Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

ἑξῆς δὲ τὴν περιήγησιν τῆς χώρας ποιητέον ἀρξαμένους ἀπὸ τῆς πρὸς Εὔβοιαν παραλίας τῆς συνεχοῦς τῇ Ἀττικῇ. ἀρχὴ δʼ ὁ Ὠρωπὸς καὶ ὁ ἱερὸς λιμὴν ὃν καλοῦσι Δελφίνιον, καθʼ ὃν ἡ παλαιὰ Ἐρέτρια ἐν τῇ Εὐβοίᾳ, διάπλουν ἔχουσα ἑξήκοντα σταδίων. μετὰ δὲ τὸ Δελφίνιον ὁ Ὠρωπὸς ἐν εἴκοσι σταδίοις· κατὰ δὲ τοῦτόν ἐστιν ἡ νῦν Ἐρέτρια, διάπλους δʼ ἐπʼ αὐτὴν στάδιοι τετταράκοντα.

εἶτα Δήλιον τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐκ Δήλου ἀφιδρυμένον, Ταναγραίων πολίχνιον Αὐλίδος διέχον σταδίους τριάκοντα, ὅπου μάχῃ λειφθέντες Ἀθηναῖοι προτροπάδην ἔφυγον· ἐν δὲ τῇ φυγῇ πεσόντα ἀφʼ ἵππου Ξενοφῶντα ἰδὼν κείμενον τὸν Γρύλλου Σωκράτης ὁ φιλόσοφος στρατεύων πεζὸς τοῦ ἵππου γεγονότος ἐκποδὼν ἀνέλαβε τοῖς ὤμοις αὐτόν, καὶ ἔσωσεν ἐπὶ πολλοὺς σταδίους ἕως ἐπαύσατο ἡ φυγή.

p.570

εἶτα λιμὴν μέγας ὃν καλοῦσι Βαθὺν λιμένα· εἶθʼ ἡ Αὐλὶς πετρῶδες χωρίον καὶ κώμη Ταναγραίων· λιμὴν δʼ ἐστὶ πεντήκοντα πλοίοις, ὥστʼ εἰκὸς τὸν ναύσταθμον τῶν Ἑλλήνων ἐν τῷ μεγάλῳ ὑπάρξαι λιμένι. καὶ ὁ Εὔριπος δʼ ἐστὶ πλησίον ὁ Χαλκίδος, εἰς ὃν ἀπὸ Σουνίου στάδιοι ἑξακόσιοι ἑβδομήκοντα· ἔστι δʼ ἐπʼ αὐτῷ γέφυρα δίπλεθρος, ὡς εἴρηκα· πύργος δʼ ἑκατέρωθεν ἐφέστηκεν ὁ μὲν ἐκ τῆς Χαλκίδος ὁ δʼ ἐκ τῆς Βοιωτίας· διῳκοδόμηται δʼ εἰς αὐτοὺς σῦριγξ. περὶ δὲ τῆς παλιρροίας τοῦ Εὐρίπου τοσοῦτον μόνον εἰπεῖν ἱκανόν, ὅτι ἑπτάκις μεταβάλλειν φασὶ καθʼ ἡμέραν ἑκάστην καὶ νύκτα· τὴν δʼ αἰτίαν ἐν ἄλλοις σκεπτέον.

πλησίον δʼ ἐστὶν ἐφʼ ὕψους κείμενον χωρίον Σαλγανεύς, ἐπώνυμον τοῦ ταφέντος ἐπʼ αὐτῷ Σαλγανέως ἀνδρὸς Βοιωτίου, καθηγησαμένου τοῖς Πέρσαις εἰσπλέουσιν εἰς τὸν διάπλουν τοῦτον ἐκ τοῦ Μαλιακοῦ κόλπου, ὅν φασιν ἀναιρεθῆναι πρὶν ἢ τῷ Εὐρίπῳ συνάπτειν ὑπὸ τοῦ ναυάρχου Μεγαβάτου νομισθέντα κακοῦργον, ὡς ἐξ ἀπάτης ἐμβαλόντα τὸν στόλον εἰς τυφλὸν τῆς θαλάττης στενωπόν· αἰσθόμενον δὲ τὸν βάρβαρον τὴν περὶ αὐτὸν ἀπάτην μεταγνῶναί τε καὶ ταφῆς ἀξιῶσαι τὸν ἀναιτίως ἀποθανόντα.

καὶ ἡ Γραῖα δʼ ἐστὶ τόπος Ὠρωποῦ πλησίον καὶ τὸ ἱερὸν τοῦ Ἀμφιαράου καὶ τὸ Ναρκίσσου τοῦ Ἐρετριέως μνῆμα ὃ καλεῖται Σιγηλοῦ, ἐπειδὴ σιγῶσι παριόντες· τινὲς δὲ τῇ Τανάγρᾳ τὴν αὐτήν φασιν· ἡ Ποιμανδρὶς δʼ ἐστὶν ἡ αὐτὴ τῇ Ταναγρικῇ· καλοῦνται δὲ καὶ Γεφυραῖοι οἱ Ταναγραῖοι. ἐκ Κνωπίας δὲ τῆς Θηβαϊκῆς μεθιδρύθη κατὰ χρησμὸν δεῦρο τὸ Ἀμφιαράειον.

καὶ ὁ Μυκαλησσὸς δὲ κώμη τῆς Ταναγραϊκῆς·

p.571
κεῖται δὲ παρʼ ὁδὸν τὴν ἐκ Θηβῶν εἰς Χαλκίδα[*](post Χαλκίδα· καλοῦσι δὲ βοιωτιακῶς Μυκαληττόν.)· ὡς δʼ αὕτως καὶ τὸ Ἅρμα, τῆς Ταναγραϊκῆς κώμη ἔρημος περὶ τὴν Μυκαλησσόν, ἀπὸ τοῦ Ἀμφιαράου ἅρματος λαβοῦσα τοὔνομα, ἑτέρα οὖσα τοῦ Ἅρματος τοῦ κατὰ τὴν Ἀττικήν, ὅ ἐστι περὶ Φυλήν, δῆμον τῆς Ἀττικῆς ὅμορον τῇ Τανάγρᾳ. ἐντεῦθεν δὲ ἡ παροιμία τὴν ἀρχὴν ἔσχεν ἡ λέγουσα ὁπόταν διʼ Ἅρματος ἀστράψῃ, ἀστραπήν τινα σημειουμένων κατὰ χρησμὸν τῶν λεγομένων Πυθαϊστῶν, βλεπόντων ὡς ἐπὶ τὸ Ἅρμα καὶ τότε πεμπόντων τὴν θυσίαν εἰς Δελφοὺς ὅταν ἀστράψαντα ἴδωσιν· ἐτήρουν δʼ ἐπὶ τρεῖς μῆνας, καθʼ ἕκαστον μῆνα ἐπὶ τρεῖς ἡμέρας καὶ νύκτας, ἀπὸ τῆς ἐσχάρας τοῦ ἀστραπαίου Διός· ἔστι δʼ αὕτη ἐν τῷ τείχει μεταξὺ τοῦ Πυθίου καὶ τοῦ Ὀλυμπίου. περὶ δὲ τοῦ Ἅρματος τοῦ Βοιωτιακοῦ οἱ μέν φασιν ἐκπεσόντος ἐκ τοῦ ἅρματος ἐν τῇ μάχῃ τοῦ Ἀμφιαράου κατὰ τὸν τόπον, ὅπου νῦν ἐστὶ τὸ ἱερὸν αὐτοῦ, τὸ ἅρμα ἔρημον ἐνεχθῆναι ἐπὶ τὸν ὁμώνυμον τόπον· οἱ δὲ τοῦ Ἀδράστου συντριβῆναι τὸ ἅρμα φεύγοντός φασιν ἐνταῦθα, τὸν δὲ διὰ τοῦ Ἀρείονος σωθῆναι. Φιλόχορος δʼ ὑπὸ τῶν κωμητῶν σωθῆναί φησιν αὐτόν, καὶ διὰ τοῦτο ἰσοπολιτείαν αὐτοῖς παρὰ τῶν Ἀργείων ὑπάρξαι.

ἔστι δὲ τῷ ἐκ Θηβῶν εἰς Ἄργος ἀνιόντι ἐν ἀριστερᾷ ἡ Τάναγρα κ --- ἐν δεξιᾷ κεῖται· καὶ ἡ Ὑρία δὲ τῆς Ταναγραίας νῦν ἐστί, πρότερον δὲ τῆς Θηβαΐδος· ὅπου ὁ Ὑριεὺς μεμύθευται καὶ ἡ τοῦ Ὠρίωνος γένεσις, ἥν φησι Πίνδαρος ἐν τοῖς διθυράμβοις· κεῖται δʼ ἐγγὺς Αὐλίδος. ἔνιοι δὲ τὰς Ὑσιὰς Ὑρίην λέγεσθαί φασι, τῆς Παρασωπίας οὖσαν ὑπὸ τῷ Κιθαιρῶνι πλησίον Ἐρυθρῶν ἐν τῇ μεσογαίᾳ, ἄποικον Ὑριέων,

p.572
κτίσμα δὲ Νυκτέως τοῦ Ἀντιόπης πατρός. εἰσὶ δὲ καὶ ἐν τῇ Ἀργείᾳ Ὑσίαι κώμη, οἱ δʼ ἐξ αὐτῆς Ὑσιᾶται λέγονται. τῶν δʼ Ἐρυθρῶν τούτων ἄποικοι αἱ ἐν Ἰωνίᾳ Ἐρυθραί. καὶ ὁ Ἑλεὼν δʼ ἐστὶ κώμη Ταναγρική, ἀπὸ τῶν ἑλῶν ὠνομασμένη.

μετὰ δὲ Σαλγανέα Ἀνθηδὼν πόλις λιμένα ἔχουσα, ἐσχάτη τῆς Βοιωτιακῆς παραλίας τῆς πρὸς Εὐβοίᾳ, καθάπερ καὶ ὁ ποιητὴς εἴρηκεν Ἀνθηδόνα τʼ ἐσχατόωσαν. εἰσὶ μέντοι ἔτι προϊόντι μικρὸν πολίχναι δύο τῶν Βοιωτῶν, Λάρυμνά τε, παρʼ ἣν ὁ Κηφισσὸς ἐκδίδωσι, καὶ ἔτι ἐπέκεινα Ἁλαί, ὁμώνυμοι τοῖς Ἀττικοῖς δήμοις. κατὰ δὲ τὴν παραλίαν ταύτην κεῖσθαί φασιν Αἰγὰς τὰς ἐν Εὐβοίᾳ, ἐν αἷς τὸ τοῦ Ποσειδῶνος ἱερὸν τοῦ Αἰγαίου· ἐμνήσθημεν δʼ αὐτοῦ καὶ πρότερον. δίαρμα δʼ ἐστὶν ἀπὸ μὲν τῆς Ἀνθηδόνος εἰς Αἰγὰς ἑκατὸν εἴκοσι στάδιοι, ἀπὸ δὲ τῶν ἄλλων τόπων πολὺ ἐλάττους· κεῖται δʼ ἐπὶ ὄρους ὑψηλοῦ τὸ ἱερόν, ἦν δέ ποτε καὶ πόλις· ἐγγὺς δὲ τῶν Αἰγῶν καὶ αἱ Ὀρόβιαι. ἐν δὲ τῇ Ἀνθηδονίᾳ Μεσσάπιον ὄρος ἐστὶν ἀπὸ Μεσσάπου, ὃς εἰς τὴν Ἰαπυγίαν ἐλθὼν Μεσσαπίαν τὴν χώραν ἐκάλεσεν. ἐνταῦθα δὲ καὶ τὰ περὶ τὸν Γλαῦκον μυθεύεται τὸν Ἀνθηδόνιον, ὅν φασιν εἰς κῆτος μεταβαλεῖν.

πλησίον δʼ ἐστὶν Ἀνθηδόνος ἱεροπρεπὴς τόπος τῆς Βοιωτίας, ἴχνη πόλεως ἔχων, ὁ καλούμενος Ἴσος συστέλλοντι τὴν πρώτην συλλαβήν. οἴονται δέ τινες δεῖν γράφειν ἶσόν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν ἐκτείνοντες τὴν πρώτην συλλαβὴν ποιητικῶς διὰ τὸ μέτρον, ἀντὶ τοῦ Νῖσάν τε ζαθέην. ἡ γὰρ Νῖσα οὐδαμοῦ φαίνεται τῆς Βοιωτίας, ὥς φησιν Ἀπολλόδωρος ἐν τοῖς περὶ νεῶν --- εἴη, εἰ μὴ τὴν Νῖσαν οὕτως εἴρηκεν· ἦν γὰρ ὁ --- Μεγαρικῇ.

p.573
ἐκεῖθεν ἀπῳκισμένη πρόςχωρος τοῦ Κιθαιρῶνος, ἐκλέλειπται δὲ νῦν. τινὲς δὲ γράφουσι Κρεῦσάν τε ζαθέην, τὴν νῦν Κρέουσαν δεχόμενοι, τὸ τῶν Θεσπιέων ἐπίνειον ἐν τῷ Κρισαίῳ κόλπῳ ἱδρυμένον· ἄλλοι δὲ Φαράς τε ζαθέας. ἔστι δὲ τῆς τετρακωμίας τῆς περὶ Τάναγραν, Ἑλεῶνος Ἅρματος Μυκαλησσοῦ Φαρῶν. γράφουσι δὲ καὶ τοῦτο Νῦσάν τε ζαθέην. κώμη δʼ ἐστὶ τοῦ Ἑλικῶνος ἡ Νῦσα. ἡ μὲν οὖν παραλία τοιαύτη τις ἡ πρὸς Εὔβοιαν.

τὰ δʼ ἑξῆς ἐν τῇ μεσογαίᾳ πεδία ἐστὶ κοῖλα πάντοθεν ἐκ τῶν ἄλλων μερῶν ὄρεσι περιεχόμενα, τοῖς Ἀττικοῖς μὲν πρὸς νότου, πρὸς ἄρκτου δὲ τοῖς Φωκικοῖς· ἀπὸ δὲ τῆς ἑσπέρας ὁ Κιθαιρὼν λοξὸς ἐμπίπτει μικρὸν ὑπὲρ τῆς Κρισαίας θαλάττης, ἔχων τὴν ἀρχὴν συνεχῆ τοῖς Μεγαρικοῖς καὶ τοῖς Ἀττικοῖς ὄρεσιν, εἶτʼ ἐπιστρέφων εἰς τὰ πεδία, παυόμενος δὲ περὶ τὴν Θηβαίαν.

τῶν δὲ πεδίων τούτων τὰ μὲν λιμνάζει, ποταμῶν ἀναχεομένων εἰς αὐτά, τῶν δʼ ἐμπιπτόντων, εἶτα ἐκρύσεις λαμβανόντων· τὰ δʼ ἀνέψυκται καὶ γεωργεῖται παντοδαπῶς διὰ τὴν εὐκαρπίαν. ὑπάντρου δὲ καὶ σηραγγώδους οὔσης κατὰ βάθους τῆς γῆς, σεισμοὶ γενόμενοι πολλάκις ἐξαίσιοι τοὺς μὲν ἔφραξαν τῶν πόρων τοὺς δὲ ἀνέῳξαν, τοὺς μὲν μέχρι τῆς ἐπιφανείας τοὺς δὲ διʼ ὑπονόμων· συμβαίνει δὴ καὶ τοῖς ὕδασι τοῖς μὲν διʼ ὑπονόμων φέρεσθαι τῶν ῥείθρων τοῖς δʼ ἐπιπολῆς, τοῖς τε λιμναίοις καὶ τοῖς ποταμίοις. ἐγχωσθέντων δὲ κατὰ βάθους τῶν πόρων αὔξεσθαι τὰς λίμνας συμβαίνει μέχρι τῶν οἰκουμένων τόπων ὥστε καὶ πόλεις καταπίνεσθαι καὶ χώρας, ἀνοιχθέντων δὲ τῶν αὐτῶν ἢ ἄλλων ἀνακαλύπτεσθαι, καὶ τοὺς αὐτοὺς τόπους ποτὲ μὲν πλεῖσθαι ποτὲ δὲ πεζεύεσθαι, καὶ τὰς

p.574
αὐτὰς πόλεις ποτὲ μὲν ἐπὶ τῇ λίμνῃ ποτὲ δὲ ἄπωθεν κεῖσθαι.

διττῶς δὲ τοῦτο γίνεται· καὶ γὰρ μενουσῶν ἀκινήτων τῶν πόλεων, ὅταν ἡ αὔξησις τῶν ὑδάτων ἥττων ᾖ τῆς ὑπερχύσεως διὰ ὕψος τῶν οἰκήσεων ἢ διὰ ἀπόστασιν, καὶ διὰ ἀνοικισμόν, ὅταν τῷ πλησιασμῷ κινδυνεύσαντες πολλάκις ἀπαλλαγὴν πορίσωνται τοῦ φόβου τὴν μετάληψιν τῶν χωρίων τῶν ἄπωθεν ἢ τῶν ἐν ὕψει. παρακολουθεῖ δὲ τοῖς οὕτως ἀνοικισθεῖσι τὸ τὴν αὐτὴν προσηγορίαν φυλάττουσιν, ἐτύμως πρότερον λεγομένοις ἀπὸ τοῦ συμβεβηκότος τοπικῶς, νῦν μηκέτι λέγεσθαι ἐτύμως· Πλαταιὰς γὰρ ἀπὸ τῆς πλάτης τῶν κωπῶν εἰρῆσθαι πιθανὸν καὶ Πλαταιέας τοὺς ἀπὸ κωπηλασίας ζῶντας, ἀλλὰ νῦν ἄπωθεν τῆς λίμνης οἰκοῦντες οὐκέτʼ ἂν προσαγορεύοιντο ἐτύμως. ἕλος τε καὶ Ἑλεὼν καὶ Εἱλέσιον ἐκλήθη διὰ τὸ ἐπὶ τοῖς ἕλεσιν ἱδρῦσθαι· νῦν δὲ οὐχ ὁμοίως ἔχει ταῦτα, ἢ ἀνοικισθέντων ἢ τῆς λίμνης ἐπιπολὺ ταπεινωθείσης διὰ τὰς ὕστερον γενομένας ἐκρύσεις· καὶ γὰρ τοῦτο δυνατόν.

δηλοῖ δὲ καὶ ὁ Κηφισσὸς τοῦτο μάλιστα τὴν Κωπαΐδα λίμνην πληρῶν. αὐξομένης γὰρ αὐτῆς ὥστε κινδυνεύειν καταποθῆναι τὰς Κώπας, ἃς ὅ τε ποιητὴς ὀνομάζει, καὶ ἀπʼ αὐτῶν ἡ λίμνη τὴν ἐπωνυμίαν εἴληφε, χάσμα γενηθὲν πρὸς τῇ λίμνῃ πλησίον τῶν Κωπῶν ἀνέῳξεν ὑπὸ γῆς ῥεῖθρον ὅσον τριάκοντα σταδίων καὶ ἐδέξατο τὸν ποταμόν, εἶτα ἐξέρρηξεν εἰς τὴν ἐπιφάνειαν κατὰ Λάρυμναν τῆς Λοκρίδος τὴν ἄνω· καὶ γὰρ ἑτέρα ἐστίν, ἧς ἐμνήσθημεν, ἡ Βοιωτιακή, ἐπὶ τῇ θαλάττῃ, ᾗ προσέθεσαν Ῥωμαῖοι τὴν ἄνω. καλεῖται δʼ ὁ τόπος Ἀγχόη· ἔστι δὲ καὶ λίμνη ὁμώνυμος· ἐντεῦθεν δʼ ἤδη ὁ Κηφισσὸς ἐκδίδωσιν ἐπὶ τὴν θάλατταν. τότε μὲν οὖν παυσαμένης τῆς πλημμυρίδος,

p.575
παῦλα καὶ τοῦ κινδύνου τοῖς παροικοῦσιν ὑπῆρξε, πλὴν τῶν ἤδη καταποθεισῶν πόλεων. πάλιν δʼ ἐγχουμένων τῶν πόρων, ὁ μεταλλευτὴς Κράτης ἀνὴρ Χαλκιδεὺς ἀνακαθαίρειν τὰ ἐμφράγματα ἐπαύσατο στασιασάντων τῶν Βοιωτῶν, καίπερ, ὡς αὐτὸς ἐν τῇ πρὸς Ἀλέξανδρον ἐπιστολῇ φησιν, ἀνεψυγμένων ἤδη πολλῶν, ἐν οἷς οἱ μὲν τὸν Ὀρχομενὸν οἰκεῖσθαι τὸν ἀρχαῖον ὑπελάμβανον, οἱ δʼ Ἐλευσῖνα καὶ Ἀθήνας παρὰ τὸν Τρίτωνα ποταμόν· λέγεται δʼ οἰκίσαι Κέκροπα, ἡνίκα τῆς Βοιωτίας ἐπῆρξε καλουμένης τότε Ὠγυγίας, ἀφανισθῆναι δὲ ταύτας ἐπικλυσθείσας ὕστερον. γενέσθαι δέ φασιν καὶ κατὰ Ὀρχομενὸν χάσμα, καὶ δέξασθαι τὸν Μέλανα ποταμὸν τὸν ῥέοντα διὰ τῆς Ἁλιαρτίας καὶ ποιοῦντα ἐνταῦθα τὸ ἕλος τὸ φύον τὸν αὐλητικὸν κάλαμον. ἀλλʼ οὗτος ἠφάνισται τελέως, εἴτε τοῦ χάσματος διαχέοντος αὐτὸν εἰς ἀδήλους πόρους, εἴτε τῶν περὶ Ἁλίαρτον ἑλῶν καὶ λιμνῶν προαναλισκόντων αὐτόν, ἀφʼ ὧν ποιήεντα καλεῖ τὸν τόπον ὁ ποιητὴς καὶ ποιήενθʼ Ἁλίαρτον λέγων.

οὗτοι μὲν οὖν ἐκ τῶν Φωκικῶν ὀρῶν οἱ ποταμοὶ καταφέρονται, ὧν ὁ Κηφισσὸς ἐκ Λιλαίας Φωκικῆς πόλεως τὴν ἀρχὴν λαμβάνει, καθάπερ καὶ Ὅμηρός φησιν οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισσοῖο· διʼ Ἐλατείας δὲ ῥυεὶς μεγίστης τῶν ἐν Φωκεῦσι πόλεων, καὶ διὰ Παραποταμίων καὶ Φανοτέων ὁμοίως Φωκικῶν πολισμάτων, εἰς Χαιρώνειαν τῆς Βοιωτίας πρόεισιν, εἶτα διὰ τῆς Ὀρχομενίας καὶ τῆς Κορωνειακῆς εἰς τὴν Κωπαΐδα λίμνην ἐξίησι· καὶ ὁ Περμησσὸς δὲ καὶ ὁ Ὀλμειός, ἐκ τοῦ Ἑλικῶνος συμβάλλοντες ἀλλήλοις, εἰς τὴν αὐτὴν ἐμπίπτουσι λίμνην τὴν Κωπαΐδα τοῦ Ἁλιάρτου πλησίον· καὶ ἄλλα δὲ ῥεύματα εἰς αὐτὴν ἐμβάλλει. ἔστι μὲν οὖν μεγάλη, τὴν περίμετρον

p.576
ἔχουσα ὀγδοήκοντα καὶ τριακοσίων σταδίων, αἱ δὲ ἐκρύσεις οὐδαμοῦ φαίνονται πλὴν τοῦ δεχομένου τὸν Κηφισσὸν χάσματος καὶ τῶν ἑλῶν.

Τῶν δὲ περικειμένων λιμνῶν ἐστὶν ἥ τε Τρεφία καὶ ἡ Κηφισσίς, ἧς μέμνηται καὶ Ὅμηρος ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς, λίμνῃ κεκλιμένος Κηφισσίδι. οὐ γὰρ λίμνην τὴν Κωπαΐδα βούλεται λέγειν, ὡς οἴονταί τινες, ἀλλὰ τὴν Ὑλικὴν προσαγορευομένην[*](post προσαγορευομένην· τῇ προσῳδίᾳ ὡς λυρικὴν) ἀπὸ τῆς πλησίον κώμης ἣν καλοῦσιν Ὕλας[*](post Ὕλας· ὡς λύρας καὶ θύρας), οὐδὲ Ὕδην, ὡς ἔνιοι γράφουσιν ὅς ῥʼ ἐν Ὕδῃ ναίεσκεν. ἡ μὲν γάρ ἐστιν ἐν Λυδίᾳ Τμώλῳ ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ, ἡ δὲ Βοιωτιακή· ἐπιφέρει γοῦν τῷ λίμνῃ κεκλιμένος Κηφισσίδι τὸ πὰρ δὲ οἱ ἄλλοι ναῖον Βοιωτοί. ἡ μὲν γάρ ἐστι μεγάλη καὶ οὐκ ἐν τῇ Θηβαΐδι, ἡ δὲ μικρά, ἐκεῖθεν διʼ ὑπονόμων πληρουμένη, κειμένη μεταξὺ Θηβῶν καὶ Ἀνθηδόνος. Ὅμηρος δʼ ἑνικῶς ἐκφέρει τοτὲ μὲν ἐκτείνων τὴν πρώτην συλλαβήν, ὡς ἐν τῷ καταλόγῳ ἠδʼ Ὕλην καὶ Πετεῶνα, ποιητικῶς, τοτὲ δὲ συστέλλων ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε[*](post ναίεσκε· Τύχιος) σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων. οὐδʼ ἐνταῦθα εὖ γραφόντων τινῶν Ὕδῃ ἔνι· οὐ γὰρ ὁ Αἴας ἐκ Λυδίας τὸ σάκος μετεπέμπετο.

Αὗται δʼ αἱ λίμναι τὴν τάξιν τῶν ἐφεξῆς τόπων ὑπογράφουσιν ὥστε λόγῳ περιληφθῆναι σαφῶς, ὅτι ὁ ποιητὴς ἀτάκτως χρῆται τοῖς ὀνόμασι τῶν τόπων τῶν τε ἀξιολόγων καὶ τῶν μή· καὶ χαλεπὸν ἐν τοσούτοις καὶ ἀσήμοις τοῖς πλείστοις καὶ ἐν μεσογαίᾳ μηδαμοῦ τῇ τάξει διαπεσεῖν· ἡ παραλία δʼ ἔχει τι πλεονέκτημα πρὸς τοῦτο· καὶ γνωριμώτεροι οἱ τόποι, καὶ

p.577
ἡ θάλαττα τό γε ἑξῆς ὑπαγορεύει βέλτιον· διόπερ καὶ ἡμεῖς ἐκεῖθεν πειρώμεθα περιοδεύειν· ἐνταῦθα δʼ ἐάσαντες τοῦτο τῷ ποιητῇ ἀκολουθοῦντες ποιήσομεν τὴν διαρίθμησιν, προστιθέντες ὅ τι ἂν χρήσιμον ᾖ πρὸς τὴν ὑπόθεσιν ἡμῖν, ὑπʼ ἐκείνου δὲ παραλειφθέν. ἄρχεται δʼ ἀπὸ τῆς Ὑρίης καὶ τῆς Αὐλίδος, περὶ ὧν εἰρήκαμεν.

σχοῖνος δʼ ἐστὶ χώρα τῆς Θηβαϊκῆς κατὰ τὴν ὁδὸν τὴν ἐπὶ Ἀνθηδόνος, διέχουσα τῶν Θηβῶν ὅσον πεντήκοντα σταδίους· ῥεῖ δὲ καὶ ποταμὸς διʼ αὐτῆς Σχοινοῦς.

Σκῶλος δʼ ἐστὶ κώμη τῆς Παρασωπίας ὑπὸ τῷ Κιθαιρῶνι, δυσοίκητος τόπος καὶ τραχύς, ἀφʼ οὗ καὶ ἡ παροιμία εἰς Σκῶλον μήτʼ αὐτὸς ἴναι, μήτʼ ἄλλῳ ἕπεσθαι. καὶ τὸν Πενθέα δὲ ἐνθένδε καταγόμενον διασπασθῆναί φασιν. ἦν δὲ καὶ τῶν περὶ Ὄλυνθον πόλεων ὁμώνυμος αὐτῇ Σκῶλος. εἴρηται δʼ ὅτι Παρασώπιοι καὶ κώμη τις καλεῖται ἐν Ἡρακλείᾳ τῇ Τραχινίᾳ, παρʼ ἣν ῥεῖ Ἀσωπὸς ποταμός, καὶ ὅτι ἐν Σικυωνίᾳ ἄλλος ἐστὶν Ἀσωπὸς καὶ ἡ χώρα Ἀσωπία, διʼ ἧς ῥεῖ[*](post ῥεῖ· εἰσὶ καὶ ἄλλοι ποταμοὶ ὁμώνυμοι τῷ ποταμῷ τούτῳ.).