἱ δὲ λοιπαὶ ἑσπέριοι ταῖς ἑῴαις οὔκ εἰσι παράλληλοι· οὐδὲ ἡ παραλία ἑκατέρα, ἥ τε τοῦ Κρισαίου κόλπου μέχρι Ἀκτίου καὶ ἡ πρὸς Εὔβοιαν μέχρι τῆς Θεσσαλονικείας παράλληλοι ἀλλήλαις εἰσίν, εἰς ἃς τελευτᾷ ταῦτα τὰ ἔθνη· ἀλλʼ οὕτω δέχεσθαι δεῖ τὰ σχήματα τούτων τῶν χωρίων ὡς ἂν ἐν τριγώνῳ παρὰ τὴν βάσιν
p.589
τεταμένων γραμμῶν πλειόνων· τὰ γὰρ ἀποληφθέντα σχήματα παράλληλα μὲν ἀλλήλοις ἔσται, καὶ τὰς κατὰ μῆκος ἐναντίον πλευρὰς ἕξει παραλλήλους, τὰς δὲ κατὰ πλάτος οὐκέτι. ὁ μὲν οὖν ὁλοσχερὴς τύπος οὗτος τῆς λοιπῆς καὶ ἐφεξῆς περιοδείας, τὰ καθʼ ἕκαστα δʼ ἑξῆς λέγωμεν ἀπὸ τῆς Φωκίδος ἀρξάμενοι.

ταύτης δʼ ἐπιφανέσταται δύο πόλεις Δελφοί τε καὶ Ἐλάτεια· Δελφοὶ μὲν διὰ τὸ ἱερὸν τοῦ Πυθίου Ἀπόλλωνος καὶ τὸ μαντεῖον ἀρχαῖον ὄν, εἴ γε Ἀγαμέμνων ἀπʼ αὐτοῦ χρηστηριάσασθαι λέγεται ὑπὸ τοῦ ποιητοῦ· ὁ γὰρ κιθαρῳδὸς ᾁδων εἰσάγεται

  1. νεῖκος Ὀδυσσῆος καὶ Πηλείδεω Ἀχιλῆος,
  2. ὥς ποτε δηρίσαντο. —ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων
  3. χαῖρε νόῳ
  4. ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων Πυθοῖ·
Hom. Od. 8.75 Δελφοὶ μὲν δὴ διὰ ταῦτα, Ἐλάτεια δὲ ὅτι πασῶν μεγίστη τῶν ἐνταῦθα πόλεων καὶ ἐπικαιριωτάτη διὰ τὸ ἐπικεῖσθαι τοῖς στενοῖς καὶ τὸν ἔχοντα ταύτην ἔχειν τὰς εἰσβολὰς τὰς εἰς τὴν Φωκίδα καὶ τὴν Βοιωτίαν. ὄρη γάρ ἐστιν Οἰταῖα πρῶτον, ἔπειτα τὰ τῶν Λοκρῶν καὶ τῶν Φωκέων, οὐ πανταχοῦ στρατοπέδοις βάσιμα τοῖς ἐκ Θετταλίας ἐμβάλλουσιν, ἀλλʼ ἔχει παρόδους στενὰς μὲν ἀφωρισμένας δέ, ἃς αἱ παρακείμεναι πόλεις φρουροῦσιν· ἁλουσῶν δʼ ἐκείνων κρατεῖσθαι συμβαίνει καὶ τὰς παρόδους. ἐπεὶ δʼ ἡ τοῦ ἱεροῦ ἐπιφάνεια τοῦ ἐν Δελφοῖς ἔχει πρεσβεῖον, καὶ ἅμα ἡ θέσις τῶν χωρίων ἀρχὴν ὑπαγορεύει φυσικήν (ταῦτα γάρ ἐστι τὰ ἑσπεριώτατα μέρη τῆς Φωκίδος), ἐντεῦθεν ἀρκτέον.